Ancient Greek · ~14 min
Καὶ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· «Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-27
Not analysed yet
Ἐνταῦθα μέντοι καὶ ἕτερον σημεῖον τῆς ἑαυτοῦ θεότητος δείκνυσιν οὐ μικρὸν, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμοτιμίας. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι τὸ λύειν ἁμαρτήματα Θεοῦ μόνου ἐστίν· αὐτὸς δὲ οὐ λύει ἁμαρτήματα μόνον, ἀλλὰ καὶ πρὸ τούτου ἕτερόν τι ἐπιδείκνυται, ὃ Θεοῦ μόνου ἦν, τὸ τὰ ἐν τῇ καρδίᾳ ἀπόῤῥητα ἐκφέρειν. Οὐδὲ γὰρ ἐξήνεγκαν εἰς μέσον ὅπερ ἐνενόουν. Ἰδοὺ γάρ τινες τῶν γραμματέων, φησὶν, ἐν ἑαυτοῖς εἶπον· Οὗτος βλασφημεῖ. Καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Ὅτι δὲ Θεοῦ μόνου ἐστὶ τὸ τὰ ἀπόῤῥητα εἰδέναι, ἄκουσον τί φησιν ὁ προφήτης· Σὺ ἐπίστασαι καρδίας μονώτατος· καὶ πάλιν, Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Καὶ ὁ Ἱερεμίας δέ φησι· Βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; καὶ, Ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Καὶ διὰ πολλῶν ἔστιν ἰδεῖν, ὅτι Θεοῦ μόνου ἐστὶ τὰ κατὰ διάνοιαν εἰδέναι. Δεικνὺς τοίνυν, ὅτι Θεός ἐστιν, ἴσος τῷ γεγεννηκότι, ἅπερ ἐν ἑαυτοῖς ἐλογίζοντο (δεδοικότες γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων αὐτῶν τὴν γνώμην εἰς τὸ μέσον ἐξενεγκεῖν), ταύτην ἐκκαλύπτει καὶ δήλην ποιεῖ, πολὺ καὶ ἐνταῦθα τὸ ἀνεπαχθὲς ἐνδεικνύμενος. Ἱνατί γὰρ, φησὶν, ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Καίτοιγε εἰ ἀγανακτῆσαι ἐχρῆν, τὸν κάμνοντα ἀγανακτῆσαι ἔδει ὡς διαπατηθέντα, καὶ εἰπεῖν· Ἕτερον ἦλθον θεραπεῦσαι, καὶ ἕτερον διορθοῦσαι; πόθεν γὰρ δῆλον, ὅτι ἀφέωνταί μου αἱ ἁμαρτίαι; Νυνὶ δὲ ἐκεῖνος μὲν οὐδὲν τοιοῦτον φθέγγεται, ἀλλὰ δίδωσιν ἑαυτὸν τῇ τοῦ θεραπεύοντος ἐξουσίᾳ· οὗτοι δὲ περιττοὶ ὄντες καὶ βάσκανοι, ταῖς ἑτέρων ἐπιβουλεύουσιν εὐεργεσίαις. Διὸ ἐπισκήπτει μὲν αὐτοῖς, μετ' ἐπιεικείας δὲ ἁπάσης. Εἰ γὰρ ἀπιστεῖτε, φησὶ, τῷ προτέρῳ, καὶ κόμπον εἶναι νομίζετε τὸ λεχθὲν, ἰδοὺ καὶ ἕτερον ἐκείνῳ προστίθημι, τὸ τὰ ἀπόῤῥητα ὑμῶν ἐκκαλύψαι· καὶ μετ' ἐκεῖνο πάλιν ἕτερον. Ποῖον δὴ τοῦτο; Τὸ σφίγξαι τὸ σῶμα τοῦ παραλελυμένου. Καὶ ὅτε μὲν εἶπε τῷ παραλυτικῷ, οὐ σαφῶς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ δηλῶν εἶπεν· οὑ γὰρ εἶπεν, Ἀφίημί σοι τὰς ἁμαρτίας, ἀλλ', Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ἐπειδὴ δὲ ἐκεῖνοι ἠνάγκασαν, τρανοτέραν αὐτοῦ δείκνυσι τὴν ἐξουσίαν, λέγων· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὁρᾷς ὅσον ἀπεῖχε τοῦ μὴ θέλειν νομίζεσθαι ἴσος τῷ Πατρί; Οὐδὲ γὰρ εἶπεν, ὅτι δεῖται ἑτέρου ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἢ ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, ἀλλ' ὅτι Ἐξουσίαν ἔχει. Καὶ οὐδὲ αὐτὸ πρὸς φιλοτιμίαν λέγει, ἀλλ' Ἵνα ὑμᾶς πείσω, φησὶν, ὅτι οὐ βλασφημῶ ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Πανταχοῦ γὰρ ἀποδείξεις βούλεται παρέχειν σαφεῖς καὶ ἀναντιῤῥήτους, ὡς ὅταν λέγῃ· Ὕπαγε, σαυτὸν δεῖξον τῷ ἱερεῖ· καὶ τὴν πενθερὰν Πέτρου δεικνύῃ διακονοῦσαν, καὶ τοὺς χοίρους συγχωρῇ κατακρημνίζεσθαι. Οὕτω δὴ καὶ ἐνταῦθα, τῆς μὲν τῶν ἁμαρτημάτων ἀφέσεως τεκμήριον, τὴν τοῦ σώματος σφίγξιν ποιεῖται· τῆς δὲ σφίγξεως, τὸ βαστάσαι τὸν κράββατον· ὥστε μὴ νομισθῆναι φαντασίαν εἶναι τὸ γεγενημένον. Καὶ οὐ πρότερον τοῦτο ποιεῖ, ἕως αὐτοὺς ἠρώτησε. Τί γὰρ, φησὶν, εὐκοπώτερόν ἐστιν εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δοκεῖ ῥᾷον ὑμῖν εἶναι, σῶμα σφίγξαι διῳκισμένον, ἢ ψυχῆς ἁμαρτήματα λῦσαι; Εὔδηλον ὅτι σῶμα σφίγξαι. Ὅσῳ γὰρ ψυχὴ σώματος βελτίων, τοσούτῳ τὸ ἁμαρτήματα λῦσαι τούτου μεῖζον· ἀλλ' ἐπειδὴ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερὸν, προστίθημι τὸ καταδεέστερον μὲν, φανερώτερον δέ· ἵνα καὶ τὸ μεῖζον καὶ τὸ ἀφανὲς διὰ τούτου λάβῃ τὴν ἀπόδειξιν, διὰ τῶν ἔργων προαποκαλύπτων ἤδη τὸ ὑπὸ τοῦ Ἰωάννου εἰρημένον, ὅτι αὐτὸς αἴρει τὰς ἁμαρτίας τοῦ κόσμου.