# In Matthaeum (homiliae 1-90) 3.1-37

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-37

Εἶτα καὶ ἄλλην αἰτίαν λέγει· Κύριος γὰρ, φησὶν, ἐστὶ τοῦ σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου, περὶ ἑαυτοῦ λέγων. Ὁ δὲ Μάρκος καὶ περὶ τῆς κοινῆς φύσεως αὐτὸν τοῦτο εἰρηκέναι φησίν· ἔλεγε γάρ· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον. Τίνος οὖν ἕνεκεν ἐκολάζετο ὁ τὰ ξύλα συνάγων; Ὅτι εἰ ἔμελλον καὶ ἐν ἀρχῇ καταφρονεῖσθαι οἱ νόμοι, σχολῇ γ' ἂν ὕστερον ἐφυλάχθησαν. Καὶ γὰρ πολλὰ ὠφέλει παρὰ τὴν ἀρχὴν τὸ σάββατον καὶ μεγάλα· οἷον, ἡμέρους ἐποίει πρὸς τοὺς οἰκείους εἶναι καὶ φιλανθρώπους· ἐδίδασκεν αὐτοὺς τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν δημιουργίαν· ὅπερ φησὶν ὁ Ἰεζεχιήλ· ἐπαίδευσεν αὐτοὺς κατὰ μικρὸν ἀπέχεσθαι πονηρίας, καὶ τοῖς πνευματικοῖς προσέχειν παρεσκεύαζεν. Ἐπειδὴ γὰρ, τὸν νόμον διδοὺς τὸν τοῦ σαββάτου, εἰ εἶπε, Τὰ μὲν ἀγαθὰ πράττετε ἐν τῷ σαββάτῳ, τὰ δὲ κακὰ μὴ ποιεῖτε, οὐκ ἂν ἠνέσχοντο· ἁπάντων ὁμοίως ἀπεῖργε· Μηδὲν γὰρ ποιήσητε, φησί· καὶ οὐδὲ οὕτω κατείχοντο. Αὐτὸς δὲ καὶ τὸν νόμον διδοὺς τὸν τοῦ σαββάτου, καὶ οὕτως ᾐνίξατο, ὅτι τῶν πονηρῶν αὐτοὺς ἀπέχεσθαι βούλεται μόνον. Μηδὲν γὰρ ποιήσητε, φησὶ, πλὴν ὧν ποιηθήσεται ψυχῇ. Καὶ ἐν τῷ ἱερῷ δὲ πάντα ἐγίνετο, καὶ μετὰ πλείονος τῆς σπουδῆς, καὶ διπλασίονος τῆς ἐργασίας. Οὕτω καὶ δι' αὐτῆς τῆς σκιᾶς τὴν ἀλήθειαν αὐτοῖς παρήνοιγε. Τοσοῦτον οὖν κέρδος, φησὶν, ἔλυσεν ὁ Χριστός; Μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἐπέτεινε. Καιρὸς γὰρ ἦν διὰ τῶν ὑψηλοτέρων αὐτοὺς πάντα παιδεύεσθαι, καὶ οὐκ ἔδει δεδέσθαι τὰς χεῖρας τοῦ πονηρίας μὲν ἀπηλλαγμένου, πρὸς δὲ τὰ ἀγαθὰ πάντα ἐπτερωμένου· οὐδὲ ἐντεῦθεν μανθάνειν, ὅτι ὁ Θεὸς ἅπαντα ἐποίησεν· οὐδὲ ἐντεῦθεν ἡμέρους εἶναι τοὺς πρὸς αὐτὴν τοῦ Θεοῦ τῆς φιλανθρωπίας τὴν μίμησιν καλουμένους· (Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·) οὐδὲ μίαν ἡμέραν ἑορτάζειν τοὺς πάντα τὸν βίον ἑορτὴν ἄγειν κελευομένους· (Ἑορτάζωμεν γὰρ, φησὶ, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·) οὐδὲ γὰρ παρὰ κιβωτὸν ἑστάναι καὶ θυσιαστήριον χρυσοῦν τοὺς αὐτὸν τὸν πάντων Δεσπότην ἔνοικον ἔχοντας, καὶ διὰ πάντων ὁμιλοῦντας αὐτῷ, καὶ δι' εὐχῆς, καὶ διὰ προσφορᾶς, καὶ διὰ Γραφῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ τοῦ ἔχειν αὐτὸν ἔνδον. Τί τοίνυν σαββάτου χρεία τῷ διαπαντὸς ἑορτάζοντι, τῷ πολιτευομένῳ ἐν οὐρανῷ; Ἑορτάζωμεν τοίνυν διηνεκῶς, καὶ μηδὲν πονηρὸν πράττωμεν· τοῦτο γὰρ ἑορτή· ἀλλ' ἐπιτεινέσθω μὲν τὰ πνευματικὰ, καὶ παραχωρείτω τὰ ἐπίγεια, καὶ ἀργῶμεν ἀργίαν πνευματικὴν, τὰς χεῖρας πλεονεξίας ἀφιστῶντες, τὸ σῶμα τῶν περιττῶν καὶ ἀνονήτων ἀπαλλάττοντες καμάτων, καὶ ὧν ἐν Αἰγύπτῳ ὑπέμεινε τότε ὁ τῶν Ἑβραίων δῆμος. Οὐδὲν γὰρ διαφέρομεν οἱ χρυσίον συνάγοντες τῶν τῷ πηλῷ προσδεδεμένων, καὶ τὴν πλίνθον ἐκείνην ἐργαζομένων, καὶ ἄχυρα συλλεγόντων, καὶ μαστιζομένων. Καὶ γὰρ καὶ νῦν ὁ διάβολος ἐπιτάττει πλινθουργεῖν, καθάπερ τότε ὁ Φαραώ. Τί γάρ ἐστιν ἄλλο τὸ χρυσίον ἢ πηλός; τί δὲ ἄλλο τὸ ἀργύριον ἢ ἄχυρον; Ὡς ἄχυρα γοῦν ἀνάπτει τῆς ἐπιθυμίας τὴν φλόγα, ὡς πηλὸς οὕτω ῥυποῖ τὸν ἔχοντα ὁ χρυσός. Διὰ τοῦτο ἔπεμψεν ἡμῖν οὐ Μωϋσέα ἐξ ἐρήμου, ἀλλὰ τὸν Υἱὸν ἐξ οὐρανοῦ. Ἂν τοίνυν μετὰ τὸ ἐλθεῖν αὐτὸν μείνῃς ἐν Αἰγύπτῳ, πείσῃ τὰ τῶν Αἰγυπτίων· ἂν δὲ ἀφεὶς ἐκείνην ἀναβῇς μετὰ τοῦ πνευματικοῦ Ἰσραὴλ, ὄψει τὰ θαύματα ἅπαντα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
