Ancient Greek · ~18 min
Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες· «Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ ἀποκριθεὶς εἶπε· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-41
Not analysed yet
Ὅρα δὲ πῶς καὶ αἰνιττόμενος ἀκριβῶς αὐτὸ τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐν τῇ γῇ, ἀλλ', Ἐν τῇ καρδίᾳ τῆς γῆς, ἵνα καὶ τὸν τάφον δηλώσῃ, καὶ μηδεὶς δόκησιν ὑποπτεύσῃ. Καὶ τρεῖς δὲ ἡμέρας διὰ τοῦτο συνεχώρησεν, ἵνα πιστευθῇ ὅτι ἀπέθανεν. Οὐ γὰρ τῷ σταυρῷ αὐτὸ μόνον βεβαιοῦται, καὶ τῇ πάντων ὄψει, ἀλλὰ καὶ τῷ χρόνῳ τῶν ἡμερῶν. Τῇ μὲν γὰρ ἀναστάσει πᾶς ὁ μετὰ ταῦτα ἔμελλε μαρτυρήσειν χρόνος· ὁ σταυρὸς δὲ, εἰ μὴ τότε πολλὰ ἔσχε τὰ μαρτυροῦντα αὐτῷ σημεῖα, κἂν ἠπιστήθη· τούτου δὲ ἀπιστηθέντος, καὶ ἡ ἀνάστασις ἂν διηπιστήθη. Διὰ τοῦτο καὶ σημεῖον αὐτὸ καλεῖ. Εἰ δὲ μὴ ἐσταυρώθη, οὐκ ἂν ἐδόθη τὸ σημεῖον. Διὰ τοῦτο καὶ τὸν τύπον φέρει εἰς μέσον, ἵνα πιστευθῇ ἡ ἀλήθεια. Εἰπὲ γάρ μοι, φαντασία ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους; Ἀλλ' οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν. Οὐκοῦν οὐδὲ ὁ Χριστὸς ἐν τῇ καρδίᾳ τῆς γῆς. Οὐ γὰρ δήπου ὁ μὲν τύπος ἐν ἀληθείᾳ, ἡ δὲ ἀλήθεια ἐν φαντασίᾳ. Διὰ τοῦτο πανταχοῦ τὸν θάνατον αὐτοῦ καταγγέλλομεν, καὶ ἐν τοῖς μυστηρίοις, καὶ ἐν τῷ βαπτίσματι, καὶ ἐν τοῖς ἄλλοις ἅπασι. Διὰ τοῦτο καὶ ὁ Παῦλος λαμπρᾷ βοᾷ τῇ φωνῇ· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅθεν δῆλον, ὅτι τέκνα τοῦ διαβόλου εἰσὶν οἱ τὰ Μαρκίωνος νοσοῦντες, ταῦτα ἐξαλείφοντες, ἅπερ ὥστε μὴ ἀφανισθῆναι μυρία ἐποίησεν ὁ Χριστὸς, καὶ ὥστε ἀφανισθῆναι μυρία ἐσπούδακεν ὁ διάβολος, τὸν σταυρὸν λέγω καὶ τὸ πάθος. Διὰ τοῦτο ἔλεγε καὶ ἀλλαχοῦ· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ἔσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος· καὶ ἐνταῦθα, Οὐ δοθήσεται αὐτῇ σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· καὶ ὅτι ὑπὲρ αὐτῶν πείσεται δηλῶν, καὶ ὅτι οὐδὲν κερδανοῦσι· τοῦτο γὰρ μετὰ ταῦτα ἐδήλωσεν. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς ἀπέθανε· τοσαύτη ἦν αὐτοῦ ἡ κηδεμονία. Ἵνα γὰρ μὴ νομίσῃς ὅτι καὶ τὰ ἑξῆς τοιαῦτα ἔσται ἐπὶ τῶν Ἰουδαίων, οἷα ἐπὶ τῶν Νινευϊτῶν, καὶ ἐπιστραφήσονται, καὶ καθάπερ ἐκείνοις σειομένην τὴν πόλιν ἔστησε, καὶ τοὺς βαρβάρους ἐπέστρεψεν, οὕτω καὶ οὗτοι μετὰ τὴν ἀνάστασιν ἐπιστρέψουσιν, ἄκουσον πῶς τοὐναντίον ἅπαν δηλοῖ. Ὅτι γὰρ οὐδὲν καρπώσονται ἐντεῦθεν εἰς τὴν οἰκείαν εὐεργεσίαν, ἀλλὰ καὶ ἀνήκεστα πείσονται, καὶ τοῦτο ἑξῆς ἐδήλωσε διὰ τοῦ κατὰ τὸν δαίμονα παραδείγματος. Τέως δὲ ὑπὲρ ὧν μέλλουσι πάσχειν μετὰ ταῦτα ἀπολογεῖται, δεικνὺς ὅτι δικαίως πείσονται. Τὰς μὲν γὰρ συμφορὰς αὐτῶν καὶ τὴν ἐρημίαν ἀπὸ τοῦ παραδείγματος ἐκείνου παρίστησι· τέως δὲ δείκνυσιν, ὅτι δικαίως ταῦτα πάντα ὑπομενοῦσιν· ὅπερ καὶ ἐπὶ τῆς Παλαιᾶς ἐποίει, Καὶ γὰρ τὰ Σόδομα μέλλων καθαιρεῖν, ἀπελογήσατο τῷ Ἀβραὰμ πρότερον, τὴν ἐρημίαν δείξας καὶ τὴν σπάνιν τῆς ἀρετῆς, ὅπου γε οὐδὲ δέκα εὑρέθησαν ἄνδρες ἐν πόλεσι τοσαύταις σωφρόνως ζῇν προῃρημένοι. Καὶ τῷ Λὼτ δὲ ὁμοίως δείξας τὴν μισοξενίαν καὶ τοὺς ἀτόπους αὐτῶν ἔρωτας, τότε ἐπάγει τὸ πῦρ. Καὶ ἐπὶ τοῦ κατακλυσμοῦ δὲ τὸ αὐτὸ τοῦτο ἐποίησε, διὰ τῶν ἔργων ἀπολογησάμενος τῷ Νῶε. Καὶ τῷ Ἰεζεχιὴλ δὲ ὁμοίως, ὅτε. ἐν Βαβυλῶνι διάγοντα τὰ ἐν Ἱεροσολύμοις ἰδεῖν ἐποίησε κακά. Καὶ τῷ Ἱερεμίᾳ δὲ πάλιν, ὅτε ἔλεγε, Μὴ προσεύχου, ἀπολογούμενος ἔλεγεν· Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσι; Καὶ πανταχοῦ τὸ αὐτὸ τοῦτο ποιεῖ, ὃ δὴ καὶ ἐνταῦθα. Τί γάρ φησιν; Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Ὁ μὲν γὰρ δοῦλος, ἐγὼ δὲ Δεσπότης· καὶ ὁ μὲν ἐκ κήτους ἐξῆλθεν, ἐγὼ δὲ ἐκ θανάτου ἀνέστην· καὶ ὁ μὲν καταστροφὴν ἐκήρυξεν, ἐγὼ δὲ βασιλείαν ἦλθον εὐαγγελιζόμενος. Καὶ οἱ μὲν χωρὶς σημείου ἐπίστευσαν, ἐγὼ δὲ πολλὰ σημεῖα ἐπεδειξάμην. Καὶ οἱ μὲν οὐδὲν πλέον ἤκουσαν τῶν ῥημάτων ἐκείνων, ἐγὼ δὲ πᾶσαν ἐκίνησα φιλοσοφίας ἰδέαν. Καὶ ὁ μὲν διακονούμενος παρεγένετο, ἐγὼ δὲ αὐτὸς ὁ Δεσπότης καὶ ὁ πάντων Κύριος ἦλθον, οὐκ ἀπειλῶν, οὐκ ἀπαιτῶν εὐθύνας, ἀλλὰ συγχώρησιν κομίζων. Καὶ οἱ μὲν βάρβαροι, οὗτοι δὲ προφήταις συνανεστράφησαν μυρίοις. Καὶ περὶ ἐκείνου μὲν οὐδεὶς προεῖπεν, περὶ ἐμοῦ δὲ ἅπαντες, καὶ τὰ ἔργα τοῖς λόγοις συνέβαινε. Κἀκεῖνος μὲν ἐδραπέτευσεν, ἀπιέναι μέλλων ὑπὲρ τοῦ μὴ γελασθῆναι· ἐγὼ δὲ εἰδὼς ὅτι καὶ σταυροῦσθαι καὶ γελᾶσθαι μέλλω, παρεγενόμην. Καὶ ἐκεῖνος μὲν οὐδὲ ὀνειδισθῆναι ἤνεγκεν ὑπὲρ τῶν σωζομένων· ἐγὼ δὲ καὶ θάνατον ὑπέμεινα, καὶ θάνατον τὸν αἴσχιστον, καὶ μετὰ ταῦτα πάλιν ἑτέρους ἀποστέλλω. Καὶ ὁ μὲν ξένος τις ἦν καὶ ἀλλότριος καὶ ἄγνωστος· ἐγὼ δὲ συγγενὴς κατὰ σάρκα, καὶ προγόνων τῶν αὐτῶν. Καὶ πολλὰ δὲ ἕτερα ἄν τις συναγάγοι, τὸ πλέον ἐπιζητῶν.