Ancient Greek
Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-12
Not analysed yet
Εἰ δὲ λέγοι τις, ὅτι καὶ μὴν ἐπιδείξασθαι ἐχρῆν, ἐροίμην ἂν αὐτόν· Τίνος ἕνεκεν καὶ διὰ τί; Οὐδὲ γὰρ ἵνα πιστεύσῃ, ταῦτα ἔλεγεν ἐκεῖνος, ἀλλ' ἵνα, ὡς ᾤετο, εἰς ἀπιστίαν ἐλέγξῃ. Ἐπεὶ καὶ τοὺς πρώτους οὕτως ἠπάτησε καὶ ἤλεγξεν, οὐ σφόδρα πιστεύοντας τῷ Θεῷ. Ἐναντία γὰρ ὧν εἶπεν ὁ Θεὸς, ἐκεῖνος ὑποσχόμενος, καὶ κεναῖς αὐτοὺς φυσήσας ἐλπίσι, καὶ εἰς ἀπιστίαν ἐμβαλὼν, οὕτω καὶ ὧν εἶχον ἀγαθῶν ἐξέβαλεν. Ἀλλ' ὁ Χριστὸς δείκνυσιν ἑαυτὸν, μήτε τούτῳ τότε, μήτε ὕστερον τοῖς τὰ αὐτοῦ φρονοῦσιν Ἰουδαίοις σημεῖα αἰτοῦσιν ἐπινεύσας, πανταχοῦ παιδεύων ἡμᾶς, κἂν δυνώμεθά τι ποιεῖν, μηδὲν πράττειν εἰκῆ καὶ μάτην, μηδὲ ἀνάγκης ἐπικειμένης πείθεσθαι τῷ διαβόλῳ. Τί οὖν ὁ μιαρὸς οὗτος; Ἡττηθεὶς καὶ πεῖσαι μὴ δυνηθεὶς τὸ κελευόμενον ποιῆσαι, καὶ ταῦτα πείνης ἐπικειμένης τοσαύτης, ἐφ' ἕτερον πρόεισι, λέγων· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γάρ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε Τί δήποτε καθ' ἑκάστην πεῖραν τοῦτο προστίθησιν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ; Ὅπερ ἐπὶ τῶν προτέρων ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. Ὥσπερ γὰρ τότε διέβαλε τὸν Θεὸν, λέγων, ὅτι Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί· διὰ τούτων δεῖξαι βουλόμενος, ὅτι ἠπάτηνται καὶ παρελογίσθησαν, καὶ οὐδέν εἰσιν εὐηργετημένοι· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο αἰνίττεται λέγων, ὅτι Εἰκῆ σε ἐκάλεσεν Υἱὸν, καὶ ἠπάτησε τῇ δωρεᾷ· ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, παράσχου ἡμῖν ἀπόδειξιν τοῦ τῆς δυνάμεως εἶναι ἐκείνης. Εἶτα, ἐπειδὴ ἀπὸ Γραφῶν αὐτῷ διελέχθη, καὶ αὐτὸς τοῦ προφήτου παράγει μαρτυρίαν. Πῶς οὖν ὁ Χριστός; Οὐκ ἠγανάκτησεν, οὐ παρωξύνθη, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας πάλιν ἀπὸ τῶν Γραφῶν αὐτῷ διαλέγεται λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου· παιδεύων ἡμᾶς, ὅτι τοῦ διαβόλου οὐ διὰ σημείων, ἀλλὰ δι' ἀνεξικακίας καὶ μακροθυμίας περιγίνεσθαι χρὴ, καὶ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν καὶ φιλοτιμίαν ἁπλῶς. Σκόπει δὲ αὐτοῦ τὸ ἀνόητον καὶ ἀπὸ τῆς μαρτυρίας αὐτῆς, ἧς παρήγαγεν. Αἱ μὲν γὰρ παρὰ τοῦ Κυρίου παρενεχθεῖσαι μαρτυρίαι σφόδρα ἁρμοδίως ἀμφότεραι εἴρηνται· οἱ δὲ παρ' ἐκείνου ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ οὐδὲ τοῖς προκειμένοις τὸ προσῆκον ἀντεπήγετο. Οὐ γὰρ δὴ τὸ γεγράφθαι, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, παραινεῖ ῥιπτεῖν ἑαυτὸν καὶ κρημνίζειν· ἄλλως δὲ οὐδὲ περὶ τοῦ Κυρίου τοῦτο εἰρημένον ἐστίν. Ἀλλὰ τοῦτο μὲν τέως οὐκ ἤλεγξε, καίτοι γε καὶ ὑβριστικῶς αὐτοῦ χρησαμένου τῷ λόγῳ, καὶ σφόδρα ἐναντίως. Οὐδεὶς γὰρ παρὰ Υἱοῦ τοῦ Θεοῦ ταῦτα αἰτεῖ, ἀλλὰ διαβόλου καὶ δαιμόνων τὸ βάλλειν ἑαυτὸν κάτω· τοῦ Θεοῦ δὲ, καὶ τοὺς κειμένους ἀνιστᾷν. Εἰ γὰρ δύναμιν ἐπιδείξασθαι ἔδει, οὐχ ἑαυτὸν ῥιπτοῦντα εἰκῆ καὶ κρημνίζοντα, ἀλλ' ἑτέρους σώζοντα. Τὸ δὲ ἑαυτοὺς ῥιπτεῖν εἰς φάραγγας καὶ κρημνοὺς, τῆς ἐκείνου φάλαγγός ἐστιν. Οὕτω γοῦν ὁ παρ' αὐτοῖς πλάνος ποιεῖ πανταχοῦ. Ἀλλ' ὁ Χριστὸς, καὶ τούτων εἰρημένων, οὐδέπω ἑαυτὸν ἐκκαλύπτει, ἀλλ' ὡς ἄνθρωπος τέως αὐτῷ διαλέγεται. Τὸ γὰρ εἰπεῖν, Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, καὶ τὸ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, οὐ σφόδρα ἑαυτὸν ἐκκαλύπτοντος ἦν, ἀλλ' ἕνα τῶν πολλῶν δεικνύντος. Μὴ θαυμάσῃς δὲ, εἰ τῷ Χριστῷ διαλεγόμενος περιτρέπεται πολλάκις. Καθάπερ γὰρ οἱ πυκτεύοντες, ὅταν καιρίας δέξωνται πληγὰς, αἵματι περιῤῥεόμενοι πολλῷ καὶ σκοτούμενοι περιφέρονται· οὕτω δὴ καὶ αὐτὸς ἀπὸ τῆς προτέρας καὶ δευτέρας πληγῆς σκοτωθεὶς, ἁπλῶς τὰ ἐπιόντα φθέγγεται· καὶ πρόεισιν ἐπὶ τὴν τρίτην προσβολήν. Καὶ ἀναγαγὼν αὐτὸν εἰς ὄρος ὑψηλὸν, δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας, καί φησι· Πάντα σοι ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐπειδὴ γὰρ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανε, τὰ ἐκείνου πάντα αὐτοῦ λέγων εἶναι, καὶ θεὸν ἐσπούδαζεν ἑαυτὸν ἀποφῆναι, ὡς δημιουργὸν τοῦ παντὸς, τότε ἐπετίμησε καὶ οὐδὲ τότε μετὰ σφοδρότητος, ἀλλ' ἁπλῶς· Ὕπαγε, Σατανᾶ· ὅπερ καὶ πρόσταγμα μᾶλλον ἦν, ἢ ἐπιτίμησις. Ὁμοῦ τε γὰρ εἶπεν αὐτῷ, Ὕπαγε, καὶ δραπετεῦσαι αὐτὸν ἐποίησεν· οὔτε γὰρ ἑτέρους πειρασμοὺς προσήγαγε.