Ancient Greek · ~14 min
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-3
Not analysed yet
Καὶ τίνος ἕνεκεν οὐ πρὸ τῆς μνηστείας ἐκύησεν; Ἵνα, ὅπερ ἔφην ἐξ ἀρχῆς, συσκιασθῇ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ Παρθένος ὑπόνοιαν. Ὅταν γὰρ ὁ ζηλοτυπεῖν ὀφείλων μάλιστα πάντων φαίνηται μὴ μόνον ἐκπομπεύων αὐτὴν, μηδὲ ἀτιμάζων, ἀλλὰ καὶ δεχόμενος καὶ θεραπεύων μετὰ τὴν κύησιν, εὔδηλον ὅτι εἰ μὴ σαφῶς ἦν πεπεικὼς ἑαυτὸν, ὅτι ἐκ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ γεγεννημένον, οὐκ ἂν κατέσχε, καὶ τἄλλα πάντα ὑπηρέτησε. Κυρίως δὲ σφόδρα καὶ τὸ, Εὑρέθη ἐν γαστρὶ ἔχουσα, τέθεικεν· ὅπερ ἐπὶ τῶν παραδόξων, καὶ παρ' ἐλπίδα πᾶσαν ἐκβαινόντων, καὶ οὐ προσδοκωμένων λέγεσθαι εἴωθε. Μὴ τοίνυν περαιτέρω χώρει, μηδὲ ζήτει πλέον τι τῶν εἰρημένων, μηδὲ λέγε· Καὶ πῶς τὸ Πνεῦμα εἰργάσατο τοῦτο ἐκ παρθένου; Εἰ γὰρ τῆς φύσεως ἐργαζομένης ἀδύνατον ἑρμηνεῦσαι τῆς διαπλάσεως τὸν τρόπον, πῶς τοῦ Πνεύματος θαυματουργοῦντος δυνησόμεθα ταῦτα εἰπεῖν; Ἵνα γὰρ μὴ κόπτῃς τὸν εὐαγγελιστὴν, μηδὲ ἐνοχλῇς συνεχῶς ταῦτα ἐρωτῶν, εἰπὼν τὸν ἐργασάμενον τὸ θαῦμα, ἀπηλλάγη. Οὐδὲν γὰρ οἶδα, φησὶ, πλέον, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος ἁγίου γέγονε τὸ γεγενημένον. Αἰσχυνέσθωσαν οἱ τὴν ἄνω περιεργαζόμενοι γέννησιν. Εἰ γὰρ ταύτην τὴν μυρίους ἔχουσαν μάρτυρας, καὶ πρὸ τοσούτων ἀνακηρυχθεῖσαν χρόνων, καὶ φανεῖσαν, καὶ ψηλαφηθεῖσαν, οὐδεὶς ἑρμηνεῦσαι δύναται, ποίαν καταλείπουσι μανίας ὑπερβολὴν οἱ τὴν ἀπόῤῥητον ἐκείνην περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες; Οὐδὲ γὰρ ὁ Γαβριὴλ, οὐδὲ ὁ Ματθαῖος ἐδυνήθησάν τι πλέον εἰπεῖν, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος μόνον· τὸ δὲ, πῶς ἐκ Πνεύματος, καὶ τίνι τρόπῳ, οὐδεὶς τούτων ἡρμήνευσεν· οὐδὲ γὰρ δυνατὸν ἦν. Μηδὲ νομίσῃς τὸ πᾶν μεμαθηκέναι, ἐκ Πνεύματος ἀκούων· καὶ γὰρ πολλὰ ἀγνοοῦμεν ἔτι, καὶ τοῦτο μανθάνοντες· οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστί· πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός· πῶς τίκτει ἡ Παρθένος, καὶ μένει παρθένος. Πῶς ἔπλασεν, εἰπέ μοι, τὸ Πνεῦμα τὸν ναὸν ἐκεῖνον; πῶς οὐ πᾶσαν τὴν σάρκα ἀπὸ τῆς μήτρας ἔλαβεν, ἀλλὰ μέρος αὐτῆς, καὶ ηὔξησε καὶ διετύπωσεν; Ὅτι μὲν γὰρ ἀπὸ τῆς σαρκὸς τῆς Παρθένου προῆλθεν, ἐδήλωσεν εἰπών· Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν· καὶ ὁ Παῦλος, Γενόμενος ἐκ γυναικός· ἐπιστομίζων τοὺς λέγοντας, ὅτι ὥσπερ διά τινος σωλῆνος παρῆλθεν ὁ Χριστός. Εἰ γὰρ τοῦτο ἦν, τίς χρεία τῆς μήτρας; Εἰ τοῦτο ἦν, οὐδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς· ἀλλ' ἄλλη τίς ἐστιν ἐκείνη ἡ σὰρξ, οὐ τοῦ φυράματος τοῦ ἡμετέρου. Πῶς οὖν ἐκ τῆς ῥίζης Ἰεσσαί; πῶς δὲ ῥάβδος; πῶς υἱὸς ἀνθρώπου; πῶς δὲ μήτηρ ἡ Μαριάμ; πῶς ἐκ σπέρματος Δαυΐδ; πῶς μορφὴν δούλου ἔλαβε; πῶς Ὁ Λόγος ἐγένετο σάρξ; πῶς δὲ Ῥωμαίοις φησὶν ὁ Παῦλος· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός; Ὅτι μὲν οὖν ἐξ ἡμῶν καὶ τοῦ φυράματος τοῦ ἡμετέρου, καὶ τῆς μήτρας τῆς παρθενικῆς, δῆλον ἐκ τούτων καὶ ἐξ ἑτέρων πλειόνων· τὸ δὲ πῶς, οὐκέτι δῆλον. Μὴ τοίνυν μηδὲ σὺ ζήτει, ἀλλὰ δέχου τὸ ἀποκαλυφθὲν, καὶ μὴ περιεργάζου τὸ σιγηθέν. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, φησὶ, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Εἰπὼν ὅτι ἐκ Πνεύματος ἁγίου, καὶ συνουσίας χωρὶς, καὶ ἑτέρωθεν κατασκευάζει τὸν λόγον. Ἵνα γὰρ μή τις λέγῃ, Πόθεν τοῦτο δῆλον; τίς εἶδε, τίς ἤκουσε τοιοῦτόν τί ποτε συμβεβηκός; μηδὲ ὑποπτεύσῃς τὸν μαθητὴν, ὡς χαριζόμενον τῷ διδασκάλῳ, ταῦτα πλάττοντα, εἰσάγει τὸν Ἰωσὴφ, δι' ὧν ἔπαθε, πρὸς τὴν τῶν εἰρημένων συντελοῦντα πίστιν, μονονουχὶ λέγων δι' ὧν ἀπαγγέλλει· Εἰ ἀπιστεῖς ἐμοὶ, καὶ ὑποπτεύεις μου τὴν μαρτυρίαν, πίστευσον τῷ ἀνδρί. Ἰωσὴφ γὰρ, φησὶν, ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν. Δίκαιον ἐνταῦθα τὸν ἐνάρετον ἐν ἅπασι λέγει. Ἔστι μὲν γὰρ δικαιοσύνη καὶ τὸ μὴ πλεονεκτεῖν· ἔστι δὲ καὶ ἡ καθόλου ἀρετή· καὶ μάλιστα ἐπὶ τούτου τῇ τῆς δικαιοσύνης προσηγορίᾳ κέχρηται ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· Ἄνθρωπος δίκαιος, ἀληθινός· καὶ πάλιν, Ἦσαν δὲ δίκαιοι ἀμφότεροι.