Ancient Greek · ~17 min
Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέγων· «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος·»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-24
Not analysed yet
Ἵνα δὲ καὶ ἐκ τοῦ ἐναντίου τοῦτο μάθῃς· ἐπειδὴ ἡ Μάρθα τούτων οὐδὲν εἶπεν, ἀλλὰ τοὐναντίον, ὅτι Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι· οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι καὶ γνώριμος οὖσα καὶ ἀγαπητὴ καὶ τῶν σφόδρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ καὶ ἐπετιμήθη καὶ διωρθώθη παρ' αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα. Καὶ γὰρ ἔλεγεν αὐτῇ· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; ὡς μηδέπω πιστευσάσῃ ἐγκαλῶν. Καὶ πάλιν, ἐπειδὴ ἔλεγεν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι· ἀπάγων τῆς τοιαύτης ὑπονοίας αὐτὴν, καὶ διδάσκων ὅτι παρ' ἑτέρου οὐ δέεται λαβεῖν, ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν, φησίν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· τουτέστιν, Οὐκ ἀναμένω δέξασθαι ἐνέργειαν, ἀλλ' οἴκοθεν πάντα ἐργάζομαι. Ὅθεν τὸν ἑκατοντάρχην καὶ θαυμάζει, καὶ τοῦ δήμου παντὸς προτίθησι, καὶ τῇ τῆς βασιλείας δόσει τιμᾷ, καὶ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ζῆλον καλεῖ. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο ταῦτα εἶπεν, ἵνα καὶ τοὺς ἄλλους παιδεύσῃ πιστεύειν οὕτως, ἄκουσον τοῦ εὐαγγελιστοῦ τὴν ἀκρίβειαν, πῶς αὐτὸ ᾐνίξατο· Στραφεὶς γὰρ, φησὶν, ὁ Ἰησοῦς εἶπε τοῖς ἀκολουθοῦσιν αὐτῷ· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ἄρα τὸ μεγάλα περὶ αὐτοῦ φαντάζεσθαι, τοῦτο μάλιστα πίστεως, καὶ βασιλείας καὶ τῶν ἄλλων πρόξενον ἀγαθῶν. Οὐδὲ γὰρ μέχρι λόγων αὐτῷ γέγονεν ὁ ἔπαινος, ἀλλὰ καὶ τὸν νοσοῦντα ὑγιῆ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλας ἐπαγγέλλεται δωρεὰς, οὕτω λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται εἰς τοὺς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ἐπειδὴ γὰρ πολλὰ ἐπεδείξατο θαύματα, μετὰ πλείονος αὐτοῖς λοιπὸν διαλέγεται παῤῥησίας. Εἶτα, ἵνα μή τις νομίσῃ κολακείας εἶναι τὰ ῥήματα, ἀλλὰ μάθωσιν ἅπαντες, ὅτι οὕτω διέκειτο ὁ ἑκατοντάρχης, φησίν· Ὕπαγε· ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ εὐθέως τὸ ἔργον ἠκολούθησε μαρτυροῦν τῇ προαιρέσει. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἀπὸ τῆς ὥρας ἐκείνης. Ὅπερ καὶ ἐπὶ τῆς Συροφοινικίσσης συνέβη· καὶ γὰρ ἐκείνῃ φησίν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς. Ἐπειδῆ δὲ καὶ ὁ Λουκᾶς τοῦτο τὸ θαῦμα ἀπαγγέλλων παρεντίθησιν ἕτερα πλείονα, ἃ δοκεῖ διαφωνίαν ἐμφαίνειν, ἐπιλῦσαι καὶ ταῦτα ἀναγκαῖον ὑμῖν. Τί οὖν φησιν ὁ Λουκᾶς; Ἔπεμψε πρεσβυτέρους τῶν Ἰουδαίων πρὸς αὐτὸν, παρακαλῶν αὐτὸν ἐλθεῖν. Ὁ δὲ Ματθαῖός φησιν, ὅτι αὐτὸς προσελθὼν ἔλεγεν, ὅτι Οὐκ εἰμὶ ἄξιος. Καί τινες μέν φασιν, ὅτι οὐκ ἔστιν οὗτος ἐκεῖνος, εἰ καὶ πολλὰ ἐοικότα ἔχει. Περὶ μὲν γὰρ ἐκείνου φησὶν, ὅτι Καὶ τὴν συναγωγὴν ἡμῶν ἔκτισε, καὶ τὸ ἔθνος ἀγαπᾷ· περὶ δὲ τούτου αὐτός φησιν ὁ Ἰησοῦς· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Καὶ ἐπ' ἐκείνου μὲν οὐκ εἶπεν, ὅτι Πολλοὶ ἥξουσιν ἀπὸ ἀνατολῶν, ὅθεν εἰκὸς Ἰουδαῖον αὐτὸν εἶναι. Τί οὖν ἐροῦμεν; Ὅτι αὕτη μὲν εὔκολος ἡ λύσις· τὸ δὲ ζητούμενον, εἰ ἀληθής. Ἐμοὶ δοκεῖ οὗτος ἐκεῖνος εἶναι. Πῶς οὖν, φησὶν, ὁ μὲν Ματθαῖος λέγει, ὅτι αὐτὸς εἶπεν, Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ὁ δὲ Λουκᾶς, ὅτι ἔπεμψεν ἵνα ἔλθῃ; Ἐμοὶ δοκεῖ τὴν κολακείαν τὴν Ἰουδαϊκὴν αἰνίττεσθαι ἡμῖν ὁ Λουκᾶς, καὶ ὅτι οἱ ἐν συμφορᾷ ἀκατάστατοι ὄντες πολλὰ μεταβουλεύονται. Εἰκὸς γὰρ τὸν ἑκατόνταρχον βουλόμενον ἀπελθεῖν κωλυθῆναι ὑπὸ τῶν Ἰουδαίων, κολακευόντων αὐτὸν καὶ λεγόντων, ὅτι Ἡμεῖς ἀπελθόντες ἄξομεν αὐτόν. Ὅρα γοῦν αὐτῶν καὶ τὴν παράκλησιν κολακείας οὖσαν μεστήν. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, φησὶ, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν· οὐδὲ ἴσασιν ὅθεν ἐπαινοῦσι τὸν ἄνδρα. Δέον γὰρ εἰπεῖν, ὅτι Ἐβουλήθη μὲν αὐτὸς ἐλθεῖν καὶ παρακαλέσαι, ἡμεῖς δὲ ἐκωλύσαμεν, τὴν συμφορὰν ἰδόντες, καὶ τὸ πτῶμα τὸ ἐπὶ τῆς οἰκίας κείμενον, καὶ οὕτω παραστῆσαι τῆς πίστεως αὐτοῦ τὸ μέγεθος· τοῦτο μὲν οὐ λέγουσιν· οὐδὲ γὰρ ἤθελον διὰ τὸ βασκαίνειν ἐκκαλύψαι τοῦ ἀνδρὸς τὴν πίστιν· ἀλλ' ᾑροῦντο μᾶλλον συσκιάσαι τὴν ἀρετὴν, ὑπὲρ οὗ τὴν ἱκεσίαν ἦλθον ποιησόμενοι, ἵνα μὴ δόξῃ μέγας τις εἶναι ὁ παρακαλούμενος, ἢ τὴν πίστιν ἀνακηρύξαντες τὴν ἐκείνου, ἀνύσαι τοῦτο, δι' ὅπερ ἦσαν ἀφιγμένοι. Ἱκανὸν γὰρ ἡ βασκανία πηρῶσαι διάνοιαν. Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ ἀκόντων αὐτῶν ἐκεῖνον ἀνεκήρυξε. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον αὐτοῦ τοῦ Λουκᾶ πάλιν αὐτὸ ἑρμηνεύοντος. Αὐτὸς γὰρ οὕτω φησὶν, ὅτι Οὐ μακρὰν ἀπέχοντος αὐτοῦ ἔπεμψε λέγων· Ὦ Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅτε γὰρ ἀπηλλάγη τῆς ἐπαχθείας αὐτῶν, τότε πέμπει λέγων· Μὴ νομίσῃς ὅτι δι' ὄκνον οὐ παρεγενόμην, ἀλλ' ἐμαυτὸν ἀνάξιον εἶναι ἐνόμισα τοῦ δέξασθαί σε ἐν τῇ οἰκίᾳ.