# In Matthaeum (homiliae 1-90) 2.1-85

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην· καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/2.1-85

Καίτοι τίνα οὐκ ἂν ἔκαμψεν ὁ ὄχλος ὁ ἀκολουθῶν αὐτῷ καὶ θρηνῶν; Ἀλλ' οὐχὶ τοὺς θῆρας τούτους. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἐκείνους μὲν ἀποκρίσεως ἀξιοῖ, τούτους δὲ οὐκέτι. Μετὰ γὰρ τὸ πρᾶξαι ἅπερ ἤθελον, καὶ τὴν δόξαν αὐτοῦ σπουδάζουσι λυμήνασθαι, δεδοικότες αὐτοῦ τὴν ἀνάστασιν. Διὰ τοῦτο δημοσίᾳ ταῦτα λέγουσι, καὶ λῃστὰς συνεσταύρωσαν, καὶ βουλόμενοι δεῖξαι ἀπατεῶνα, ἔλεγον· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ εἰπόντες τῷ Πιλάτῳ ἀνελεῖν τὴν αἰτίαν, (αὕτη δὲ ἦν τὸ γεγράφθαι, Ὁ βασιλεὺς τῶν Ἰουδαίων·) οὐδὲν ἴσχυσαν, ἀλλ' ἐνεστήκει λέγων ἐκεῖνος, Ὃ γέγραφα, γέγραφα· αὐτοὶ λοιπὸν ἐπειρῶντο, δι' ὧν ἐχλεύαζον, δεῖξαι ὅτι οὐκ ἔστι βασιλεύς. Διὸ καὶ ἐκεῖνα ἔλεγον, καὶ ταῦτα· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ· καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ τὰ πρότερα σημεῖα ἐντεῦθεν ἐπιχειροῦντες διαβάλλειν· καὶ πάλιν Εἰ Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ θέλει αὐτὸν, σωσάτω αὐτόν. Ὦ μιαροὶ καὶ παμμίαροι. Τί δέ; οἱ προφῆται οὐκ ἦσαν προφῆται, οὐδὲ οἱ δίκαιοι δίκαιοι, ἐπειδὴ αὐτοὺς οὐκ ἐξήρπασε τῶν κινδύνων ὁ Θεός; Ἀλλὰ μὴν ἦσαν, καὶ ταῦτα πάσχοντες. Τί οὖν ἴσον τῆς ἀνοίας ὑμῶν γένοιτ' ἄν; Εἰ γὰρ ἐκείνων οὐκ ἐλυμήνατο παρ' ὑμῖν τὴν δόξαν ἡ τῶν κινδύνων ἐπαγωγὴ, ἀλλ' ἦσαν προφῆται καὶ πάσχοντες ἅπερ ἔπασχον· πολλῷ μᾶλλον ἐπὶ τούτου οὐκ ἐχρῆν ὑμᾶς σκανδαλίζεσθαι, καὶ δι' ὧν ἐποίησε καὶ δι' ὧν εἶπεν, ἀεὶ ταύτην ὑμῶν προδιορθωσαμένου τὴν ὑπόνοιαν. Ἀλλ' ὅμως καὶ τούτων λεγομένων καὶ γενομένων οὐδὲν ἴσχυσαν, οὐδὲ παρ' αὐτὸν τὸν καιρόν. Ὁ γοῦν ἐν ἐσχάτῃ πονηρίᾳ κατασαπεὶς, καὶ ἐν φόνοις καὶ τοιχωρυχίαις τὸν ἅπαντα καταναλώσας βίον, ὅτε ταῦτα ἐλέγετο, τότε αὐτὸν ὡμολόγησε, καὶ βασιλείας ἐμνημόνευσε· καὶ ὁ δῆμος αὐτὸν ὠλοφύρετο. Καίτοιγε ἐδόκει τἀναντία μαρτυρεῖν τὰ γινόμενα παρὰ τοῖς οὐκ εἰδόσι τοῦ μυστηρίου τὴν οἰκονομίαν, ὅτι ἀσθενὴς καὶ οὐδὲν δυνάμενος· ἀλλ' ὅμως ἡ ἀλήθεια καὶ διὰ τῶν ἐναντίων ἴσχυσε. Ταῦτ' οὖν ἀκούοντες, ὁπλίζωμεν ἑαυτοὺς κατὰ παντὸς θυμοῦ, κατὰ πάσης ὀργῆς. Κἂν φλεγμαίνουσαν ἴδῃς τὴν καρδίαν σου, σφράγισον τὸ στῆθος, τὸν σταυρὸν ἐπιθείς· ἀνάμνησόν τι τῶν τότε συμβάντων, καὶ ὥσπερ κονιορτὸν ἐκβαλεῖς πάντα θυμὸν τῶν γεγενημένων τῇ μνήμῃ. Ἐννόησον τὰ ῥήματα, τὰ πράγματα· ἐννόησον ὅτι ἐκεῖνος Δεσπότης, σὺ δὲ δοῦλος· ἐκεῖνος διὰ σὲ, σὺ δὲ διὰ σαυτόν· ἐκεῖνος ὑπὲρ τῶν εὐεργετηθέντων καὶ σταυρωσάντων, σὺ δὲ ὑπὲρ σαυτοῦ· ἐκεῖνος ὑπὲρ τῶν ὑβρικότων, σὺ δὲ πολλάκις ὑπ' αὐτῶν τῶν ἀδικηθέντων· ἐκεῖνος τῆς πόλεως ὁρώσης ἁπάσης, μᾶλλον δὲ τοῦ δήμου παντὸς τῶν Ἰουδαίων, καὶ τῶν ξένων καὶ τῶν ἐπιχωρίων, ἐφ' ὧν τὰ φιλάνθρωπα ἐφθέγξατο ῥήματα, σὺ δὲ ὀλίγων παρόντων· καὶ τὸ μεῖζον εἰς ὕβριν, τὸ καὶ τοὺς μαθητὰς αὐτὸν ἐγκαταλιπεῖν. Οἱ μὲν γὰρ ἔμπροσθεν θεραπεύοντες ἀπεπήδησαν· οἱ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεσκολοπισμένον ἐν μέσῳ λαβόντες ὕβριζον. ἐλοιδόρουν, ἐκωμῴδουν, ἐγέλων, ἐχλεύαζον· Ἰουδαῖοι, στρατιῶται κάτωθεν· ἄνωθεν, ἑκατέρωθεν λῃσταί· καὶ γὰρ οἱ λῃσταὶ ὕβριζον αὐτὸν καὶ ὠνείδιζον ἀμφότεροι. Πῶς οὖν ὁ Λουκᾶς φησιν, ὅτι ὁ εἷς ἐπετίμα; Ἀμφότερα γέγονε· πρότερον μὲν γὰρ ἀμφότεροι ὠνείδιζον, ὕστερον δὲ οὐκέτι. Ἵνα γὰρ μὴ νομίσῃς ἔκ τινος συνθήματος τὸ πρᾶγμα γεγενῆσθαι, μηδὲ εἶναι λῃστὴν τὸν λῃστὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσί σοι, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς ἦν καὶ ἐχθρὸς, καὶ ἀθρόον μετεβλήθη. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος φιλοσόφει. Τί γὰρ πάσχεις τοιοῦτον, οἷον ἔπαθεν ὁ Δεσπότης σου; Δημοσίᾳ ὑβρίσθης; Ἀλλ' οὐ τοιαῦτα. Χλευάζῃ; Ἀλλ' οὐ πᾶν τὸ σῶμα, οὐδὲ οὕτω μαστιζόμενος καὶ γυμνούμενος. Εἰ δὲ καὶ ἐκολαφίσθης, ἀλλ' οὐχ οὕτως.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
