Ancient Greek
Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομῶν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-21
Not analysed yet
Μὴ τοίνυν φροντίζωμεν· οὐδὲν γὰρ ἡμῖν περιέσται πλέον, ἢ τὸ κατατείνειν ἑαυτούς. Ὅταν γὰρ καὶ μεριμνώντων ἡμῶν καὶ μὴ μεριμνώντων παρέχῃ, καὶ μᾶλλον μὴ μεριμνώντων, τί σοι πλέον ἀπὸ τῆς φροντίδος, ἢ τὸ δίκην σαυτὸν περιττὴν ἀπαιτεῖν; Οὐδὲ γὰρ ἐπὶ δαψιλὲς ἀπιέναι μέλλων ἄριστόν τις, ὑπὲρ τροφῆς ἀνέξεται μεριμνᾷν· οὐδὲ ὁ ἐπὶ πηγὴν βαδίζων, ὑπὲρ τοῦ πίνειν φροντίζει. Μὴ τοίνυν μηδὲ ἡμεῖς, καὶ πηγῆς ἁπάσης καὶ μυρίων δείπνων παρεσκευασμένων δαψιλεστέραν ἔχοντες χορηγίαν τοῦ Θεοῦ τὴν πρόνοιαν, πτωχεύωμεν, μηδὲ μικροψυχῶμεν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον λογισμὸν πάλιν ὑπὲρ τοῦ θαῤῥεῖν περὶ τῶν τοιούτων τίθησι λέγων· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐπειδὴ γὰρ ἀνῆκε τῆς φροντίδος τὴν ψυχὴν, τότε καὶ τῶν οὐρανῶν ἐμνημόνευσε. Καὶ γὰρ τὰ παλαιὰ ἀναλύσων παραγέγονε, καὶ πρὸς μείζονα καλέσων πατρίδα. Διὰ τοῦτο πάντα ποιεῖ, ὥστε τῶν περιττῶν ἡμᾶς ἀπαλλάττειν, καὶ τῆς πρὸς τὴν γῆν συμπαθείας. Διὰ τοῦτο καὶ τῶν ἐθνικῶν ἐμνημόνευσεν, εἰπὼν ὅτι τὰ ἔθνη ἐπιζητεῖ ταῦτα, οἷς ὁ πόνος ἅπας κατὰ τὸν παρόντα βίον, οἷς λόγος οὐδεὶς περὶ τῶν μελλόντων, οὐδὲ ἔννοια τῶν οὐρανῶν. Ὑμῖν δὲ οὐχὶ ταῦτά ἐστι τὰ προηγούμενα, ἀλλ' ἕτερα. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα, ἵνα φάγωμεν καὶ πίωμεν καὶ περιβαλώμεθα. ἀλλ' ἵνα ἀρέσωμεν Θεῷ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν. Ὥσπερ οὖν ἐν τῇ σπουδῇ πάρεργα ταῦτα, οὕτω καὶ ἐν τῇ αἰτήσει πάρεργα ἔστω. Διὰ τοῦτο καὶ ἔλεγε· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ οὐκ εἶπε, Δοθήσεται, ἀλλὰ, Προστεθήσεται, ἵνα μάθῃς, ὅτι οὐδὲν μέγα τῶν διδομένων τὰ παρόντα ἐστὶ πρὸς τὸ μέγεθος τῶν μελλόντων. Διὰ δὴ τοῦτο οὐδὲ αἰτεῖν αὐτὰ κελεύει, ἀλλ' αἰτεῖν μὲν ἕτερα, θαῤῥεῖν δὲ ὡς καὶ τούτων ἐκείνοις προστιθεμένων. Ζήτει τοίνυν τὰ μέλλοντα, καὶ λήψῃ καὶ τὰ παρόντα· μὴ ζήτει τὰ ὁρώμενα, καὶ πάντως αὐτῶν ἐπιτεύξῃ. Καὶ γὰρ ἀνάξιόν σου τὸ περὶ τοιούτων προσιέναι τῷ δεσπότῃ. Ὁ γὰρ τὴν ἅπασαν σπουδὴν καὶ τὴν μέριμναν ὑπὲρ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων ὀφείλων ποιεῖσθαι, σφόδρα σεαυτὸν καταισχύνεις, εἰς τὴν τῶν ῥεόντων πραγμάτων ἐπιθυμίαν καταναλίσκων αὐτήν. Πῶς οὖν; φησίν· οὐκ ἐκέλευσε τὸν ἄρτον αἰτεῖν; Ἀλλὰ, Τὸν ἐπιούσιον, προσέθηκε, καὶ τούτῳ πάλιν τὸ, σήμερον· ὅπερ οὖν καὶ ἐνταῦθα ποιεῖ. Οὐ γὰρ εἶπε, Μὴ μεριμνήσητε· ἀλλὰ, Μὴ μεριμνήσητε ὑπὲρ τῆς αὔριον· ὁμοῦ καὶ τὴν ἐλευθερίαν ἡμῖν παρέχων, καὶ τὴν ψυχὴν ἡμῶν προσηλῶν τοῖς ἀναγκαιοτέροις. Καὶ γὰρ καὶ ἐκεῖνα αἰτεῖν διὰ τοῦτο ἐκέλευσεν, οὐχ ὡς τοῦ Θεοῦ δεομένου τῆς παρ' ἡμῶν ὑπομνήσεως, ἀλλ' ἵνα μάθωμεν, ὅτι μετὰ τῆς αὐτοῦ βοηθείας κατορθοῦμεν ἅπερ ἂν κατορθώσωμεν, καὶ ἵνα οἰκειωθῶμεν τῇ συνεχεῖ περὶ τούτων αἰτήσει. Εἶδες πῶς καὶ ἐντεῦθεν ἔπεισεν, ὅτι λήψονται τὰ παρόντα πάντως; Ὁ γὰρ τὰ μείζω παρέχων, πολλῷ μᾶλλον τὰ ἐλάττω δώσει. Οὐ γὰρ διὰ τοῦτο, φησὶν, εἶπον μὴ μεριμνᾷν, μηδὲ αἰτεῖν, ἵνα ταλαιπωρῆτε καὶ γυμνοὶ περιέρχησθε, ἀλλ' ἵνα καὶ τούτων ἐν ἀφθονίᾳ ἦτε· ὃ δὴ μάλιστα πάντων ἱκανὸν ἦν αὐτοὺς ἐφελκύσασθαι. Ὥσπερ οὖν ἐπὶ τῆς ἐλεημοσύνης ἀποτρέπων αὐτοὺς ἐπιδείκνυσθαι τοῖς ἀνθρώποις, τούτῳ μάλιστα ἔπειθε. τῷ μετὰ πλείονος αὐτὸ παρέξειν ὑποσχέσθαι τῆς φιλοτιμίας αὐτοῖς· (Ὁ γὰρ Πατήρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ·) οὕτω καὶ ἐνταῦθα ἀφέλκων αὐτοὺς τοῦ μὴ ζητεῖν αὐτὰ, τούτῳ μάλιστα πείθει, τῷ μὴ ζητοῦσι μετὰ πλείονος ὑποσχέσθαι παρέχειν τῆς περιουσίας. Διὰ γὰρ τοῦτο κελεύω, φησὶ, μὴ ζητεῖν, οὐχ ἵνα μὴ λάβῃς, ἀλλ' ἵνα λάβῃς δαψιλῶς· ἵνα λάβῃς μετὰ τοῦ σοι προσήκοντος σχήματος, μετὰ τῆς ἁρμοζούσης σοι λυσιτελείας· ἵνα μὴ μεριμνῶν, μηδὲ σχιζόμενος εἰς τὴν τούτων φροντίδα, ἀνάξιον σαυτὸν καὶ τούτων καὶ τῶν πνευματικῶν καταστήσῃς· ἵνα μὴ ταλαιπωρίαν περιττὴν ὑπομείνῃς, καὶ τοῦ προκειμένου πάλιν ἐκπέσῃς. Μὴ οὖν μεριμνήσητε περὶ τῆς αὔριον. Ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς· τουτέστιν, ἡ ταλαιπωρία, ἡ συντριβή. Οὐκ ἀρκεῖ σοι τὸ ἐν ἱδρῶτι τοῦ προσώπου σου ἐσθίειν τὸν ἄρτον σου; τί καὶ ἑτέραν προστιθεῖς τὴν ἀπὸ τῆς φροντίδος ταλαιπωρίαν, μέλλων λοιπὸν καὶ τῶν προτέρων ἀπολύεσθαι κόπων;