Ancient Greek · ~17 min
Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-12
Not analysed yet
Ἐπειδὴ γὰρ πολλοὶ μείζονα αὐτοῦ τὸν Ἰωάννην εἶναι ἐνόμιζον, διὰ τὸ τὸν μὲν ἐν ἐρήμῳ πάντα τραφῆναι τὸν χρόνον, καὶ υἱὸν ἀρχιερέως εἶναι, καὶ στολὴν περικεῖσθαι τοιαύτην, καὶ πάντας ἐπὶ τὸ βάπτισμα καλεῖν, καὶ ἀπὸ στείρας τετέχθαι· τὸν δὲ Ἰησοῦν καὶ ἀπὸ εὐτελοῦς κόρης εἶναι (ὁ γὰρ τῆς παρθενίας τόκος οὐδέπω πᾶσι κατάδηλος ἦν), καὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆναι, καὶ μετὰ πάντων ἀναστρέφεσθαι, καὶ τὴν κοινὴν ταύτην ἐσθῆτα περικεῖσθαι, ἐλάττονα αὐτοῦ εἶναι ὑπώπτευον, οὐδὲν οὐδέπω τῶν ἀποῤῥήτων εἰδότες ἐκείνων. Συνέβη δὲ καὶ βαπτισθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰωάννου· ὅπερ ταύτην μᾶλλον ἐβεβαίου τὴν ὑπόνοιαν, εἰ καὶ μηδὲν τῶν προτέρων ἦν· ἐνενόουν γὰρ ὅτι οὗτος μὲν τῶν πολλῶν εἷς· οὐδὲ γὰρ εἰ μὴ τῶν πολλῶν εἷς ἦν, οὐκ ἂν μετὰ τῶν πολλῶν ἐπὶ τὸ βάπτισμα ἦλθεν· ἐκεῖνος δὲ μείζων αὐτοῦ καὶ πολλῷ θαυμαστότερος· ἵν' οὖν μὴ αὕτη κρατήσῃ παρὰ τοῖς πολλοῖς ἡ δόξα, καὶ οἱ οὐρανοὶ ἀνοίγονται, βαπτισθέντος αὐτοῦ, καὶ τὸ Πνεῦμα κάτεισι, καὶ φωνὴ μετὰ τοῦ Πνεύματος κηρύττουσα τοῦ Μονογενοῦς τὴν ἀξίαν. Ἐπειδὴ γὰρ ἡ φωνὴ ἡ λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, παρὰ τοῖς πολλοῖς μᾶλλον ἁρμόττειν ἐδόκει τῷ Ἰωάννῃ· οὐ γὰρ προσέθηκεν, Οὗτος ὁ βαπτιζόμενος, ἀλλ' ἁπλῶς, Οὗτος· καὶ τῶν ἀκροατῶν ἕκαστος περὶ τοῦ βαπτίζοντος μᾶλλον, ἢ τοῦ βαπτιζομένου εἰρῆσθαι αὐτὴν ὑπενόει, διά τε αὐτὸ τοῦ Βαπτιστοῦ τὸ ἀξίωμα, διά τε τὰ εἰρημένα ἅπαντα· ἦλθε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς τὴν φωνὴν ἕλκον ἐπὶ τὸν Ἰησοῦν, καὶ πᾶσι δῆλον ποιοῦν, ὅτι τὸ, Οὗτος, οὐ περὶ Ἰωάννου τοῦ βαπτίζοντος, ἀλλὰ περὶ Ἰησοῦ τοῦ βαπτιζομένου εἴρηται. Καὶ πῶς, φησὶν, οὐκ ἐπίστευσαν τούτων γινομένων; Ὅτι καὶ ἐπὶ Μωϋσέως πολλὰ γέγονε θαύματα, εἰ καὶ μὴ τοιαῦτα· καὶ μετὰ πάντα ἐκεῖνα, καὶ τὰς φωνὰς, καὶ τὰς σάλπιγγας, καὶ τὰς ἀστραπὰς, καὶ μόσχον ἐχάλκευσαν, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ τότε παρόντες, καὶ τὸν Λάζαρον ἀναστάντα ἰδόντες, τοσοῦτον ἀπέσχον πιστεῦσαι τῷ ταῦτα ἐργασαμένῳ, ὅτι καὶ αὐτὸν ἀνελεῖν ἐπεχείρησαν πολλάκις. Εἰ τοίνυν πρὸ ὀφθαλμῶν ὁρῶντες νεκρῶν ἀνάστασιν, οὕτως ἦσαν πονηροὶ, τί θαυμάζεις, εἰ φωνὴν οὐκ ἐδέξαντο φερομένην ἄνωθεν; Ὅταν γὰρ ἀγνώμων ᾖ ψυχὴ καὶ διεστραμμένη, καὶ τῷ τῆς βασκανίας κατεχομένη νοσήματι, οὐδενὶ εἴκει τούτων· ὥσπερ οὖν ὅταν εὐγνώμων ᾖ, μετὰ πίστεως ἅπαντα δέχεται, καὶ τούτων οὐ σφόδρα δεῖται. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι οὐκ ἐπίστευσαν· ἀλλ' ἐκεῖνο ζήτει, εἰ μὴ πάντα γέγονεν, ἀφ' ὧν αὐτοὺς πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ διὰ τοῦ προφήτου ὑπὲρ τῶν καθ' ἑαυτὸν ἁπάντων τοῦτον συντίθησι τὸν τρόπον τῆς ἀπολογίας ὁ Θεός. Ἐπειδὴ γὰρ ἀπόλλυσθαι ἔμελλον Ἰουδαῖοι, καὶ ἐσχάτῃ παραδίδοσθαι κολάσει, ἵνα μή τις ἀπὸ τῆς ἐκείνων πονηρίας τὴν αὐτοῦ διαβάλῃ πρόνοιαν, φησὶν, ὅτι Τί με ἔδει ποιῆσαι τῷ ἀμπελῶνι τούτῳ, καὶ οὐκ ἐποίησα; Τοῦτο δὴ καὶ ἐνταῦθα σκόπει· τί ἔδει γενέσθαι, καὶ οὐκ ἐγένετο; Καὶ εἴποτε δὲ λόγοι γίνοιντο περὶ τῆς τοῦ Θεοῦ προνοίας, τούτῳ κέχρησο τῷ τρόπῳ τῆς ἀπολογίας πρὸς τοὺς ἀπὸ τῆς τῶν πολλῶν κακίας διαβάλλειν αὐτὴν ἐπιχειροῦντας. Ὅρα γοῦν οἷα παράδοξα γίνεται, καὶ τῶν μελλόντων προοίμια· οὐκέτι γὰρ παράδεισος, ἀλλ' οὐρανὸς ἀνοίγεται. Ἀλλ' ὁ μὲν πρὸς Ἰουδαίους λόγος, εἰς ἕτερον ἡμῖν ὑπερκείσθω καιρόν· νυνὶ δὲ, τοῦ Θεοῦ συνεργοῦντος ἡμῖν, ἐπὶ τὰ προκείμενα τὸν λόγον ἀγάγωμεν. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς, εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί. Τίνος ἕνεκεν ἀνεῴχθησαν οἱ οὐρανοί; Ἵνα μάθῃς ὅτι καὶ σοῦ βαπτιζομένου τοῦτο γίνεται, πρὸς τὴν ἄνω πατρίδα τοῦ Θεοῦ σε καλοῦντος, καὶ πείθοντος μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν. Εἰ δὲ μὴ ὁρᾷς, μὴ ἀπιστήσῃς. Καὶ γὰρ ἐν προοιμίοις ἀεὶ τῶν παραδόξων καὶ πνευματικῶν πραγμάτων αἰσθηταὶ φαίνονται ὄψεις καὶ σημεῖα τοιαῦτα, διὰ τοὺς ἀνοητότερον διακειμένους καὶ χρῄζοντας ὄψεως αἰσθητῆς, καὶ μηδεμίαν ἔννοιαν ἀσωμάτου φύσεως λαβεῖν δυναμένους, πρὸς δὲ τὰ ὁρατὰ μόνον ἐπτοημένους· ἵνα κἂν μετὰ ταῦτα μὴ γένηται ταῦτα τὰ ἐξ αὐτῶν δηλωθέντα ἅπαξ καὶ ἐν ἀρχῇ παραδέξῃ τῇ πίστει. Καὶ γὰρ ἐπὶ τῶν ἀποστόλων ἦχος ἐγένετο πνοῆς βιαίας, καὶ ὄψεις γλωσσῶν πυρίνων ἐφάνησαν· ἀλλ' οὐ διὰ τοὺς ἀποστόλους, ἀλλὰ διὰ τοὺς παρόντας τότε Ἰουδαίους. Ἀλλ' ὅμως εἰ καὶ μὴ αἰσθητὰ γίνεται σημεῖα, τὰ ἐξ αὐτῶν δηλωθέντα ἅπαξ καταδεχόμεθα. Ἐπεὶ καὶ ἡ περιστερὰ διὰ τοῦτο τότε ἐφάνη, ἵν' ὥσπερ ἀντὶ δακτύλου τινὸς δείξῃ τοῖς παροῦσι καὶ τῷ Ἰωάννῃ τὸν Υἱὸν τοῦ Θεοῦ. Οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ' ἵνα καὶ σὺ μάθῃς, ὅτι καὶ ἐπὶ σὲ βαπτιζόμενον τὸ Πνεῦμα ἔρχεται.