Ancient Greek · ~17 min
Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· καὶ ἰδοὺ ἄνθρωπος τὴν χεῖρα ἔχων ξηράν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-38
Not analysed yet
Τοσοῦτον ἡ βασκανία κακόν. Οὐδὲ γὰρ τοῖς ἀλλοτρίοις μόνον, ἀλλὰ καὶ τοῖς οἰκείοις ἀεὶ πολεμεῖ. Ὁ δὲ Μάρκος φησὶν, ὅτι μετὰ τῶν Ἡρωδιανῶν τοῦτο ἐβουλεύσαντο. Τί οὖν ὁ ἥμερος καὶ πρᾶος; Ἀνεχώρησε ταῦτα μαθών. Ὁ δὲ Ἰησοῦς γνοὺς τὰς ἐνθυμήσεις αὐτῶν, ἀνεχώρησε, φησὶν, ἐκεῖθεν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι σημεῖα γίνεσθαι ἔδει; Διὰ γὰρ τούτων ἔδειξεν, ὅτι ἡ ἀγνώμων ψυχὴ οὐδὲ ἐντεῦθεν πείθεται, καὶ ἐδήλωσεν ὅτι καὶ τοῖς μαθηταῖς εἰκῆ ἐνεκάλουν. Ἐκεῖνο μέντοι παρατηρεῖν χρὴ, ὅτι μάλιστα πρὸς τὰς τῶν πλησίον ἀγριαίνουσιν εὐεργεσίας· καὶ ὅταν ἴδωσί τινα ἢ νοσήματος ἢ κακίας ἀπαλλαττόμενον, τότε καὶ ἐγκαλοῦσι καὶ ἐκθηριοῦνται. Καὶ γὰρ ὅτε τὴν πόρνην σώζειν ἔμελλε, διέβαλλον αὐτόν· καὶ ὅτε μετὰ τελωνῶν ἔφαγε· καὶ νῦν πάλιν, ἐπειδὴ τὴν χεῖρα ἀποκατασταθεῖσαν εἶδον. Σὺ δέ μοι σκόπει, πῶς οὐδὲ τῆς πρὸς τοὺς ἀῤῥώστους κηδεμονίας ἀφίσταται, καὶ τὸν ἐκείνων παραμυθεῖται φθόνον. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησε τοῖς θεραπευθεῖσιν, ἵνα μηδενὶ φανερὸν αὐτὸν ποιήσωσιν. Οἱ μὲν γὰρ ὄχλοι πανταχοῦ καὶ θαυμάζουσι καὶ ἀκολουθοῦσιν· ἐκεῖνοι δὲ τῆς πονηρίας οὐκ ἀφίστανται. Εἶτα ἵνα μὴ θορυβηθῇς ἐπὶ τοῖς γινομένοις, καὶ τῷ παραδόξῳ τῆς ἐκείνων μανίας, εἰσάγει καὶ τὸν προφήτην ταῦτα προαναφωνοῦντα. Τοσαύτη γὰρ ἦν τῶν προφητῶν ἡ ἀκρίβεια, ὡς μηδὲ ταῦτα παραλιπεῖν, ἀλλὰ καὶ τὰς ὁδοὺς αὐτοῦ καὶ τὰς μεταβάσεις προφητεύειν, καὶ τὴν γνώμην μεθ' ἧς ταῦτα ἐποίει· ἵνα μάθῃς, ὅτι πάντα Πνεύματι ἐφθέγγοντο. Εἰ γὰρ τὰ ἀνθρώπων ἀπόῤῥητα ἀμήχανον εἰδέναι, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸν σκοπὸν ἀδύνατον ἦν μαθεῖν, μὴ τοῦ Πνεύματος ἀποκαλύψαντος. Τί οὖν ὁ προφήτης φησίν; Ἐπήγαγε γοῦν· Ὅπως πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ὁ Παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀναγγελεῖ. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν αὐτοῦ· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Τὴν πραότητα αὐτοῦ καὶ τὴν δύναμιν τὴν ἄφατον ἀνυμνεῖ, καὶ θύραν τοῖς ἔθνεσιν ἀνοίγνυσι μεγάλην καὶ ἐνεργῆ, καὶ τὰ καταληψόμενα τοὺς Ἰουδαίους προλέγει κακὰ, καὶ δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα. Ἰδοὺ γὰρ, φησὶν, ὁ Παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Εἰ δὲ ᾑρέτισεν, οὐχ ὡς ἐναντιούμενος λύει τὸν νόμον, οὐδὲ ὡς ἐχθρὸς ὢν τοῦ Νομοθέτου, ἀλλ' ὡς ὁμογνώμων καὶ τὰ αὐτὰ πράττων. Εἶτα τὴν πραότητα αὐτοῦ ἀνακηρύττων, φησίν· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει. Αὐτὸς μὲν γὰρ ἐβούλετο θεραπεύειν ἐπ' αὐτῶν· ἐπειδὴ δὲ ἀπεκρούοντο, οὐδὲ πρὸς τοῦτο ἀντέτεινε. Καὶ δεικνὺς καὶ τὴν αὐτοῦ ἰσχὺν καὶ τὴν ἐκείνων ἀσθένειαν, φησί· Κάλαμον συντετριμμένον οὐ κατεάξει. Καὶ γὰρ ἦν ῥᾴδιον ἅπαντας αὐτοὺς ὥσπερ κάλαμον διακλάσαι· καὶ οὐδὲ ἁπλῶς κάλαμον, ἀλλ' ἤδη συντριβέντα. Καὶ λίνον τυφόμενον οὐ σβέσει. Ἐνταῦθα καὶ τὸν ἐκείνων θυμὸν τὸν ἀναπτόμενον παρίστησι, καὶ τὴν τούτου ἰσχὺν ἱκανὴν οὖσαν καταλῦσαι τὸν θυμὸν αὐτῶν, καὶ κατασβέσαι μετ' εὐκολίας ἁπάσης· ὅθεν ἡ πολλὴ ἐπιείκεια δείκνυται. Τί οὖν; ἀεὶ ταῦτα ἔσται; καὶ οἴσει διὰ τέλους τοιαῦτα ἐπιβουλεύοντας καὶ μαινομένους; Ἄπαγε· ἀλλ' ὅταν τὰ αὐτοῦ ἐπιδείξηται, τότε καὶ ἐκεῖνα ἐργάσεται. Τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι· καθάπερ καὶ ὁ Παῦλός φησιν· Ἕτοιμοι ὄντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Τί δέ ἐστιν, Ὅταν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν; Ὅταν τὰ παρ' ἑαυτοῦ πάντα πληρώσῃ, φησὶ, τότε καὶ τὴν ἐκδίκησιν ἐπάξει, καὶ ἐκδίκησιν τελείαν. Τότε τὰ δεινὰ πείσονται, ὅταν λαμπρὸν στῇ τὸ τρόπαιον, καὶ νικήσῃ τὰ παρ' αὐτοῦ δικαιώματα, καὶ μηδὲ ἀναίσχυντον αὐτοῖς καταλίπῃ ἀντιλογίας πρόφασιν. Οἶδε γὰρ κρίσιν τὴν δικαιοσύνην λέγειν. Ἀλλ' οὐκ ἐν τούτῳ στήσεται τὰ τῆς οἰκονομίας, ἐν τῷ κολασθῆναι τοὺς ἀπιστήσαντας μόνον· ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπισπάσεται. Διὸ καὶ ἐπήγαγε· Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Εἶτα ἵνα μάθῃς, ὅτι καὶ τοῦτο κατὰ γνώμην ἐστὶ τοῦ Πατρὸς, ἐν τῷ προοιμίῳ ὁ προφήτης καὶ τοῦτο μετὰ τῶν ἔμπροσθεν ἐνεγγυήσατο, εἰπών· Ὁ ἀγαπητός μου, εἰς ὂν εὐδόκησεν ἡ ψυχή μου. Ὁ γὰρ ἀγαπητὸς εὔδηλον ὅτι κατὰ γνώμην τοῦ φιλουμένου καὶ ταῦτα ἐποίει. Τότε προσήνεγκαν αὐτῷ δαιμονιζόμενον, τυφλὸν καὶ κωφὸν καὶ ἐθεράπευσεν αὐτὸν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν.