Ancient Greek · ~20 min
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-64
Not analysed yet
Μηδὲ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τίς γὰρ αὐτοὺς ἔπεισε, τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι, ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαυμαστὰ ἦν. καὶ εἰ μηδὲν εἶπον, ἑλκομένων τῶν ὑποζυγίων, καὶ εἰ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, παρεχώρησαν καὶ οὐκ ἀντέστησαν, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἐδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι, ἀλλ' οὐκ ἠθέλησε. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς, ὅπερ ἂν αἰτήσῃ διδόναι· κἂν αὐτὴν κελεύσῃ τὴν ψυχὴν προέσθαι. καὶ ταύτην παρέχειν, καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ οἱ ἄγνωστοι αὐτῷ παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοὺς ἁπάντων ἐξίστασθαι δεῖ. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἑτέραν πάλιν προφητείαν ἐπλήρου διπλῆν· τὴν μὲν δι' ἔργων, τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· ἡ δὲ διὰ τῶν ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου· καὶ γὰρ εἶπεν, ὅτι καθεδεῖται ὁ βασιλεὺς ἐπὶ ὄνου. Καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτὴν, ἑτέραν πάλιν ἐδίδου προφητείας ἀρχὴν, δι' ὧν ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει, καὶ ὅτι αὐτοῖς ἐπαναπαύσεται, καὶ εἴξουσιν αὐτῷ καὶ ἕψονται· καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο δοκεῖ μόνον ἐπὶ τὸν ὄνον καθίσαι, ἀλλὰ καὶ μέτρον ἡμῖν φιλοσοφίας παρέχων Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου, οὐδὲ δόγματα ἐφύτευε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον ἡμῖν διώρθου δι' αὐτῶν τούτων, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας, καὶ διὰ πάντων τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν. Διά τοι τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν, οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ, ἀλλὰ πτωχὴν, καὶ μνηστῆρα τέκτονα ἔχουσαν, καὶ ἐν καλύβῃ γεννᾶται, καὶ ἐν φάτνῃ τίθεται· καὶ μαθητὰς ἐκλέγων, οὐ ῥήτορας καὶ σοφοὺς, οὐδὲ εὐπόρους καὶ εὐγενεῖς, ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε· καὶ τράπεζαν παρατιθέμενος, ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται, ποτὲ δὲ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνεῖσθαι κελεύων; καὶ στιβάδα ποιῶν, ἀπὸ χόρτου ποιεῖ· καὶ ἱμάτια ἀμφιεννύμενος, εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται· οἰκίαν δὲ οὐδὲ ἔσχεν. Εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ποιεῖ, καὶ οὕτως ὁδοιπορῶν, ὡς καὶ κοπιᾷν. Καὶ καθήμενος οὐ θρόνου δεῖται, οὐδὲ προσκεφαλαίου, ἀλλ' ἐπὶ τοῦ ἐδάφους, ποτὲ μὲν ἐν τῷ ὄρει, ποτὲ δὲ παρὰ τὴν πηγήν· καὶ οὐ παρὰ τὴν πηγὴν μόνον, ἀλλὰ καὶ μόνος, καὶ Σαμαρείτιδι διαλέγεται. Πάλιν λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς, μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. Διὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε, δεικνὺς ὅτι οὐχ ἵππους, οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλὰ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω μὴ προβαίνειν, καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν δὲ καὶ τὴν προφητείαν, τὴν διὰ τῶν ῥημάτων, τὴν διὰ τῶν πραγμάτων. Τίς οὖν ἡ προφητεία; Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· οὐχὶ ἅρματα ἐλαύνων, ὡς οἱ λοιποὶ βασιλεῖς· οὐ φόρους ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων· ἀλλὰ πολλὴν τὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον· ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος ἦλθεν εἰς Ἱερουσαλήμ; Ἀλλ' οὐκ ἂν ἔχοι εἰπεῖν, ἀλλ' ἢ τοῦτον μόνον. Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου, καὶ ὁ λαὸς ὁ νέος, ὁ ποτὲ μὲν ἀκάθαρτος, μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια. Διὰ γὰρ τῶν ἀποστόλων κἀκεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν· διὰ τῶν ἀποστόλων προσήχθημεν. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται ἡ ὄνος ἀκολουθοῦσα τῷ πώλῳ Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι γὰρ προφητεία ἦν, δῆλον ἐκ τῶν εἰρημένων. Οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας τοῦ ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦνται διὰ τῶν εἰρημένων. ἀλλ' ὅτι καὶ μετ' εὐκολίας αὐτοὺς ἄξουσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐνταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ' ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, καθὼς καὶ Παῦλος ἔλεγεν· Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος, οὐκ ἐσκίρτησεν, ἀλλ' εὐτάκτως ἐφέρετο. Ὃ καὶ αὐτὸ προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο τὸ λέγον· Λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα, καὶ τὰ ἀκάθαρτα γενέσθαι λοιπὸν καθαρά.