# In Matthaeum (homiliae 1-90) 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/2

Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μωρὸν, ἔνοχος ἔσται τῇ γεέννῃ. οὐ περὶ τοῦ ῥήματος τούτου λέγει μόνον, ἀλλὰ καὶ περὶ λοιδορίας ἁπάσης· οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ἵνα ῥαπιζόμενοι φέρωμεν γενναίως, νομοθετεῖ, ἀλλ' ἵνα καὶ πᾶν ὁτιοῦν πάσχοντες μὴ θορυβώμεθα. Διὰ τοῦτο κἀκεῖ τὴν ἐσχάτην ὕβριν ἐπελέξατο, καὶ ἐνταῦθα τὴν μάλιστα δοκοῦσαν εἶναι πληγὴν ἐπονείδιστον, τὴν ἐπὶ σιαγόνος, καὶ πολλὴν ἔχουσαν τὴν ὕβριν τέθεικε. Κελεύει δὲ τοῦτο, ὑπέρ τε τοῦ πλήττοντος, ὑπέρ τε τοῦ πληττομένου τὸν λόγον ποιούμενος. Ὅ τε γὰρ ὑβρισμένος, οὐδὲν ἡγήσεται πάσχειν δεινὸν, οὕτω παρεσκευασμένος φιλοσοφεῖν (οὐδὲ γὰρ τῆς ὕβρεως αἴσθησιν λήψεται, ἅτε ἀγωνιζόμενος μᾶλλον ἢ τυπτόμενος)· ὅ τε ἐπηρεάζων καταισχυνθεὶς οὐκέτι δευτέραν ἐπάξει πληγὴν, κἂν θηρίου παντὸς χαλεπώτερος ᾖ, ἀλλὰ καὶ ἐπὶ τῇ προτέρᾳ σφόδρα ἑαυτοῦ καταγνώσεται. Οὐδὲν γὰρ οὕτω κατέχει τοὺς ἀδικοῦντας, ὡς τὸ φέρειν τοὺς ἀδικουμένους ἐπιεικῶς τὰ γινόμενα· οὐ κατέχει δὲ μόνον τῆς προσωτέρω ῥύμης, ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι μετανοῆσαι παρασκευάζει, καὶ θαυμάζοντας τὴν ἐπιείκειαν ἀναχωρεῖν, καὶ οἰκειοτέρους καθίστησι, καὶ δούλους, οὐχὶ φίλους μόνον, ἀντὶ ἐχθρῶν καὶ πολεμίων ποιεῖ· ὥσπερ οὖν τὸ ἀμύνεσθαι, τὰ ἐναντία ἅπαντα· ἀμφοτέρους τε γὰρ καταισχύνει καὶ χείρους κατασκευάζει, καὶ τὴν ὀργὴν εἰς μείζονα ἀνάγει φλόγα· καὶ πολλάκις καὶ εἰς θάνατον καταστρέφει περαιτέρω τὸ δεινὸν προβαῖνον. Διὰ τοῦτο οὐ μόνον ῥαπιζόμενον ἐκέλευσε μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἐμπιπλᾷν αὐτοῦ τὴν ἐπιθυμίαν ἐπέταξεν, ἵνα μηδὲ τὸ πρότερον δόξῃς ἄκων ὑπομεμενηκέναι. Οὕτω γὰρ καὶ ἀναίσχυντον ὄντα καιρίᾳ δυνήσῃ πλῆξαι πληγῇ μᾶλλον, ἢ εἰ τῇ χειρὶ ἔπληξας, καὶ ἀναισχυντότερον ὄντα ἐπιεικέστερον ποιήσεις. Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι. Διὸ πάλιν τὴν αὐτὴν τίθησιν ὑπερβολήν. Ὥσπερ γὰρ ἐκεῖ κελεύει νικᾶν ἐν τῷ πάσχειν, οὕτω καὶ ἐνταῦθα τῷ ἀφαιρεῖσθαι πλείονα ὧν ὁ πλεονεκτῶν προσεδόκησε. Πλὴν οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλὰ μετὰ προσθήκης. Οὐ γὰρ εἶπε, Δὸς τῷ αἰτοῦντι τὸ ἱμάτιον, ἀλλὰ, Τῷ θέλοντί σοι κριθῆναι· τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ καὶ πράγματά σοι παρέχῃ. Καὶ ὥσπερ εἰπὼν μὴ καλεῖν μωρὸν, μηδὲ ὀργίζεσθαι εἰκῆ, προϊὼν πλέον ἀπῄτησεν, ἡνίκα ἐκέλευσε καὶ τὴν δεξιὰν σιαγόνα παρέχειν· οὕτω καὶ ἐνταῦθα, εἰπὼν εὐνοεῖν τῷ ἀντιδίκῳ, πάλιν ἐπιτείνει τὸ ἐπίταγμα. Οὐ γὰρ δὴ μόνον ἃ βούλεται λαβεῖν κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπιδείξασθαι φιλοτιμίαν. Τί οὖν; γυμνὸς μέλλω περιιέναι; φησίν. Οὐκ ἂν ἦμεν γυμνοὶ, εἰ τούτοις ἐπειθόμεθα μετὰ ἀκριβείας· ἀλλὰ καὶ πολλῷ πλείονα ἁπάντων ἂν ἦμεν περιβεβλημένοι. Πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω διακειμένοις ἐπέθετο· δεύτερον δὲ, εἰ καὶ ἔτυχέ τις οὕτως ἄγριος καὶ ἀνήμερος, ὡς καὶ μέχρι τοσούτου προελθεῖν, ἀλλὰ πολλῷ πλείους ἂν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα οὐχ ἱματίοις μόνον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
