Ancient Greek · ~18 min
Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-53
Not analysed yet
Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Τοῦτο ἐξ ἐκείνου γίνεται. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι μέχρι ῥημάτων καὶ ὕβρεων καὶ ὀνειδῶν δεῖ ἀπαρνήσασθαι ἑαυτὸν, λέγει καὶ μέχρι πόσου ἀπαρνεῖσθαι ἑαυτὸν δεῖ· τουτέστι, μέχρι θανάτου, καὶ θανάτου ἐπονειδίστου. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀπαρνησάσθω ἑαυτὸν μέχρι θανάτου, ἀλλ' Ἀράτω τὸν σταυρὸν αὐτοῦ, τὸν ἐπονείδιστον θάνατον δηλῶν· καὶ ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διὰ παντὸς τοῦ βίου τοῦτο δεῖ ποιεῖν. Διηνεκῶς γὰρ, φησὶ, περίφερε τὸν θάνατον τοῦτον, καθ' ἡμέραν ἕτοιμος ἔσο πρὸς σφαγήν. Ἐπειδὴ γὰρ πολλοὶ χρημάτων μὲν κατεφρόνησαν καὶ τρυφῆς καὶ δόξης, θανάτου δὲ οὐχ ὑπερεῖδον, ἀλλ' ἔδεισαν κινδύνους· ἐγὼ, φησὶ, καὶ μέχρις αἵματος παλαίειν τὸν ἀγωνιστὴν βούλομαι τὸν ἐμὸν, καὶ ἕως σφαγῆς τὰ σκάμματα γίνεσθαι· ὥστε κἂν θάνατον ὑπομεῖναι δέῃ, κἂν θάνατον τὸν ἐπονείδιστον, κἂν θάνατον τὸν ἐπάρατον, κἂν ἐπὶ πονηρᾷ ὑπολήψει, πάντα γενναίως φέρειν, καὶ ταύτῃ μᾶλλον ἀγάλλεσθαι. Καὶ ἀκολουθείτω μοι. Ἐπειδὴ γὰρ ἔστι καὶ πάσχοντα μὴ ἀκολουθεῖν, ὅταν μὴ δι' αὐτόν τις πάθῃ· (καὶ γὰρ λῃσταὶ πολλὰ χαλεπὰ πάσχουσι, καὶ τυμβωρύχοι καὶ γόητες·) ἵνα μὴ νομίσῃς, ὅτι ἀρκεῖ τῶν δεινῶν ἡ φύσις, προστίθησι τὴν ὑπόθεσιν τῶν δεινῶν. Τίς δέ ἐστιν αὕτη· Ἵνα ταῦτα ποιῶν καὶ πάσχων αὐτῷ ἀκολουθῇς· ἵνα δι' αὐτὸν πάντα ὑπομένῃς· ἵνα καὶ τὴν ἄλλην ἀρετὴν ἔχῃς. Καὶ γὰρ καὶ τοῦτο δηλοῖ τὸ, Ἀκολουθείτω μοι· ὥστε μὴ μόνον ἀνδρείαν τὴν ἐν τοῖς δεινοῖς, ἀλλὰ καὶ σωφροσύνην, καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φιλοσοφίαν. Τοῦτο γάρ ἐστιν ἀκολουθεῖν ὡς χρὴ, τὸ καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὸ δι' αὐτὸν πάντα πάσχειν. Εἰσὶ γὰρ οἳ τῷ διαβόλῳ ἀκολουθοῦντες καὶ ταῦτα πάσχουσι, καὶ δι' ἐκεῖνον τὰς ψυχὰς αὐτῶν ἐκδιδόασιν· ἀλλ' ἡμεῖς διὰ τὸν Χριστὸν, μᾶλλον δὲ δι' ἡμᾶς αὐτούς· ἐκεῖνοι μὲν, ἵνα ἑαυτοὺς βλάψωσι καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἡμεῖς δὲ, ἵνα κερδήσωμεν ἑκατέραν τὴν ζωήν. Πῶς οὖν οὐκ ἐσχάτης βλακείας, μηδὲ τὴν αὐτὴν τοῖς ἀπολλυμένοις ἐπιδείκνυσθαι ἀνδρείαν, καὶ ταῦτα τοσούτους μέλλοντας καρποῦσθαι στεφάνους; Καίτοιγε ἡμῖν μὲν καὶ ὁ Χριστὸς πάρεστι βοηθῶν, ἐκείνοις δὲ οὐδείς. Εἶπε μὲν οὖν ἤδη καὶ τοῦτο τὸ ἐπίταγμα, ὅτε ἔπεμπεν αὐτοὺς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλ θητε· (Ἀποστέλλω γὰρ ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων, φησί· καὶ, Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε·) νυνὶ δὲ ἐπιτεταμένως μᾶλλον καὶ αὐστηρότερον. Τότε μὲν γὰρ θάνατον εἶπε μόνον· ἐνταῦθα δὲ καὶ σταυροῦ ἐμνημόνευσε, καὶ σταυροῦ διηνεκοῦς. Ἀράτω γὰρ, φησὶ, τὸν σταυρὸν αὐτοῦ· τουτέστι, Βασταζέτω διηνεκῶς, καὶ φερέτω. Καὶ τοῦτο ποιεῖν εἴωθε πανταχοῦ, οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν τὰ μείζονα τῶν παραγγελμάτων εἰσάγων, ἵνα μὴ ξενίζωνται οἱ ἀκούοντες. Εἶτα, ἐπειδὴ σφοδρὸν ἐδόκει εἶναι τὸ εἰρημένον, ὅρα πῶς αὐτὸ διὰ τῶν ἑξῆς παραμυθεῖται, καὶ τίθησιν ἔπαθλα ὑπερβάλλοντα τοὺς ἱδρῶτας· καὶ οὐκ ἔπαθλα μόνον, ἀλλὰ καὶ τὰ τῆς κακίας ἐπίχειρα. Καὶ γὰρ τούτοις ἐνδιατρίβει μᾶλλον, ἢ ἐκείνοις· ἐπειδήπερ οὐχ οὕτως ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν αὐστηρῶν ἀπειλὴ τοὺς πολλοὺς σωφρονίζειν εἴωθε. Σκόπει γοῦν πῶς καὶ ἐντεῦθεν ἄρχεται, καὶ εἰς τοῦτο τελευτᾷ. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει, φησὶν, αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀφειδῶν ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος, ταῦτα ἐπιτάττω. Καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ, ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος, διασώζει. Ὃ καί τις σοφὸς ἔλεγεν, ὅτι Ἐὰν παίσῃς τὸν υἱόν σου ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ· καὶ πάλιν, Ὁ περιψύχων τὸν υἱὸν αὐτοῦ, καταδήσει τραύματα αὐτοῦ. Τοῦτο καὶ ἐπὶ στρατοπέδου γίνεται. Ἂν γὰρ ὁ στρατηγὸς, φειδόμενος τῶν στρατιωτῶν, ἔνδον κελεύῃ μένειν διαπαντὸς, καὶ τοὺς ἔνδον αὐτοῖς προσαπολεῖ. Ἵν' οὖν μὴ καὶ ἐφ' ὑμῶν τοῦτο συμβαίνῃ, φησί· Δεῖ πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατετάχθαι. Καὶ γὰρ καὶ νῦν πόλεμος ἀναῤῥιπίζεσθαι μέλλει χαλεπός. Μὴ τοίνυν καθίσῃς ἔνδον, ἀλλ' ἐξέρχου καὶ πολέμει· κἂν πέσῃς ἐν τῇ παρατάξει, τότε ἔζησας. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν ἄλλων εὐδοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον, καὶ τοῖς πολεμίοις φοβερώτερος, καίτοιγε μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασιλέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τῶν πολέμων τούτων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται, ὁ προβαλλόμενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν· ἑνὶ μὲν τρόπῳ, ὅτι οὐ ταχέως ἁλώσεται· δευτέρῳ δὲ, ὅτι κἂν πέσῃ, ἐπὶ μείζονα αὐτὴν χειραγωγήσει ζωήν.