Ancient Greek · ~19 min
Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-32
Not analysed yet
Εἶτα, ἐπειδὴ πάσης αὐτοὺς ἀπήλλαξεν ἀγωνίας καὶ φόβων καὶ μερίμνης, καὶ ὑψηλοτέρους ἐποίησε τῶν ὀνειδῶν, τότε λοιπὸν εἰς καιρὸν αὐτοῖς καὶ περὶ τῆς ἐν τῷ κηρύγματι παῤῥησίας διαλέγεται. Ὃ λέγω γὰρ ἡμῖν, φησὶν, ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων. Καίτοιγε οὐκ ἦν σκότος, ἡνίκα ταῦτα ἔλεγεν, οὐδὲ εἰς τὸ οὖς αὐτοῖς διελέγετο. ἀλλὰ μεθ' ὑπερβολῆς κέχρηται τῷ λόγῳ. Ἐπειδὴ γὰρ μόνοις αὐτοῖς διελέγετο, καὶ ἐν μικρᾷ γωνίᾳ τῆς Παλαιστίνης, διὰ τοῦτο εἶπεν, Ἐν τῇ σκοτίᾳ, καὶ, Εἰς τὸ οὖς, πρὸς τὴν μετὰ ταῦτα παῤῥησίαν ἐσομένην. ἣν ἔμελλεν αὐτοῖς διδόναι, τὸν τρόπον τῆς διαλέξεως ἀντιδιαστέλλων ἐκείνης. Οὐ γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ τῇ οἰκουμένῃ κηρύξετε πάσῃ, φησὶ, γῆν καὶ θάλατταν ἐπιόντες, καὶ οἰκουμένην καὶ ἀοίκητον· καὶ τυράννοις καὶ δήμοις, καὶ φιλοσόφοις καὶ ῥήτορσι, γυμνῇ τῇ κεφαλῇ καὶ μετὰ παῤῥησίας πάσης πάντα λέγοντες. Διὰ τοῦτο εἶπεν, Ἐπὶ τῶν δωμάτων, καὶ, Ἐν τῷ φωτὶ, χωρὶς ὑποστολῆς τινος, καὶ μετὰ ἐλευθερίας ἁπάσης. Καὶ διατί μὴ εἶπε, Κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ, Εἴπατε ἐν τῷ φωτὶ, μόνον, ἀλλὰ καὶ προσέθηκεν, Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, καὶ, Ὃ εἰς τὸ οὖς ἀκούετε; Ἐπαίρων αὐτῶν τὰ φρονήματα. Ὥσπερ οὖν ὅτε ἔλεγε, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· οὕτω δὴ καὶ ἐνταῦθα, δεικνὺς ὅτι τὸ πᾶν δι' αὐτῶν ἐργάσεται, καὶ πλέον ἢ δι' ἑαυτοῦ, τοῦτο τέθεικε. Τὴν μὲν γὰρ ἀρχὴν ἐγὼ δέδωκα, φησὶ, καὶ τὰ προοίμια· τὸ δὲ πλέον δι' ὑμῶν ἀνύσαι βούλομαι. Τοῦτο δὲ οὐκ ἐπιτάττοντός ἐστι μόνον, ἀλλὰ καὶ τὸ μέλλον προαναφωνοῦντος, καὶ θαῤῥύνοντος τοῖς λεγομένοις, καὶ δεικνύντος ὅτι πάντων κρατήσουσι, καὶ ἠρέμα καὶ τὴν περὶ τῆς κακηγορίας ἀγωνίαν πάλιν ὑπορύττοντος. Ὥσπερ γὰρ τοῦτο τὸ κήρυγμα, λανθάνον τέως, πάντα ἐπελεύσεται, οὕτω καὶ ἡ πονηρὰ τῶν Ἰουδαίων ὑπόληψις ἀπολεῖται ταχέως. Εἶτα, ἐπειδὴ ἐπῆρεν αὐτοὺς καὶ ὕψωσε, προαναφωνεῖ πάλιν καὶ τοὺς κινδύνους, ἀναπτερῶν αὐτῶν τὴν διάνοιαν, καὶ ὑψηλοτέρους πάντων ποιῶν. Τί γάρ φησι; Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Εἶδες πῶς πάντων αὐτοὺς ἔστησεν ἀνωτέρους, οὐχὶ φροντίδος μόνον καὶ κακηγορίας, οὐδὲ κινδύνων καὶ ἐπιβουλῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πάντων δοκοῦντος εἶναι φοβεροῦ θανάτου πείθων καταφρονεῖν, καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου; Καὶ οὐκ εἶπεν, ὅτι Ἀναιρεθήσεσθε, ἀλλὰ καὶ μετὰ τῆς αὐτῷ προσηκούσης μεγαλοπρεπείας τοῦτο παρεδήλωσε, Μὴ φοβηθῆτε, λέγων, ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν καὶ ψυχὴν καὶ σῶμα δυνάμενον ἀπολέσαι ἐν γεέννῃ· ὅπερ ἀεὶ ποιεῖ, εἰς τοὐναντίον περιτρέπων τὸν λόγον. Τί γάρ; Δεδοίκατε, φησὶ, θάνατον, καὶ διὰ τοῦτο ὀκνεῖτε κηρύσσειν; Δι' αὐτὸ μὲν οὖν τοῦτο κηρύξατε, ἐπειδὴ δεδοίκατε θάνατον. Τοῦτο γὰρ ὑμᾶς ἐξαιρήσεται τοῦ ὄντως θανάτου. Εἰ γὰρ καὶ μέλλουσιν ὑμᾶς ἀναιρεῖν, ἀλλὰ τοῦ κρείττονος οὐ περιέσονται, κἂν μυρία φιλονεικήσωσι. Διὰ τοῦτο οὐκ εἶπε, Τὴν δὲ ψυχὴν μὴ ἀποκτενόντων, ἀλλὰ, Μὴ δυναμένων ἀποκτεῖναι. Κἂν γὰρ θελήσωσιν, οὐ περιέσονται. Ὥστε εἰ δέδοικας κόλασιν, ἐκείνην φοβοῦ τὴν πολλῷ χαλεπωτέραν. Ὁρᾷς πῶς πάλιν οὐκ ἐπαγγέλλεται αὐτοῖς ἀπαλλαγὴν θανάτου, ἀλλ' ἀφίησιν ἀποθανεῖν, μείζονα χαριζόμενος ἢ εἰ μὴ συνεχώρησε τοῦτο παθεῖν; Τοῦ γὰρ ἀπαλλάξαι θανάτου τὸ πεῖσαι καταφρονεῖν θανάτου πολλῷ μεῖζόν ἐστιν. Οὐ τοίνυν εἰς κινδύνους ἐμβάλλει αὐτοὺς, ἀλλ' ἀνωτέρους ποιεῖ κινδύνων, καὶ ἐν βραχεῖ λόγῳ τὰ περὶ ἀθανασίας ψυχῆς ἐν αὐτοῖς πήγνυσι δόγματα· καὶ ἐν δύο καὶ τρισὶ λέξεσι δόγμα σωτήριον καταφυτεύσας, καὶ ἀπὸ λογισμῶν αὐτοὺς ἑτέρων παραμυθεῖται. Ἵνα γὰρ μὴ νομίσωσιν ἀναιρούμενοι καὶ σφαττόμενοι, ὡς ἐγκαταλιμπανόμενοι τοῦτο πάσχειν, πάλιν τὸν περὶ τῆς προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον, οὕτω λέγων· Οὐχὶ δύο στρουθία ἀσσα ρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. Τί γὰρ εὐτελέστερον ἐκείνων· φησίν· ἀλλ' ὅμως οὐδὲ ἐκεῖνα ἁλώσεται, ἀγνοοῦντος τοῦ Θεοῦ, Οὐ γὰρ τοῦτό φησιν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτει· τοῦτο γὰρ ἀνάξιον Θεοῦ· ἀλλ' ὅτι οὐδὲ αὐτὸν λανθάνει τῶν γινομένων. Εἰ τοίνυν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς δὲ φιλεῖ πατρὸς γνησιώτερον, καὶ οὕτω φιλεῖ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ δεδοικέναι. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ' ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ αὐτοὺς ἐνδείξηται. Εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γινόμενα, καὶ δύναται σώζειν ὑμᾶς, καὶ βούλεται, ὅσα ἂν πάθητε, μὴ νομίσητε ἐγκαταλιμπανόμενοι πάσχειν. Οὐδὲ γὰρ ἀπαλλάξαι ὑμᾶς βούλεται τῶν δεινῶν, ἀλλὰ πεῖσαι καταφρονεῖν τῶν δεινῶν· ἐπειδὴ τοῦτο μάλιστα ἀπαλλαγὴ τῶν δεινῶν. Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. Ὁρᾷς ἤδη τὸν φόβον αὐτῶν κρατήσαντα; Καὶ γὰρ ᾔδει τὰ ἀπόῤῥητα τῆς διανοίας· διὰ τοῦτο ἐπήγαγε, Μὴ οὖν φοβεῖσθε αὐτούς. Κἂν γὰρ κρατήσωσι, τοῦ καταδεεστέρου κρατήσουσι, τοῦ σώματος λέγω· ὃ κἂν μὴ οὗτοι ἀποκτείνωσιν, ἡ φύσις λαβοῦσα ἄπεισι πάντως.