# In Matthaeum (homiliae 1-90) 3.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-10

Σκόπει τοίνυν πῶς καὶ διὰ τῶν ἑξῆς αὔξει τούτων τὸν φόβον, καὶ ἐπιτείνει τὴν ἀγωνίαν. Εἰπὼν γὰρ, ὅτι Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, ἐπήγαγε· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· διὰ πάντων τὸν λόγον φοβερὸν ποιῶν. Καὶ γὰρ καὶ αὐτὸς πολλὴν ἀπὸ τοῦ βίου τὴν παῤῥησίαν εἶχε, κἀκεῖνοι σφοδρᾶς ἐδέοντο τῆς ἐπιπλήξεως, πολὺν ἤδη χερσωθέντες χρόνον. Τί γὰρ λέγω, φησὶν, ὅτι ἐκπίπτειν μέλλετε τῆς πρὸς τὸν πατριάρχην συγγενείας, καὶ ἑτέρους ὁρᾷν τοὺς ἀπὸ λίθων εἰς τὴν ὑμετέραν εἰσαγομένους προεδρίαν; Οὐδὲ γὰρ μέχρι τούτου τὰ τῆς τιμωρίας ὑμῖν, ἀλλὰ καὶ περαιτέρω προβήσεται τὰ τῆς κολάσεως. Ἤδη γὰρ, φησὶν, ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Οὐδὲν φοβερώτερον ταύτης τοῦ λόγου τῆς τροπῆς. Οὐκέτι γὰρ δρέπανον πετόμενον, οὐδὲ φραγμοῦ καθαίρεσις, οὐδὲ τὸ καταπατεῖσθαι τὸν ἀμπελῶνα· ἀλλ' ἀξίνη σφόδρα ἀκμάζουσα, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἐπὶ θύραις αὕτη. Ἐπειδὴ γὰρ τοῖς προφήταις συνεχῶς ἀπιστοῦντες ἔλεγον· Ποῦ ἐστιν ἡ ἡμέρα Κυρίου; καὶ, Ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· διὰ τὸ μετὰ πολλὰ πολλάκις ἔτη ἐκβαίνειν τὰ λεγόμενα· καὶ ταύτης αὐτοὺς ἀπάγων τῆς παραμυθίας, ἐγγὺς αὐτῶν ἵστησι τὰ δεινά. Καὶ τοῦτο ἐδήλωσε τῷ εἰπεῖν, Ἤδη, καὶ τῷ τῇ ῥίζῃ αὐτὴν προσαγαγεῖν. Οὐδὲν γὰρ τὸ μέσον λοιπὸν, φησὶν, ἀλλ' αὐτῇ ἐπίκειται τῇ ῥίζῃ. Καὶ οὐκ εἶπε, Τοῖς κλάδοις, οὐδὲ, Τοῖς καρποῖς, ἀλλὰ, Τῇ ῥίζῃ· δεικνὺς αὐτοὺς, εἰ ῥᾳθυμήσαιεν, ἀνίατα πεισομένους δεινὰ, καὶ οὐδὲ ἐλπίδα ἕξοντας θεραπείας. Οὐδὲ γὰρ δοῦλός ἐστιν ὁ παραγενόμενος, ὡς οἱ πρότερον· ἀλλ' αὐτὸς ὁ τῶν ὅλων Δεσπότης, σφοδρὰν ἐπάγων τὴν τιμωρίαν καὶ δυνατωτάτην. Ἀλλ' ὅμως καὶ φοβήσας πάλιν, οὐκ ἀφίησιν αὐτοὺς εἰς ἀπόγνωσιν ἐμπεσεῖν· ἀλλ' ὥσπερ ἀνωτέρω οὐκ εἶπεν, ὅτι Ἤγειρεν, ἀλλ' ὅτι Δύναται ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, φοβῶν τε ὁμοῦ καὶ παραμυθούμενος· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἥψατο τῆς ῥίζης, ἀλλ' ὅτι Ἐπίκειται καὶ ὁμιλεῖ τῇ ῥίζῃ· καὶ οὐδεμίαν ἀναβολὴν ἐνδείκνυται. Πλὴν ἀλλὰ καὶ οὕτως ἐγγὺς αὐτὴν ἀγαγὼν, ὑμᾶς κυρίους ποιεῖ τῆς τομῆς. Ἂν μὲν γὰρ μεταβάλησθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, πρόῤῥιζον ἀνασπάσει τὸ δένδρον. Διά τοι τοῦτο οὔτε ἀφέστηκε τῆς ῥίζης, οὔτε ἐπικειμένη τέμνει, τὸ μὲν ἵνα μὴ ἀναπέσητε, τὸ δὲ ἵνα μάθητε, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλ[λ]ομένους σωθῆναι. Διὸ καὶ πάντοθεν αὔξει τὸν φόβον, διεγείρων αὐτοὺς καὶ ὠθῶν πρὸς μετάνοιαν. Καὶ γὰρ τὸ τῶν προγόνων ἐκπεσεῖν, καὶ τὸ ἑτέρους ἀντεισαχθῆναι, καὶ τὸ ἐπὶ θύραις εἶναι τὰ δεινὰ, καὶ τὸ ἀνήκεστα πείσεσθαι, ἅπερ ἀμφότερα διὰ τῆς ῥίζης καὶ τῆς ἀξίνης ἐδήλωσεν, ἱκανὰ ἦν καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διαναστῆσαι, καὶ ἐναγωνίους ἐργάσασθαι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην. Ἀλλὰ μὴ φοβηθῇς· μᾶλλον δὲ φοβήθητι μὲν, μὴ ἀπογνῷς δέ. Ἔτι γὰρ ἔχεις ἐλπίδα μεταβολῆς· οὐ γὰρ αὐτοτελὴς ἡ ἀπόφασις, οὐδὲ ἐπὶ τὸ τέμνειν ἡ ἀξίνη ἦλθεν· (ἐπεὶ τί ἐκώλυεν αὐτὴν τεμεῖν ὁμιλοῦσαν τῇ ῥίζῃ;) ἀλλ' ἐπὶ τό σε τῷ φόβῳ τούτῳ ποιῆσαι βελτίονα, καὶ παρασκευάσαι καρπὸν ἐνεγκεῖν. Διὰ τοῦτο ἐπήγαγε· Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκό πτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅταν δὲ εἴπῃ, Πᾶν, ἐκβάλλει πάλιν τὴν ἀπὸ τῆς εὐγενείας προεδρίαν. Κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔκγονος ᾖς, φησὶν, κἂν μυρίους ἔχῃς ἀριθμεῖν πατριάρχας, διπλῆν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων. Ἀπὸ τούτων τῶν ῥημάτων καὶ τελώνας ἐφόβησε, καὶ στρατιωτικὴν διάνοιαν κατέσεισεν, οὔτε εἰς ἀπόγνωσιν ἐμβαλὼν, καὶ ῥᾳθυμίας ἀπαλλάττων ἁπάσης. Μετὰ γὰρ τοῦ φόβου καὶ πολλὴν παράκλησιν ἔχει τὸ εἰρημένον. Τῷ γὰρ εἰπεῖν, Μὴ ποιοῦν καρπὸν καλὸν, ἔδειξεν ὅτι τὸ ποιοῦν καρπὸν πάσης ἀπήλλακται τιμωρίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
