Ancient Greek · ~17 min
Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι. Εἶπε δέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι.» Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ εἰπόντι «Τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου;» Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς, εἶπεν· «Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-42
Not analysed yet
Ταῦτ' οὖν εἰδότες, μήτε ἐπὶ παισὶν εὐδοκίμοις μέγα φρονῶμεν, ἂν μὴ τὴν ἀρετὴν αὐτῶν ἔχωμεν· μήτε ἐπὶ πατράσι γενναίοις, ἐὰν μὴ ὦμεν αὐτοῖς ὁμότροποι. Ἔστι γὰρ καὶ τὸν γεννήσαντα μὴ εἶναι πατέρα, καὶ τὸν μὴ γεννήσαντα εἶναι. Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ γυναικός τινος εἰπούσης· Μακαρία ἡ γαστὴρ ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· οὐκ εἶπεν, Οὐκ ἐβάστασέ με κοιλία, οὐδὲ Μαστοὺς οὐκ ἐθήλασα· ἀλλὰ τοῦτο· Μενοῦνγε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου. Ὁρᾷς πῶς ἄνω καὶ κάτω οὐκ ἀρνεῖται τὴν κατὰ φύσιν συγγένειαν, ἀλλὰ προστίθησι τὴν κατ' ἀρετήν; Καὶ ὁ πρόδρομος δὲ λέγων, Γεννήματα ἐχιδνῶν, μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραὰμ, οὐ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ Ἀβραὰμ κατὰ φύσιν, ἀλλ' ὅτι οὐδὲν αὐτοὺς ὠφελεῖ τὸ εἶναι ἐκ τοῦ Ἀβραὰμ, εἰ μὴ τὴν ἀπὸ τῶν τρόπων συγγένειαν ἔχοιεν· ὃ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· οὐ τῆς συγγενείας αὐτοὺς ἀποστερῶν τῆς κατὰ σάρκα, ἀλλὰ παιδεύων τὴν μείζονα ταύτης καὶ κυριωτέραν ἐπιζητεῖν. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζει, ἀλλ' ἀνεπαχθέστερον καὶ ἐμμελέστερον· καὶ γὰρ πρὸς μητέρα ἦν ὁ λόγος αὐτῷ. Οὐδὲ γὰρ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, οὐδὲ ἀδελφοὶ ἐκεῖνοι, ἐπειδὴ οὐ ποιοῦσι τὸ θέλημά μου· οὐδὲ ἀπεφήνατο καὶ κατεδίκασεν· ἀλλ' ἔτι κυρίους αὐτοὺς ἐποίει τοῦ βούλεσθαι, μετὰ τῆς αὐτῷ πρεπούσης ἐπιεικείας φθεγγόμενος. Ὁ γὰρ ποιῶν, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ὥστε εἰ βούλονται εἶναι, ταύτην ἐρχέσθωσαν τὴν ὁδόν. Καὶ ἡνίκα δὲ ἐβόησεν ἡ γυνὴ λέγουσα, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, οὐκ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, ἀλλ', Εἰ βούλεται μακαρία εἶναι, τὸ θέλημα ποιείτω τοῦ Πατρός μου. Ὁ γὰρ τοιοῦτος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Βαβαὶ τῆς τιμῆς. βαβαὶ τῆς ἀρετῆς. εἰς ὅσην ἀνάγει κορυφὴν τὸν μετιόντα αὐτήν. Πόσαι γυναῖκες ἐμακάρισαν τὴν ἁγίαν Παρθένον ἐκείνην καὶ τὴν νηδὺν, καὶ ηὔξαντο τοιαῦται γενέσθαι μητέρες, καὶ πάντα προέσθαι. Τί τοίνυν τὸ κωλύον; Ἰδοὺ γὰρ εὐρεῖαν ἔτεμεν ἡμῖν ὁδὸν, καὶ ἔξεστιν οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ ἀνδράσιν ἐπὶ τῆς τοιαύτης γενέσθαι τάξεως· μᾶλλον δὲ καὶ ἔτι πολλῷ μείζονος. Τοῦτο γὰρ πολλῷ μᾶλλον μητέρα ποιεῖ, ἢ αἱ ὠδῖνες ἐκεῖναι. Ὥστε εἰ μακαριστὸν ἐκεῖνο, πολλῷ μᾶλλον τοῦτο, ὅσῳ καὶ κυριώτερον. Μὴ τοίνυν ἁπλῶς ἐπιθύμει· ἀλλὰ καὶ τὴν ὁδὸν τὴν φέρουσάν σε ἐπὶ τὴν ἐπιθυμίαν βάδιζε μετὰ πολλῆς τῆς σπουδῆς. Ταῦτα τοίνυν εἰπὼν ἐξῆλθεν ἐκ τῆς οἰκίας. Εἶδες πῶς καὶ ἐπέπληξε, καὶ ἐποίησεν ὅπερ ἐπόθουν; Ὃ δὴ καὶ ἐπὶ τῶν γάμων ποιεῖ. Καὶ γὰρ ἐκεῖ καὶ ἐπετίμησεν ἀκαίρως αἰτούσῃ, καὶ ὅμως οὐκ ἀντεῖπε· τῷ μὲν προτέρῳ διορθούμενος τὴν ἀσθένειαν, τῷ δὲ δευτέρῳ τὴν περὶ τὴν μητέρα εὔνοιαν ἐπιδεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα τῆς τε κενοδοξίας τὸ νόσημα ἰάσατο, καὶ τὴν πρέπουσαν τιμὴν τῇ μητρὶ ἀπέδωκε, καίτοι καὶ ἄκαιρα αἰτούσῃ. Ἐν γὰρ τῇ ἡμέρᾳ, φησὶν, ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἰδεῖν καὶ ἀκοῦσαι, ἰδοὺ ἐξέρχομαι καὶ διαλέγομαι. Ἐπειδὴ γὰρ σημεῖα πολλὰ ἐποίησε, πάλιν τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν παρέχει. Καὶ κάθηται παρὰ τὴν θάλασσαν, ἁλιεύων καὶ σαγηνεύων τοὺς ἐν τῇ γῇ. Ἐκάθισε δὲ παρὰ τὴν θάλασσαν οὐχ ἁπλῶς· καὶ τοῦτο αὐτὸ τέθεικεν αἰνιττόμενος ὁ εὐαγγελιστής. Ἵνα γὰρ δείξῃ, ὅτι βουλόμενος μετὰ ἀκριβείας συγκροτῆσαι τὸ θέατρον, τοῦτο πεποίηκε, καὶ ὥστε μηδένα ἀφεῖναι κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχειν, Καὶ συνήχθησαν, φησὶ, πρὸς αὐτὸν ὄχλοι πολλοὶ, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. Καθίσας δὲ ἐκεῖ, διὰ παραβολῶν φθέγγεται. Καὶ ἐλάλησεν αὐτοῖς, φησὶ, πολλὰ ἐν παραβολαῖς. Καίτοιγε ἐπὶ τοῦ ὄρους οὐχ οὕτως ἐποίησεν, οὐδὲ διὰ παραβολῶν τοσούτων τὸν λόγον ὕφηνεν· τότε γὰρ ὄχλοι μόνον ἦσαν καὶ δῆμος ἄπλαστος· ἐνταῦθα δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. Σὺ δέ μοι σκόπει ποίαν προτέραν λέγει παραβολὴν, καὶ πῶς κατὰ ἀκολουθίαν αὐτὰς τίθησιν ὁ Ματθαῖος. Ποίαν οὖν πρώτην λέγει; Ἣν μάλιστα πρώτην ἐχρῆν εἰπεῖν, τὴν ποιοῦσαν τὸν ἀκροατὴν προσεκτικώτερον. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς ἔμελλε διαλέγεσθαι, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόντων πρῶτον διὰ τῆς παραβολῆς. Διὰ τοῦτο καὶ ἕτερος εὐαγγελιστής φησιν, ὅτι ἐπετίμησεν αὐτοῖς, ὅτι οὐ νοοῦσι, λέγων· Πῶς οὐκ ἔγνωτε τὴν παραβολήν; Οὐ διὰ τοῦτο δὲ μόνον ἐν παραβολαῖς φθέγγεται, ἀλλ' ἵνα καὶ ἐμφαντικώτερον τὸν λόγον ποιήσῃ, καὶ πλείονα τὴν μνήμην ἐνθῇ, καὶ ὑπ' ὄψιν ἀγάγῃ τὰ πράγματα. Οὕτω καὶ οἱ προφῆται ποιοῦσι.