Ancient Greek · ~19 min
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-54
Not analysed yet
Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν εἰπεῖν μετὰ τῶν εἰρημένων. Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ τῶν κάτω κρατεῖ. Διὰ τοῦτο καὶ τὸν τετελευτηκότα, καὶ τὸν οὐδέπω τοῦτο παθόντα εἰς μέσον ἄγει. Τὴν δὲ πέμπτην αἰτίαν (πέμπτη γὰρ αὕτη ἐστὶ πρὸς ταῖς εἰρημέναις) καὶ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπεκάλυψε. Τίς δὲ ἦν αὕτη; Δεῖξαι τοῦ σταυροῦ τὴν δόξαν, καὶ παραμυθήσασθαι τὸν Πέτρον καὶ ἐκείνους δεδοικότας τὸ πάθος, καὶ ἀναστῆσαι αὐτῶν τὰ φρονήματα. Καὶ γὰρ παραγενόμενοι οὐκ ἐσίγων, ἀλλ' Ἐλάλουν, φησὶ, τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· τουτέστι, τὸ πάθος καὶ τὸν σταυρόν· οὕτω γὰρ αὐτὸ καλοῦσιν ἀεί. Οὐ ταύτῃ δὲ μόνον αὐτοὺς ἤλειφεν, ἀλλὰ καὶ αὐτῇ τῇ ἀρετῇ τῶν ἀνδρῶν, ἣν μάλιστα παρ' αὐτῶν ἐζήτει. Ἐπειδὴ γὰρ εἶπεν, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι, τοὺς μυριάκις ἀποθανόντας ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων καὶ δήμου τοῦ πιστευθέντος αὐτοῖς, τούτους εἰς μέσον ἄγει. Καὶ γὰρ τούτων ἕκαστος τὴν ψυχὴν ἀπολέσας, εὗρεν αὐτήν. Καὶ γὰρ πρὸς τυράννους ἕκαστος ἐπαῤῥησιάσατο· ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ πρὸς τὸν Ἀχαάβ· καὶ ὑπὲρ ἀγνωμόνων ἀνθρώπων καὶ ἀπειθῶν· καὶ ὑπ' αὐτῶν τῶν παρ' αὐτῶν σωζομένων εἰς τὸν περὶ τῶν ἐσχάτων ἤχθησαν κίνδυνον· καὶ ἕκαστος αὐτῶν εἰδωλολατρείας ἀπαλλάξαι βουλόμενος, καὶ ἕκαστος αὐτῶν ἰδιώτης ὤν· ὁ μὲν γὰρ βραδύγλωσσος καὶ ἰσχνόφωνος, ὁ δὲ καὶ αὐτὸς ἀγροικότερον διακείμενος· καὶ ἀκτημοσύνης δὲ πολλὴ παρ' ἑκατέρων ἡ ἀκρίβεια· οὔτε γὰρ Μωϋσῆς τι ἐκέκτητο, οὔτε Ἠλίας τι εἶχε πλέον τῆς μηλωτῆς· καὶ ταῦτα ἐν τῇ Παλαιᾷ, καὶ οὐδὲ χάριν τοσαύτην λαβόντες σημείων. Εἰ γὰρ καὶ θάλατταν ἔσχισε Μωϋσῆς, ἀλλὰ Πέτρος ἐπὶ τῆς ὑγρᾶς ἐβάδισε, καὶ ὄρη μεταθεῖναι ἱκανὸς ἦν, καὶ νοσήματα σωμάτων διώρθου παντοδαπὰ, καὶ δαίμονας ἤλαυνεν ἀγρίους, καὶ σκιᾷ σώματος τὰ μεγάλα ἐκεῖνα ἐθαυματούργει τεράστια, καὶ τὴν οἰκουμένην μετέστησεν ἅπασαν. Εἰ δὲ καὶ Ἠλίας νεκρὸν ἀνέστησεν, ἀλλ' οὗτοι μυρίους, καὶ ταῦτα μηδέπω Πνεύματος καταξιωθέντες. Ἄγει τοίνυν καὶ διὰ τοῦτο εἰς μέσον. Ἠβούλετο γὰρ αὐτοὺς τὸ δημαγωγικὸν τὸ ἐκείνων ζηλῶσαι, καὶ τὸ εὔτονον, καὶ τὸ ἀκαμπές· καὶ γενέσθαι ἐπιεικεῖς κατὰ Μωϋσέα, καὶ ζηλωτὰς κατὰ τὸν Ἠλίαν, καὶ κηδεμονικοὺς ὁμοίως. Ὁ μὲν γὰρ λιμὸν τριῶν ἐτῶν ἤνεγκε διὰ τὸν δῆμον τὸν Ἰουδαϊκόν· ὁ δὲ ἔλεγεν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Τούτων δὲ ἁπάντων ἀνεμίμνησκε διὰ τῆς ὄψεως. Καὶ γὰρ ἐν δόξῃ αὐτοὺς ἤγαγεν, οὐχ ἵνα μέχρι τούτων στῶσιν, ἀλλ' ἵνα καὶ ὑπερβῶσι τὰ σκάμματα. Ὅτε γοῦν εἶπον, Εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσαν Ἠλία ὡς τοῦτο πεποιηκότος, φησίν· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· εἰς ἀνεξικακίαν αὐτοὺς ἀλείφων διὰ τῆς κατὰ τὸ χάρισμα διαφορᾶς. Καὶ μή τις ἡμᾶς νομιζέτω καταγινώσκειν Ἠλίου, ὡς ἀτελοῦς· οὐ τοῦτό φαμεν· καὶ γὰρ σφόδρα τέλειος ἦν· ἀλλ' ἐν τοῖς καιροῖς τοῖς ἑαυτοῦ, ὅτε παιδικωτέρα ἡ τῶν ἀνθρώπων διάνοια ἦν, καὶ ταύτης ἐδέοντο τῆς παιδαγωγίας. Ἐπεὶ καὶ Μωϋσῆς κατὰ τοῦτο τέλειος ἦν· ἀλλ' ὅμως κἀκείνου πλέον ἀπαιτοῦνται οὗτοι. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ εἰς Αἴγυπτον εἰσῄεσαν, ἀλλ' εἰς τὴν οἰκουμένην ἅπασαν, χαλεπώτερον Αἰγυπτίων διακειμένην· οὐδὲ τῷ Φαραὼ διαλεξόμενοι, ἀλλὰ τῷ διαβόλῳ πυκτεύσοντες, αὐτῷ τῷ τῆς κακίας τυράννῳ. Καὶ γὰρ ἀγὼν ἦν αὐτοῖς, κἀκεῖνον δῆσαι, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι πάντα· καὶ ταῦτα ἐποίουν οὐ θάλατταν ῥηγνύντες, ἀλλὰ βυθὸν ἀσεβείας διὰ τῆς ῥάβδου τῆς Ἰεσσαὶ, πολλῷ χαλεπώτερα κύματα ἔχοντα. Ὅρα γοῦν πόσα ἐφόβει τοὺς ἀνθρώπους· θάνατος, πενία, ἀδοξία, τὰ μυρία πάθη· καὶ μᾶλλον ταῦτα ἔτρεμον, ἢ τὸ πέλαγος τότε ἐκεῖνο οἱ Ἰουδαῖοι. Ἀλλ' ὅμως ἁπάντων τούτων ἔπεισεν αὐτοὺς κατατολμῆσαι, καὶ ὥσπερ διὰ ξηρᾶς διαβῆναι μετὰ ἀσφαλείας ἁπάσης. Πρὸς ταῦτα τοίνυν ἅπαντα αὐτοὺς ἀλείφων, παρῆγε τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Τί οὖν ὁ Πέτρος ὁ θερμός; Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι δεῖ αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἀπελθεῖν καὶ παθεῖν, δεδοικὼς ἔτι καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπιτίμησιν, προσελθεῖν μὲν καὶ εἰπεῖν τὸ αὐτὸ τοῦτο πάλιν οὐ τολμᾷ, ὅτι Ἵλεώς σοι, ἀπὸ δὲ τοῦ φόβου ἐκείνου τὰ αὐτὰ πάλιν αἰνίττεται δι' ἑτέρων ῥημάτων. Ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ τόπου· οὐ μόνον δὲ τὴν ἀπὸ τοῦ τόπου, ἀλλὰ καὶ τοῦ μηκέτι ἀπελθεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα· βούλεται γὰρ αὐτὸν ἐκεῖ εἶναι διηνεκῶς· διὸ καὶ σκηνῶν μέμνηται. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα· εἰ δὲ μὴ ἀναβαίημεν, οὐκ ἀποθανεῖται· ἐκεῖ γὰρ ἔφη τοὺς γραμματεῖς ἐπιθήσεσθαι αὐτῷ. Ἀλλ' οὕτω μὲν οὐκ ἐτόλμησεν εἰπεῖν· ταῦτα δὲ βουλόμενος κατασκευάσαι, ἔλεγεν ἐν ἀσφαλείᾳ· Καλόν ἐστιν ἐνταῦθα εἶναι, ἔνθα καὶ Μωϋσῆς πάρεστι καὶ Ἠλίας. Ἠλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον, εἰσελθὼν, καὶ τῷ Θεῷ διαλεχθείς· καὶ οὐδεὶς οὐδὲ εἴσεται ἔνθα ἐσμέν.