Ancient Greek · ~13 min
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 11.1
Not analysed yet
Εἰ γὰρ εἶπον, ὅτι δι' ἁμαρτήματα οὐ ῥύεται, κἂν μὴ ῥύσηται, ἠπιστήθησαν ἄν. Διὰ τοῦτο ἐνταῦθα μὲν τοῦτο σιγῶσι· λέγουσι δὲ αὐτὸ ἐπὶ τῆς καμίνου, ἄνω καὶ κάτω τὰ ἁμαρτήματα προβαλλόμενοι. Ἐπὶ δὲ τοῦ βασιλέως οὐδὲν τοιοῦτον, ἀλλ' ὅτι κἂν καίεσθαι μέλλωσι, τὴν εὐσέβειαν οὐ προδώσουσιν. Οὐ γὰρ ἐπ' ἀμοιβαῖς καὶ ἀντιδόσεσιν ἔπραττον ἅπερ ἔπραττον, ἀλλ' ἐξ ἀγάπης μόνης· καίτοιγε καὶ ἐν αἰχμαλωσίᾳ ἦσαν, καὶ ἐν δουλείᾳ, καὶ οὐδενὸς ἀπολελαυκότες χρηστοῦ. Καὶ γὰρ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ τῶν ὄντων πάντων ἐξέπεσον. Μὴ γάρ μοι τὰς ἐν ταῖς βασιλικαῖς αὐλαῖς εἴπῃς τιμάς. Ὅσιοι γὰρ ὄντες καὶ δίκαιοι, μυριάκις ἂν εἵλοντο προσαιτεῖν οἴκοι, καὶ τῶν ἐν τῷ ναῷ καλῶν ἀπολαύειν. Ἐξελεξάμην γὰρ, φησὶ, παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν· καὶ, Κρείττων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Μυριάκις οὖν ἂν εἵλοντο ἀπεῤῥίφθαι οἴκοι, ἢ βασιλεύειν ἐν Βαβυλῶνι. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ ἐν τῇ καμίνῳ δηλοῦσι, βαρούμενοι τὴν αὐτόθι διατριβήν. Εἰ γὰρ καὶ αὐτοὶ πολλῆς ἀπέλαυον τιμῆς, τὰς τῶν ἄλλων ὁρῶντες συμφορὰς σφόδρα ἐδάκνοντο· ὅπερ μάλιστά ἐστιν ἁγίων ἴδιον. μὴ δόξαν, μὴ τιμὴν, μηδὲν ἄλλο προτιμᾷν τῆς τοῦ πλησίον σωτηρίας. Ὅρα γοῦν πῶς ἐν καμίνῳ ὄντες, ὑπὲρ τοῦ δήμου παντὸς τὴν ἱκετηρίαν ἐποιοῦντο. Ἡμεῖς δὲ οὐδὲ ἐν ἀνέσει ὄντες τῶν ἀδελφῶν μνημονεύομεν. Καὶ ἡνίκα δὲ τὰ ἐνύπνια ἐζήτουν, οὐ τὸ ἑαυτῶν ἐσκόπουν, ἀλλὰ τὸ τῶν πολλῶν· ὅτι γὰρ θανάτου κατεφρόνουν, διὰ πολλῶν μετὰ ταῦτα ἔδειξαν. Πανταχοῦ δὲ ἑαυτοὺς προβάλλονται, τὸν Θεὸν δυσωπῆσαι βουλόμενοι. Εἶτα ἐπειδὴ οὐδὲ ἑαυτοὺς ἀρκεῖν ἡγοῦντο, ἐπὶ τοὺς πατέρας καταφεύγουσιν· αὐτοὶ δὲ οὐδὲν πλέον ἔφασαν εἰσφέρειν, ἀλλ' ἢ πνεῦμα συντετριμμένον. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Καὶ γὰρ καὶ νῦν ἕστηκεν εἰκὼν χρυσῆ, ἡ τοῦ μαμωνᾶ τυραννίς. Ἀλλὰ μὴ προσέχωμεν τοῖς τυμπάνοις, μηδὲ τοῖς αὐλοῖς, μηδὲ ταῖς κινύραις, μηδὲ τῇ λοιπῇ τοῦ πλούτου φαντασίᾳ· ἀλλὰ κἂν εἰς κάμινον ἐμπεσεῖν δέῃ πενίας, ἑλώμεθα, ὥστε μὴ προσκυνῆσαι ἐκείνῳ, καὶ ἔσται δρόσος ἐν μέσῳ διασυρίζουσα. Μὴ τοίνυν φρίττωμεν, πενίας ἀκούοντες κάμινον. Καὶ γὰρ καὶ τότε οἱ μὲν ἐμπεσόντες εἰς τὴν κάμινον ἀπεδείχθησαν λαμπρότεροι, οἱ δὲ προσκυνήσαντες ἀνῃρέθησαν. Ἀλλὰ τότε μὲν ὁμοῦ πάντα ἐγένετο· νῦν δὲ τὰ μὲν ἐνταῦθα ἔσται, τὰ δὲ ἐκεῖ, τὰ δὲ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. Οἱ μὲν γὰρ ὑπὲρ τοῦ μὴ προσκυνῆσαι τὸν μαμωνᾶν πενίαν ἑλόμενοι, καὶ ἐνταῦθα καὶ τότε ἔσονται λαμπρότεροι· οἱ δὲ πλουτοῦντες ἐνταῦθα ἀδίκως, τότε τὴν ἐσχάτην δώσουσι δίκην. Ἀπὸ ταύτης καὶ Λάζαρος τῆς καμίνου ἐξῄει, τῶν παίδων ἐκείνων οὐχ ἧττον λαμπρός· ὁ δὲ ἐν τῇ τάξει τῶν προσκυνησάντων τὴν εἰκόνα πλούσιος ἐν γεέννῃ κατεδικάζετο. Καὶ γὰρ τὰ εἰρημένα τύπος ἐκείνων. Ὥσπερ οὖν ἐνταῦθα οἱ μὲν ἐμπεσόντες οὐδὲν ἔπαθον, οἱ δὲ ἔξω καθήμενοι μετὰ πολλῆς ἡρπάγησαν τῆς σφοδρότητος· οὕτω καὶ τότε ἔσται· οἱ μὲν ἅγιοι διὰ τοῦ ποταμοῦ τοῦ πυρὸς βαδίζοντες, οὐδὲν πείσονται ἀηδὲς, ἀλλὰ καὶ φαιδροὶ φανοῦνται· οἱ δὲ τὴν εἰκόνα προσκυνήσαντες, ὄψονται τὸ πῦρ αὐτοῖς θηρίου χαλεπώτερον παντὸς ἐπιπηδῶν, καὶ καθέλκον ἔνδον. Ὥστε εἴ τις διαπιστεῖ τῇ γεέννῃ, ταύτην ἰδὼν τὴν κάμινον, ἀπὸ τῶν παρόντων πιστευέτω τοῖς μέλλουσι, καὶ μὴ φοβείσθω πενίας κάμινον, ἀλλ' ἁμαρτίας κάμινον. Τοῦτο μὲν γὰρ φλὸξ καὶ ὀδύνη, ἐκεῖνο δὲ δρόσος καὶ ἄνεσις· κἀκείνῃ μὲν τῇ καμίνῳ παρέστηκεν ὁ διάβολος, ταύτῃ δὲ ἄγγελοι τινάσσοντες τὴν φλόγα.