# In Matthaeum (homiliae 1-90) 3.1-34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-34

Ὅτι γὰρ μείζων προφήτου ἦν, καὶ αὐτὸς ὁ Χριστὸς ἐμαρτύρησεν· ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστι. Καὶ γὰρ Ἡσαΐας φησίν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ πρὸ τῆς μαρτυρίας δὲ ταύτης φησίν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Εἶτα τὸ πάθος λέγων καὶ τὴν ἀπ' αὐτοῦ δόξαν ἐπήγαγε· Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Οὐ μόνον δὲ ὅτι σταυρωθήσεται προὔλεγεν οὗτος, ἀλλὰ καὶ μετὰ τίνων· Καὶ γὰρ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, φησί. Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' ὅτι οὐδὲ ἀπολογήσεται· Οὗτος γὰρ, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι ἀδίκως κατακριθήσεται· Ἐν τῇ ταπεινώσει γὰρ αὐτοῦ, φησὶν, ἡ κρίσις αὐτοῦ ἤρθη. Καὶ πρὸ τούτου δὲ ὁ Δαυῒδ καὶ τοῦτο λέγει, καὶ τὸ δικαστήριον ὑπογράφει. Ἵνα τί γὰρ, φησὶν, ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ἀλλαχοῦ δὲ καὶ τὸν τύπον λέγει τοῦ σταυροῦ, οὕτω λέγων· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καὶ τὰ παρὰ τῶν στρατιωτῶν τολμηθέντα προστίθησι μετὰ πάσης ἀκριβείας· Διεμερίσαντο γὰρ, φησὶ, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ἀλλαχοῦ δὲ ὅτι καὶ ὄξος προσήνεγκαν αὐτῷ λέγει· Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἶτα οἱ μὲν προφῆται πρὸ τοσούτων ἐτῶν καὶ τὸ δικαστήριον, καὶ τὴν καταδίκην, καὶ τοὺς συσταυρωθέντας μετ' αὐτοῦ λέγουσι, καὶ τῶν ἱματίων τὴν διανομὴν, καὶ τὸν ἐπ' αὐτῶν κλῆρον, καὶ πολλῷ πλείονα ἕτερα· οὐδὲ γὰρ πάντα ἀναγκαῖον παρατιθέναι νῦν, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον· οὗτος δὲ ὁ μείζων ἐκείνων ἁπάντων, ἅπαντα ταῦτα ἠγνόει; Καὶ πῶς ἂν ἔχοι λόγον; Τίνος δὲ ἕνεκεν οὐκ ἔλεγε, Σὺ εἶ ὁ ἐρχόμενος εἰς τὸν ᾅδην; ἀλλ' ἁπλῶς, Ὁ ἐρχόμενος; Καίτοι πολλῷ καταγελαστότερον τούτου ἐκεῖνο ἂν εἴη· φασὶ γάρ· Διὰ τοῦτο ταῦτα ἔλεγεν, ἵνα κἀκεῖ ἀπελθὼν κηρύξῃ. Πρὸς οὓς εὔκαιρον εἰπεῖν· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Ὁ μὲν γὰρ παρὼν βίος πολιτείας ἐστὶ καιρός· μετὰ δὲ τελευτὴν κρίσις καὶ κόλασις. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Πῶς οὖν συνετρίβησαν πύλαι χαλκαῖ, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν; Διὰ τοῦ σώματος τοῦ αὐτοῦ. Τότε γὰρ πρῶτον ἐδείχθη σῶμα ἀθάνατον, καὶ διαλύον τοῦ θανάτου τὴν τυραννίδα. Ἄλλως δὲ τοῦτο τοῦ θανάτου δείκνυσι τὴν ἰσχὺν ἀνῃρημένην, οὐ τῶν πρὸ τῆς παρουσίας αὐτοῦ τετελευτηκότων τὰ ἁμαρτήματα λελυμένα. Εἰ δὲ μὴ τοῦτο, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν ἅπαντας ἀπήλλαξε γεέννης, πῶς φησιν, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων; Τοῦτο γὰρ ὡς καὶ ἐκείνων κολασθησομένων εἴρηται, ἡμερώτερον μὲν, κολασθησομένων δ' οὖν ὅμως. Καίτοιγε καὶ δίκην ἐνταῦθα ἔδοσαν τὴν ἐσχάτην· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐξαιρήσεται. Εἰ δὲ τούτους, πολλῷ μᾶλλον τοὺς μηδὲν πεπονθότας. Τί οὖν; ἠδικήθησαν, φησὶν, οἱ πρὸ τῆς παρουσίας αὐτοῦ; Οὐδαμῶς· ἐνῆν γὰρ καὶ μὴ ὁμολογήσαντας τὸν Χριστὸν τότε σωθῆναι. Οὐ γὰρ τοῦτο ἀπῃτεῖτο παρ' αὐτῶν, ἀλλὰ τὸ μὴ εἰδωλολατρεῖν, καὶ τὸ τὸν ἀληθινὸν Θεὸν εἰδέναι. Κύριος γὰρ, φησὶν, ὁ Θεός σου, Κύριος εἷς ἐστι. Διὰ τοῦτο καὶ οἱ Μακκαβαῖοι ἐθαυμάζοντο, ὅτι ὑπὲρ τῆς τοῦ νόμου φυλακῆς ἔπαθον ἅπερ ἔπαθον, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ παρὰ Ἰουδαίοις, βίον ἄριστον ἐπιδειξάμενοι, καὶ τὸ μέτρον τῆς γνώσεως ταύτης διατηρήσαντες, οὐδὲν ἀπῃτήθησαν πλέον. Τότε μὲν γὰρ ἤρκει εἰς σωτηρίαν, καθάπερ ἔφθην εἰπὼν, τὸ τὸν Θεὸν εἰδέναι μόνον· νυνὶ δὲ οὐκέτι, ἀλλὰ δεῖ καὶ τῆς τοῦ Χριστοῦ γνώσεως. Διὰ τοῦτο ἔλεγεν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Οὕτω καὶ ἐπὶ τῆς πολιτείας. Τότε μὲν ὁ φόνος ἀπώλλυε τὸν ἐργασάμενον, νῦν δὲ καὶ τὸ ὀργίζεσθαι. Καὶ τότε μὲν τὸ μοιχεύειν καὶ μίγνυσθαι ἀλλοτρίᾳ γυναικὶ κόλασιν ἔφερε· νῦν δὲ καὶ τὸ ἀκολάστοις ἰδεῖν ὀφθαλμοῖς. Ὥσπερ γὰρ ἡ γνῶσις, οὕτω καὶ ἡ πολιτεία ἐπιτέταται νῦν. Ὥστε οὐδὲν ἔδει προδρόμου ἐκεῖ. Ἄλλως δὲ, εἰ μέλλοιεν μετὰ τὸ ἀποθανεῖν οἱ ἄπιστοι πιστεύοντες σώζεσθαι, οὐδεὶς ἀπολεῖταί ποτε. Πάντες γὰρ μεταγνώσονται τότε καὶ προσκυνήσουσι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον Παύλου λέγοντος, ὅτι Πᾶσα γλῶσσα ἐξομολογήσεται, καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ, ὅτι Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἀλλ' οὐδὲν ὄφελος τῆς ὑποταγῆς ἐκείνης· οὐ γὰρ προαιρέσεώς ἐστιν εὐγνώμονος, ἀλλὰ τῆς τῶν πραγμάτων, ὡς ἂν εἴποι τις, λοιπὸν ἀνάγκης.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
