Ancient Greek · ~19 min
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἔκραξεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανί; τουτέστι, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον, ὅτι Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-86
Not analysed yet
Μετὰ δὲ τούτων καὶ ἐκ τῶν μετὰ ταῦτα ἑαυτὸν ἐδείκνυ, ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως [ἐκ τῆς τοῦ φωτὸς ἀμαυρώσεως, ἐκ τῆς τῶν στοιχείων ἀλλοιώσεως]. Ἐπὶ μὲν γὰρ Ἑλισσαίου νεκρὸς εἷς ἁψάμενος νεκροῦ ἀνέστη· νυνὶ δὲ φωνὴ αὐτοὺς ἤγειρε, τοῦ σώματος ἄνω κειμένου ἐπὶ τοῦ σταυροῦ. Ἄλλως δὲ καὶ ἐκεῖνα τούτου τύπος ἦν. Ἵνα γὰρ τοῦτο πιστευθῇ, διὰ τοῦτο κἀκεῖνο γίνεται. Καὶ οὐχ ἁπλῶς ἐγείρονται, ἀλλὰ καὶ πέτραι ῥήγνυνται, καὶ ἡ γῆ σείεται, ἵνα μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ ῥῆξαι. Ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σκοτίσας. πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε ἐβούλετο. Ἀλλ' οὐκ ἠθέλησεν, ἀλλ' εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας σῶσαι ἐβούλετο. Ἀλλ' οὐ καθυφῆκαν τῆς μανίας. Τοιοῦτον γὰρ ὁ φθόνος, τοιοῦτον ἡ βασκανία· οὐχ ἵσταται ῥᾳδίως. Τότε μὲν οὖν καὶ πρὸς αὐτὰ τὰ φαινόμενα ἠναισχύντουν· μετὰ δὲ ταῦτα ὅτε σφραγῖδος ἐπικειμένης καὶ στρατιωτῶν τηρούντων ἀνέστη, καὶ παρ' αὐτῶν ταῦτα ἤκουσαν τῶν φυλάκων, καὶ ἀργύριον ἔδοσαν, ὥστε καὶ ἑτέρους διαφθεῖραι, καὶ κλέψαι τῆς ἀναστάσεως τὸν λόγον. Μὴ τοίνυν θαύμαζε, εἰ καὶ τότε ἠγνωμόνουν, οὕτω καθάπαξ παρεσκευασμένοι πρὸς πάντα ἀναισχυντεῖν· ἀλλ' ἐκεῖνο σκόπει, ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν αὐτῷ τῷ ναῷ· ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων τὰ πράγματα μεταστήσεται. Καὶ οἱ μὲν ἔλεγον, Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω ἀπὸ τοῦ σταυροῦ· αὐτὸς δὲ δείκνυσιν, ὅτι τῆς οἰκουμένης ἁπάσης. Καὶ ἐκεῖνοι μὲν ἔλεγον, Ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· αὐτὸς δὲ δείκνυσιν, ὅτι εἰς τέλος ἐρημωθήσεται. Πάλιν οὗτοι μὲν ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· αὐτὸς δὲ ἐν τῷ σταυρῷ μένων, ἐν τοῖς τῶν δούλων σώμασι τοῦτο ἐκ περιουσίας ἐδείκνυ πολλῆς. Εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν Λάζαρον μέγα, πολλῷ μᾶλλον τὸ πάντας ἀθρόως τοὺς πάλαι κοιμηθέντας φανῆναι ζῶντας· ὃ τῆς ἐσομένης ἀναστάσεως σημεῖον ἦν· Πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, φησὶ, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ πολλοῖς ἐνεφανίσθησαν. Ἵνα γὰρ μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον, καὶ πολλοῖς φαίνονται ἐν τῇ πόλει. Καὶ ὁ κεντυρίων δὲ τότε ἐδόξαζε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ οἱ ὄχλοι δὲ, οἱ παραγενόμενοι εἰς τὴν θεωρίαν, τύπτοντες αὐτῶν τὰ στήθη ὑπέστρεφον. Τοσαύτη τοῦ ἐσταυρωμένου ἡ δύναμις, ὡς μετὰ χλευασίας τοσαύτας καὶ κωμῳδίας καὶ σκώμματα, καὶ τὸν κεντυρίωνα κατανυγῆναι, καὶ τὸν δῆμον. Τινὲς δέ φασιν, ὅτι καὶ μαρτύριον ἔστι τοῦ κεντυρίωνος τούτου, ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει· Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν διακονοῦσαι αὐτῷ, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. Ταῦτα θεωροῦσιν αἱ γυναῖκες γινόμενα, αἱ μάλιστα συμπαθέστεραι, αἱ μάλιστα θρηνοῦσαι. Καὶ σκόπει πόση αὐτῶν ἡ προσεδρεία. Ἠκολούθουν αὐτῷ διακονούμεναι, καὶ μέχρι τῶν κινδύνων παρῆσαν. Διὸ καὶ πάντα ἐθεώρουν, πῶς ἐβόησε, πῶς ἐξέπνευσε, πῶς αἱ πέτραι ἐσχίσθησαν, τὰ ἄλλα πάντα Καὶ αὗται πρῶται ὁρῶσι τὸν Ἰησοῦν, καὶ τὸ μάλιστα γένος κατακριθὲν τοῦτο πρῶτον ἀπολαύει τῆς τῶν ἀγαθῶν θεωρίας· τοῦτο μάλιστα ἐπιδείκνυται τὴν ἀνδρείαν. Καὶ οἱ μὲν μαθηταὶ ἔφυγον, αὗται δὲ παρῆσαν. Τίνες δὲ ἦσαν; Ἡ μήτηρ αὐτοῦ· ταύτην γὰρ λέγει τὴν Ἰακώβου· καὶ αἱ λοιπαί. Ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ ἐκόπτοντο πολλοὶ ἐπὶ τοῖς γινομένοις, καὶ τὸ στῆθος ἔτυπτον· ὃ μάλιστα δείκνυσι τῶν Ἰουδαίων τὴν ὠμότητα, ὅτι ἐφ' οἷς ἐθρήνουν ἕτεροι, ἐπὶ τούτοις ἐκόμπαζον οὗτοι, καὶ οὔτε ἐλέῳ ἐκάμφθησαν, οὔτε φόβῳ κατεστάλησαν. Καὶ γὰρ ὀργῆς τὰ γινόμενα ἦν μεγάλης· καὶ οὐχ ἁπλῶς σημεῖα, ἀλλὰ θυμοῦ σημεῖα ἅπαντα· τὸ σκότος, αἱ τεμνόμεναι πέτραι, τὸ καταπέτασμα ῥηγνύμενον μέσον, ὁ τῆς γῆς κλόνος· καὶ πολλὴ τῆς ἀγανακτήσεως ἦν ἡ ὑπερβολή. Προσελθὼν δὲ ὁ Ἰωσὴφ ᾔτει τὸ σῶμα. Οὗτος ἦν Ἰωσὴφ ὁ κρυπτόμενος πρώην· νῦν μέντοι μέγα ἐτόλμησε μετὰ τὸν θάνατον τοῦ Χριστοῦ. Οὐδὲ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βουλῆς εἷς, καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρείαν αὐτοῦ κατιδεῖν ἔνι. Εἰς γὰρ θάνατον ἑαυτὸν ἐξέδωκε, τὴν πρὸς πάντας ἀπέχθειαν ἀναδεξάμενος τῇ περὶ τὸν Ἰησοῦν εὐνοίᾳ καὶ τολμήσας αἰτῆσαι τὸ σῶμα, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ἐπέτυχεν. Οὐ τῷ λαβεῖν δὲ μόνον, οὐδὲ τῷ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τῷ ἐν τῷ μνημείῳ τῷ ἑαυτοῦ τῷ καινῷ, δείκνυσι τὸ φίλτρον καὶ τὴν ἀνδρείαν. Καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ᾠκονομεῖτο, ἀλλ' ὥστε μὴ ὑποψίαν τινὰ ψιλὴν γενέσθαι, ὅτι ἕτερος ἀνθ' ἑτέρου ἀνέστη. Ἦν δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. Τίνος ἕνεκεν αὗται προσεδρεύουσιν; Οὐδὲν οὐδέπω μέγα, ὡς χρὴ, καὶ ὑψηλὸν ᾔδεσαν περὶ αὐτοῦ· διὸ καὶ μύρα ἐκόμισαν, καὶ τῷ τάφῳ προσεκαρτέρουν, ὥστε, εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν καὶ περιχυθῆναι.