# In Matthaeum (homiliae 1-90) 3.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Καὶ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· «Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.». Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-27

Ἀναστήσας τοίνυν αὐτὸν, εἰς τὴν οἰκίαν πέμπει· πάλιν ἐνταῦθα τὸ ἄτυφον δεικνὺς, καὶ ὅτι οὐ φαντασία ἦν τὸ γεγενημένον· τοὺς γὰρ τῆς ἀῤῥωστίας μάρτυρας, τούτους ποιεῖται καὶ τῆς ὑγιείας. Ἐγὼ μὲν γὰρ ἐβουλόμην, φησὶ, διὰ τοῦ σοῦ πάθους καὶ τοὺς δοκοῦντας ὑγιαίνειν, νοσοῦντας δὲ τὴν διάνοιαν, θεραπεῦσαι· ἐπειδὴ δὲ οὐ βούλονται, ἄπιθι οἴκαδε, τοὺς ἐκεῖ διορθωσόμενος. Ὁρᾷς πῶς δείκνυσι καὶ ψυχῆς καὶ σωμάτων αὐτὸν ὄντα δημιουργόν; Ἑκατέρας οὖν οὐσίας τὴν παράλυσιν ἰᾶται, καὶ τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ δῆλον ποιεῖ· ἀλλ' ὅμως ἔτι χαμαὶ σύρονται. Ἰδόντες γὰρ οἱ ὄχλοι ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, φησὶν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις· προσίστατο γὰρ αὐτοῖς ἡ σάρξ. Αὐτὸς δὲ αὐτοῖς οὐκ ἐπετίμα, ἀλλὰ πρόεισι διὰ τῶν ἔργων ἐγείρων αὐτοὺς, καὶ ὑψηλὸν τὸ φρόνημα ποιῶν. Τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων εἶναι μείζω, καὶ παρὰ Θεοῦ ἥκειν. Εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ' ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἂν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν. Ἀλλ' οὐ κατέσχον ταῦτα σαφῶς· διὰ τοῦτο οὐδὲ προσελθεῖν ἠδυνήθησαν. Ἔλεγον γὰρ πάλιν· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· πῶς ἐστιν οὗτος παρὰ τοῦ Θεοῦ; Καὶ συνεχῶς αὐτὰ ἔστρεφον, τῶν οἰκείων παθῶν ταῦτα προβαλλόμενοι προκαλύμματα. Ὃ πολλοὶ καὶ νῦν ποιοῦσι, καὶ τὸν Θεὸν δοκοῦντες ἐκδικεῖν, οἰκεῖα πληροῦσι πάθη, δέον μετ' ἐπιεικείας ἅπαντα μετιέναι. Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς, σκηπτὸν δυνάμενος ἀφιέναι ἐπὶ τοὺς βλασφημοῦντας αὐτὸν, τὸν ἥλιον ἀνατέλλει, καὶ τοὺς ὄμβρους ἀφίησι, καὶ τὰ ἄλλα πάντα μετὰ δαψιλείας παρέχει· ὃν χρὴ καὶ ἡμᾶς μιμουμένους παρακαλεῖν, παραινεῖν, νουθετεῖν μετὰ πραότητος, οὐκ ὀργιζομένους, οὐδὲ ἐκθηριουμένους. Οὐδὲ γὰρ βλάβη τις εἰς τὸν Θεὸν ἀπὸ τῆς βλασφημίας ἐκβαίνει, ἵνα θυμωθῇς· ἀλλ' ὁ βλασφημήσας αὐτὸς καὶ τὸ τραῦμα ἔλαβεν. Οὐκοῦν στέναξον, θρήνησον· καὶ γὰρ δακρύων ἄξιον τὸ πάθος. Καὶ τὸν τραυματισθέντα δὲ οὐδὲν οὕτως ὡς ἐπιείκεια θεραπεῦσαι δύναται. Ἐπιείκεια γὰρ πάσης βίας δυνατωτέρα. Ὅρα γοῦν πῶς αὐτὸς ἡμῖν ὁ ὑβρισμένος διαλέγεται, καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς· ἐκεῖ μὲν λέγων, Λαός μου, τί ἐποίησά σοι; ἐνταῦθα δὲ, Σαῦλε, Σαῦλε, τί με διώκεις; Καὶ ὁ Παῦλος δὲ ἐν πραότητι κελεύει παιδεύειν τοὺς ἀντιδιατιθεμένους. Καὶ τῷ Χριστῷ δὲ ἡνίκα προσῄεσαν οἱ μαθηταὶ ἀξιοῦντες πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ, σφόδρα ἐπετίμησεν αὐτοῖς λέγων· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς. Καὶ ἐνταῦθα δὲ οὐκ εἶπεν, Ὦ μιαροὶ καὶ γόητες ὑμεῖς· ὦ βάσκανοι καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθροί· ἀλλὰ, Τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Δεῖ τοίνυν μετ' ἐπιεικείας ἐξαίρειν τὸ νόσημα. Ὁ γὰρ φόβῳ γενόμενος ἀνθρωπίνῳ βελτίων, ταχέως ἐπανήξει πρὸς τὴν πονηρίαν πάλιν. Διὰ τοῦτο καὶ τὰ ζιζάνια ἀφεθῆναι ἐκέλευσε, διδοὺς προθεσμίαν μετανοίας. Πολλοὶ γοῦν αὐτῶν μετενόησαν, καὶ γεγόνασι σπουδαῖοι, πρότερον ὄντες φαῦλοι, οἷον ὁ Παῦλος, ὁ τελώνης, ὁ λῃστής· καὶ γὰρ ζιζάνια ὄντες οὗτοι σῖτος γεγόνασιν ὥριμος. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων τοῦτο ἀμήχανον· ἐπὶ δὲ τῆς προαιρέσεως ῥᾴδιόν τε καὶ εὔκολον· οὐ γὰρ φύσεως ὅροις αὕτη δέδεται, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμηται. Ὅταν τοίνυν ἴδῃς ἐχθρὸν τῆς ἀληθείας, θεράπευσον, ἐπιμέλησαι, πρὸς ἀρετὴν ἐπανάγαγε, βίον ἐπιδεικνύμενος ἄριστον, λόγον παρεχόμενος ἀκατάγνωστον, προστασίαν καὶ κηδεμονίαν παρέχων, πάντα τρόπον κινῶν διορθώσεως, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος. Οὐδὲ γὰρ ἐκεῖνοι καθ' ἕνα τρόπον θεραπεύουσι μόνον, ἀλλ' ὅταν ἴδωσιν οὐκ εἶκον τὸ ἕλκος τῷ προτέρῳ φαρμάκῳ, προστιθέασιν ἕτερον, καὶ μετ' ἐκεῖνο πάλιν ἄλλο· καὶ νῦν μὲν τέμνουσι, νῦν δὲ ἐπιδεσμοῦσι. Καὶ σὺ τοίνυν ψυχῶν ἰατρὸς γενόμενος, πάντα κίνει θεραπείας τρόπον κατὰ τοὺς τοῦ Χριστοῦ νόμους, ἵνα καὶ τῆς σαυτοῦ σωτηρίας καὶ τῆς ἑτέρων ὠφελείας λάβῃς μισθὸν, εἰς δόξαν Θεοῦ πάντα ποιῶν, καὶ ταύτῃ καὶ αὐτὸς δοξαζόμενος. Τοὺς δοξάζοντας γάρ με δοξάσω, φησί· καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθήσονται. Πάντα τοίνυν εἰς δόξαν αὐτοῦ πράττωμεν, ἵνα τῆς μακαρίας ἐκείνης ἐπιτύχωμεν λήξεως· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
