Ancient Greek · ~17 min
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοὶ, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ· «Ναὶ, Κύριε.» Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-30
Not analysed yet
Οἱ Φαρισαῖοι δὲ τοὐναντίον ἅπαν. Οὐ γὰρ μόνον διαβάλλουσι τὰ γεγενημένα, ἀλλὰ καὶ ἐναντία λέγοντες ἑαυτοῖς οὐκ αἰσχύνονται. Τοιοῦτον γὰρ ἡ πονηρία. Τί γάρ φασιν; Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· οὗ τί γένοιτ' ἂν ἀνοητότερον; Μάλιστα μὲν γὰρ, ὃ καὶ προϊών φησιν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος. Αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρε, καὶ νεκροὺς ἤγειρε, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυε, καὶ βασιλείαν ἐκήρυττε, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὔτ' ἂν ἕλοιτό ποτε δαίμων, οὔτ' ἂν δυνηθείη ποτὲ ἐργάσασθαι. Οἱ γὰρ δαίμονες εἰδώλοις προσάγουσι, καὶ Θεοῦ ἀπάγουσι, καὶ τῇ μελλούσῃ ζωῇ ἀπιστεῖν πείθουσιν. Ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ, ὅπου γε καὶ μὴ ὑβριζόμενος βλάπτει τοὺς θεραπεύοντας αὐτὸν καὶ τιμῶντας. Αὐτὸς δὲ τοὐναντίον ποιεῖ· μετὰ γὰρ τὰς ὕβρεις ταύτας καὶ τὰς λοιδορίας, Περιῆγε, φησὶ, τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καὶ οὐ μόνον αὐτοὺς οὐκ ἐκόλασεν ἀναισθητοῦντας, ἀλλ' οὐδὲ ἁπλῶς ἐπετίμησεν· ὁμοῦ τε τὴν πραότητα ἐπιδεικνύμενος, καὶ ταύτῃ τὴν κακηγορίαν ἐλέγχων· ὁμοῦ τε βουλόμενος διὰ τῶν ἑξῆς σημείων πλείονα παρασχεῖν τὴν ἀπόδειξιν, καὶ τότε καὶ τὸν ἀπὸ τῶν λόγων ἔλεγχον ἐπαγαγεῖν. Περιῆγε τοίνυν καὶ ἐν πόλεσι, καὶ ἐν χώραις, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν· παιδεύων ἡμᾶς οὕτως ἀμείβεσθαι τοὺς κακηγόρους, οὐ κακηγορίαις ἑτέραις. ἀλλ' εὐεργεσίαις μείζοσιν. Εἰ γὰρ μὴ δι' ἀνθρώπους, ἀλλὰ διὰ τὸν Θεὸν εὐεργετεῖς τοὺς ὁμοδούλους, ὅσα ἂν ποιῶσι, μὴ ἀποστῇς εὐεργετῶν, ἵνα μείζων ὁ μισθὸς ᾖ· ὡς ὅ γε μετὰ τὴν κακηγορίαν ἀφιστάμενος τῆς εὐεργεσίας, δείκνυσιν ὅτι διὰ τὸν ἐκείνων ἔπαινον, ἀλλ' οὐ διὰ τὸν Θεὸν, τῆς τοιαύτης ἐπιλαμβάνεται ἀρετῆς. Διὰ τοῦτο ὁ Χριστὸς παιδεύων ἡμᾶς, ὅτι ἐξ ἀγαθότητος μόνης ἐπὶ τοῦτο ᾔει, οὐ μόνον οὐκ ἀνέμενε πρὸς αὐτὸν ἐλθεῖν τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτὸς πρὸς ἐκείνους ἠπείγετο, δύο τὰ μέγιστα αὐτοῖς κομίζων ἀγαθά· ἓν μὲν, τῆς βασιλείας τὸ Εὐαγγέλιον· ἕτερον δὲ, τὴν πάντων τῶν νοσημάτων διόρθωσιν. Καὶ οὐδὲ πόλιν παρεώρα, οὐ κώμην παρέτρεχεν, ἀλλὰ πάντα ἐπῄει τόπον. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ ἑτέραν πρόνοιαν ἐπιδείκνυται. Ἰδὼν γὰρ, φησὶ, τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Ὅρα πάλιν τὸ ἀκενόδοξον. Ἵνα μὴ ἅπαντας πρὸς ἑαυτὸν ἐπισύρηται, ἐκπέμπει τοὺς μαθητάς. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα αὐτοὺς καὶ παιδεύσῃ, καθάπερ ἔν τινι παλαίστρᾳ τῇ Παλαιστίνῃ μελετήσαντας, οὕτω πρὸς τοὺς ἀγῶνας τῆς οἰκουμένης ἀποδύσασθαι. Διὰ δὴ τοῦτο καὶ μείζονα τὰ γυμνάσια τῶν ἀγώνων τίθησι, ὅσον εἰς τὴν αὐτῶν ἧκεν ἀρετὴν, ἵνα εὐκοπώτερον τῶν μετὰ ταῦτα ἀγώνων ἅψωνται, καθάπερ τινὰς νεοσσοὺς ἁπαλοὺς πρὸς τὸ πτῆναι προάγων ἤδη. Καὶ τέως αὐτοὺς ἰατροὺς σωμάτων ποιεῖ, ὕστερον ταμιευόμενος τὴν τῆς ψυχῆς διόρθωσιν τὴν προηγουμένην. Καὶ σκόπει πῶς εὔκολον τὸ πρᾶγμα δείκνυσι καὶ ἀναγκαῖον. Τί γάρ φησιν; Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Οὐ γὰρ ἐπὶ τὸν σπόρον ὑμᾶς, φησὶν, ἀλλ' ἐπὶ τὸν ἀμητὸν πέμπω. Ὅπερ ἐν τῷ Ἰωάννῃ ἔλεγεν· Ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταῦτα δὲ ἔλεγε, καὶ τὸ φρόνημα αὐτῶν καταστέλλων, καὶ θαῤῥεῖν παρασκευάζων, καὶ δεικνὺς ὅτι ὁ μείζων προέλαβε πόνος. Θέα δὲ καὶ ἐνταῦθα ἀπὸ φιλανθρωπίας ἀρχόμενον, οὐκ ἐξ ἀμοιβῆς τινος. Ἐσπλαγχνίσθη γὰρ, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Αὕτη τῶν ἀρχόντων τῶν Ἰουδαίων ἡ κατηγορία, ὅτι ποιμένες ὄντες τὰ τῶν λύκων ἐπεδείκνυντο. Οὐ γὰρ μόνον οὐ διώρθουν τὸ πλῆθος, ἀλλὰ καὶ ἐλυμαίνοντο αὐτῶν τὴν προκοπήν. Ἐκείνων γοῦν θαυμαζόντων, καὶ λεγόντων, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ· οὗτοι τὰ ἐναντία ἔλεγον, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἀλλὰ τίνας ἐργάτας ἐνταῦθά φησι; Τοὺς δώδεκα μαθητάς. Τί οὖν; εἰπὼν, Οἱ δὲ ἐργάται ὀλίγοι, προσέθηκεν αὐτοῖς; Οὐδαμῶς· ἀλλ' αὐτοὺς ἔπεμψε. Τίνος οὖν ἕνεκεν ἔλεγε, Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ, καὶ οὐδένα αὐτοῖς προσέθηκεν; Ὅτι καὶ δώδεκα ὄντας πολλοὺς ἐποίησε λοιπὸν, οὐχὶ τῷ ἀριθμῷ προσθεὶς, ἀλλὰ δύναμιν χαρισάμενος.