Ancient Greek · ~16 min
Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-70
Not analysed yet
Τοιοῦτοι γὰρ πάντες οἱ λόγοις φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ἅτε ἄπειροι τῆς δι' ἔργων δυσκολίας. Οὐ μικρὰ δὲ καὶ αὕτη κακία, οὐδὲ ὡς ἔτυχεν, ἐπιτείνει τὴν ἔμπροσθεν κατηγορίαν. Σὺ δέ μοι σκόπει, πῶς καὶ τοῦτο αὔξει τὸ ἔγκλημα. Οὐ γὰρ εἶπεν, Οὐ δύνανται, ἀλλ' Οὐ θέλουσι· καὶ οὐκ εἶπε. Βαστάσαι, ἀλλὰ Δακτύλῳ κινῆσαι, τουτέστιν, Οὐδὲ ἐγγὺς γενέσθαι, οὐδὲ ἅψασθαι. Ἀλλὰ ποῦ σπουδαῖοι καὶ εὔτονοι; Ἐν τοῖς κεκωλυμένοις. Πάντα γὰρ τὰ ἔργα αὐτῶν ποιοῦσι, φησὶ, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Εἰς κενοδοξίαν αὐτοὺς διαβάλλων ταῦτα λέγει, ὅπερ αὐτοὺς ἀπώλεσε. Τὰ μὲν γὰρ ἔμπροσθεν ὠμότητος καὶ ῥᾳθυμίας· ταῦτα δὲ, δοξομανίας. Τοῦτο ἀπέστησεν αὐτοὺς τοῦ Θεοῦ· τοῦτο ἐν ἑτέρῳ θεάτρῳ ἀγωνίζεσθαι παρεσκεύασε, καὶ διέφθειρεν. Οἵους γὰρ ἄν τις ἔχῃ τοὺς θεατὰς, ἐπεὶ τούτοις ἐσπούδακεν ἀρέσκειν, τοιούτους ἐπιδείκνυται καὶ τοὺς ἀγῶνας· καὶ ὁ μὲν ἐν γενναίοις παλαίων, τοιαῦτα καὶ τὰ ἀγωνίσματα μέτεισιν· ὁ δὲ ἐν ψυχροῖς καὶ ἀναπεπτωκόσι, καὶ αὐτὸς ῥᾳθυμότερος γίνεται. Οἷον, ἔχει τις θεατὴν γέλωτι χαίροντα; γίνεται γελωτοποιὸς καὶ αὐτὸς, ἵνα τέρπῃ τὸν θεατήν· ἕτερος σπουδαῖον καὶ φιλοσοφοῦντα; σπουδάζει καὶ αὐτὸς τοιοῦτος εἶναι, ἐπειδὴ τοιαύτη τοῦ ἐπαινοῦντος ἡ γνώμη. Ὅρα δὲ πάλιν καὶ ἐνταῦθα μετ' ἐπιτάσεως τὸ ἔγκλημα. Οὐδὲ γὰρ τὰ μὲν οὕτω, τὰ δὲ ἑτέρως ποιοῦσιν· ἀλλὰ πάντα ἁπλῶς οὕτως. Εἶτα ἐγκαλέσας αὐτοῖς κενοδοξίαν, δείκνυσιν οὐδὲ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· (οὐδὲ γὰρ εἶχον, ἀλλ' ἔρημοι ἦσαν κατορθωμάτων·) ἀλλ' ἐπὶ ψυχροῖς καὶ εὐτελέσι, καὶ ἃ τῆς κακίας αὐτῶν τεκμήρια ἦν, τὰ φυλακτήρια, τὰ κράσπεδα. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, φησὶ, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Καὶ τίνα ταῦτά ἐστι τὰ φυλακτήρια καὶ τὰ κράσπεδα; Ἐπειδὴ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι βιβλίοις μικροῖς τὰ θαύματα αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· (διὸ καὶ ἔλεγεν· Ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς σου·) ἃ φυλακτήρια ἐκάλουν· ὡς πολλαὶ νῦν τῶν γυναικῶν Εὐαγγέλια τῶν τραχήλων ἐξαρτῶσαι ἔχουσι. Καὶ ἵνα καὶ ἑτέρωθεν πάλιν ὑπομιμνήσκωνται, ὃ πολλοὶ πολλάκις ποιοῦσιν, ὡς ἐπιλανθανόμενοι λίνῳ ἢ κρόκῃ τὸν δάκτυλον ἀποδεσμοῦντες, τοῦτο ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, κλῶσμα ὑακίνθινον ἐπὶ τῶν ἱματίων περὶ τὴν ᾤαν τὴν περὶ τοὺς πόδας ἀποῤῥάπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκωνται τῶν ἐντολῶν· καὶ ἐκαλεῖτο κράσπεδα. Ἐν τούτοις τοίνυν ἦσαν σπουδαῖοι, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες· ὅπερ ἐσχάτης κενοδοξίας ἦν. Τίνος γὰρ ἕνεκεν φιλοτιμῇ, καὶ πλατύνεις ταῦτα; μὴ γὰρ κατόρθωμά σου τοῦτό ἐστι; μὴ γάρ τί σε ὀνίνησιν, ἂν μὴ τὰ ἀπ' αὐτῶν κερδάνῃς; Οὐ γὰρ τὸ μεγαλύνειν ταῦτα καὶ πλατύνειν ὁ Θεὸς ζητεῖ, ἀλλὰ τὸ μεμνῆσθαι τῶν αὐτοῦ κατορθωμάτων. Εἰ δὲ ἐπὶ ἐλεημοσύνῃ καὶ νηστείᾳ, καίτοι ἐπιπόνοις καὶ κατορθώμασιν οὖσιν ἡμετέροις, φιλοτιμεῖσθαι οὐ δεῖ· πῶς σὺ τούτοις ἐναβρύνῃ, ὦ Ἰουδαῖε, ἃ μάλιστά σου κατηγορεῖ ῥᾳθυμίαν; Οἱ δὲ οὐκ ἐν τούτοις μόνοις, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ταῦτα ἐνόσουν. Φιλοῦσι γὰρ, φησὶ, τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί. Ταῦτα γὰρ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν. Ταῦτα καὶ πόλεις καὶ Ἐκκλησίας ἀνέτρεψε. Καί μοι καὶ δακρῦσαι ἔπεισι νῦν, ὅταν τὰς πρωτοκαθεδρίας ἀκούσω καὶ τοὺς ἀσπασμοὺς, καὶ λογίσωμαι πόσα ἐντεῦθεν ἐτέχθη κακὰ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ· ἅπερ οὐκ ἀναγκαῖον εἰς ὑμᾶς ἐξειπεῖν νῦν· μᾶλλον δὲ ὅσοι πρεσβῦται οὐδὲ δέονται ταῦτα παρ' ἡμῶν μαθεῖν. Σὺ δέ μοι σκόπει, ποῦ τὰ τῆς κενοδοξίας ἐκράτει· ἔνθα ἐκελεύοντο μὴ κενοδοξεῖν, ἐν ταῖς συναγωγαῖς· ἔνθα εἰσῄεσαν ῥυθμίζοντες ἑτέρους. Τὸ μὲν γὰρ ἐπὶ τῶν δείπνων τοῦτο παθεῖν ὁπωσδήποτε, οὐχ οὕτω δοκεῖ δεινὸν εἶναι· καίτοιγε καὶ ἐκεῖ τὸν διδάσκαλον θαυμάζεσθαι ἔδει, οὐκ ἐπὶ τῆς Ἐκκλησίας μόνον, ἀλλὰ πανταχοῦ. Καὶ καθάπερ ὁ ἄνθρωπος, ὅπουπερ ἂν φανῇ, δῆλός ἐστι τῶν ἀλόγων διεστηκώς· οὕτω καὶ τὸν διδάσκαλον, καὶ φθεγγόμενον, καὶ σιγῶντα, καὶ ἀριστοποιούμενον, καὶ πᾶν ὁτιοῦν ποιοῦντα, δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βήματος, καὶ ἀπὸ τοῦ βλέμματος, καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς. Ἐκεῖνοι δὲ πανταχόθεν ἦσαν καταγέλαστοι, καὶ πανταχοῦ κατῃσχύνοντο, μελετῶντες ἃ φεύγειν ἔδει. Φιλοῦσι γὰρ, φησίν· εἰ δὲ τὸ φιλεῖν ἔγκλημα, τὸ ποιεῖν ἡλίκον; καὶ τὸ θηρᾷν αὐτὰ καὶ σπουδάζειν ὥστε τυχείν, πόσον κακόν;