# In Matthaeum (homiliae 1-90) 2.1-57

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/2.1-57

Ἀλλ' ὅταν ταῦτα εἴπωμεν, πάλιν ἕτερα ἀντιλέγουσιν, ἐρωτῶντες· Καὶ διατί αὐτὸν τοιοῦτον ἐποίησεν ὁ Θεός; Οὐχὶ ὁ Θεὸς τοιοῦτον αὐτὸν ἐποίησεν· ἄπαγε· ἐπεὶ οὐδ' ἂν ἐκόλασεν. Εἰ γὰρ ἡμεῖς, ἐν οἷς ἂν ὦμεν αἴτιοι, οὐκ ἐγκαλοῦμεν τοῖς οἰκέταις, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ἀλλὰ πόθεν τοῦτο ἐγένετο; φησί. Παρ' ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ ῥᾳθυμίας. Τί ἐστι, παρ' ἑαυτοῦ; Ἐρώτησον σεαυτόν. Εἰ γὰρ μὴ παρ' ἑαυτῶν εἰσι κακοὶ οἱ κακοὶ, μὴ κόλαζε τὸν οἰκέτην, μηδὲ ἐπιτίμα τῇ γυναικὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, μηδὲ τύπτε τὸν υἱὸν, μηδὲ ἐγκάλει τῷ φίλῳ, μηδὲ μίσει τὸν ἐπηρεάζοντά σε ἐχθρόν· πάντες γὰρ οὗτοι ἐλεεῖσθαι, οὐ κολάζεσθαι ἄξιοι, εἰ μὴ οἴκοθεν πλημμελοῦσιν. Ἀλλ' οὐ δύναμαι φιλοσοφεῖν, φησί. Καίτοιγε ὅταν συνίδῃς οὐκ ἐκείνων τὴν αἰτίαν οὖσαν, ἀλλ' ἀνάγκης ἑτέρας, δύνασαι φιλοσοφεῖν. Ὅταν γοῦν ὑπὸ νόσου κατεχόμενος οἰκέτης μὴ ποιήσῃ τὰ ἐπιταχθέντα, οὐ μόνον οὐκ ἐγκαλεῖς, ἀλλὰ καὶ συγγινώσκεις. Οὕτω σὺ μάρτυς, ὅτι τὸ μὲν αὐτοῦ, τὸ δὲ οὐκ αὐτοῦ. Ὥστε κἀνταῦθα, εἰ ᾔδεις ὅτι παρὰ τὸ γενέσθαι τοιοῦτος πονηρὸς ἦν, οὐ μόνον οὐκ ἂν ἐνεκάλεσας, ἀλλὰ καὶ συγγνώμην ἔδωκας ἄν. Οὐ γὰρ δήπου διὰ μὲν τὴν νόσον συγγινώσκεις, διὰ Θεοῦ δὲ δημιουργίαν οὐκ ἂν συνέγνως, εἴγε τοιοῦτος ἐξ ἀρχῆς γέγονε. Καὶ ἑτέρωθεν δὲ τοὺς τοιούτους ἐπιστομίσαι ῥᾴδιον· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Διατί γὰρ μηδέποτε ἐνεκάλεσας οἰκέτῃ, ὅτι οὐκ ἔστι καλὸς τὴν ὄψιν, ὅτι οὐκ ἔστιν εὐμήκης τὸ σῶμα, ὅτι οὐκ ἔστι πτηνός; Ὅτι τῆς φύσεως ταῦτα. Οὐκοῦν τῶν τῆς φύσεως ἐγκλημάτων ἀπήλλακται, καὶ οὐδεὶς ἀντερεῖ. Ὅταν οὖν ἐγκαλῇς, δεικνύεις ὅτι οὐ τῆς φύσεως τὸ ἁμάρτημα, ἀλλὰ τῆς προαιρέσεως. Εἰ γὰρ ἐν οἷς οὐκ ἐγκαλοῦμεν, μαρτυροῦμεν τῆς φύσεως εἶναι τὸ πᾶν, δῆλον ὅτι ἐν οἷς ἐπιτιμῶμεν, δηλοῦμεν ὅτι προαιρέσεώς ἐστι τὸ πλημμέλημα. Μὴ τοίνυν μοι λογισμοὺς εἰς μέσον ἄγε διεστραμμένους, μηδὲ σοφίσματα καὶ πλοκὰς ἀραχνῶν εὐτελεστέρας, ἀλλ' ἐκεῖνο πάλιν ἀπόκριναί μοι· Πάντας ἀνθρώπους ὁ Θεὸς εἰργάσατο; Παντί που δῆλον. Πῶς οὖν οὐ πάντες ἴσοι κατὰ τὸν τῆς ἀρετῆς λόγον καὶ τὸν τῆς κακίας; πόθεν οἱ ἀγαθοὶ καὶ χρηστοὶ καὶ ἐπιεικεῖς; πόθεν οἱ φαῦλοι καὶ πονηροί; Εἰ γὰρ μὴ γνώμης ταῦτα δεῖται, ἀλλὰ φύσεώς ἐστι, πῶς οἱ μὲν τοῦτό εἰσιν, οἱ δὲ ἐκεῖνο; Εἰ μὲν γὰρ φύσει πάντες κακοὶ, οὐδένα οἷόν τε ἦν ἀγαθὸν εἶναι· εἰ δὲ ἀγαθοὶ φύσει, οὐδένα κακόν. Εἰ γὰρ μία φύσις ἀνθρώπων ἁπάντων, ἔδει κατὰ τοῦτο πάντας ἓν εἶναι, εἴτε τοῦτο, εἴτε ἐκεῖνο ἔμελλον εἶναι. Εἰ δὲ λέγοιμεν, ὅτι φύσει οἱ μὲν ἀγαθοὶ, οἱ δὲ κακοὶ, ὅπερ οὐκ ἂν ἔχοι λόγον, ὥσπερ ἀπεδείξαμεν, ἐχρῆν ἀκίνητα ταῦτα εἶναι· τὰ γὰρ τῆς φύσεως, ἀκίνητα. Σκόπει δέ· Θνητοὶ πάντες καὶ παθητοὶ, καὶ οὐδεὶς ἀπαθὴς, κἂν μυρία φιλονεικῇ. Νῦν δὲ ὁρῶμεν ἀπὸ χρηστῶν φαύλους πολλοὺς, καὶ ἀπὸ φαύλων χρηστοὺς γινομένους, τοὺς μὲν ῥᾳθυμίᾳ, τοὺς δὲ σπουδῇ· ὅπερ μάλιστα δείκνυσιν οὐκ ὄντα φύσεως ταῦτα. Οὔτε γὰρ μεταβάλλεται, οὔτε ἵνα προσγένηται σπουδῆς δεῖται τὰ φυσικά. Ὥσπερ γὰρ εἰς τὸ βλέπειν καὶ ἀκούειν οὐ δεόμεθα πόνου, οὕτως οὐδὲ ἐν τῇ ἀρετῇ ἱδρώτων ἡμῖν ἔδει, εἰ τῇ φύσει αὐτῇ ἦν συγκεκληρωμένη. Τίνος δὲ ἕνεκεν καὶ φαύλους ἐποίει, δυνάμενος ἀγαθοὺς ποιῆσαι πάντας; Πόθεν οὖν τὰ κακά; φησίν. Ἐρώτησον σεαυτόν· ἐμὸν γὰρ δεῖξαι, ὅτι οὐχὶ φύσεως, οὐδὲ ἀπὸ Θεοῦ. Οὐκοῦν αὐτόματα; φησίν. Οὐδαμῶς. Ἀλλὰ ἀγέννητα; Εὐφήμει, ἄνθρωπε, καὶ ἀποπήδησον τῆς μανίας ταύτης, μιᾷ τιμῇ τὸν Θεὸν τιμῶν καὶ τὰ κακὰ, καὶ τιμῇ τῇ ἀνωτάτω. Εἰ γὰρ ἀγέννητα, καὶ ἰσχυρὰ ἔσται, καὶ οὐδὲ ἀνασπασθῆναι δυνήσεται, οὐδὲ εἰς τὸ μὴ εἶναι χωρῆσαι. Ὅτι γὰρ τὸ ἀγέννητον ἀνώλεθρον, παντί που δῆλον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
