Ancient Greek
Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια ἀναμέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου, εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ σου; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; Ὁ δὲ ἔφη, Οὔ· μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε οὖν συναυξάνεσθαι ἀμφότερα ἄχρι τοῦ θερισμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-43
Not analysed yet
Ἀλλ' ἐκεῖνοι, φησὶν, ἀπόστολοι ἦσαν. Καὶ τί τοῦτο; Οὐχὶ τῶν αὐτῶν σοι μετέσχον; οὐκ ἐν πόλεσιν ἐτράφησαν; οὐ τῶν αὐτῶν ἀπέλαυσαν; οὐχὶ τέχνας μετεχειρίσαντο; μὴ γὰρ ἄγγελοι ἦσαν; μὴ γὰρ ἐξ οὐρανοῦ κατέβησαν; Ἀλλὰ τὰ σημεῖα, φησὶν, εἶχον. Οὐ τὰ σημεῖα θαυμαστοὺς αὐτοὺς ἐποίησε. Μέχρι πότε προκαλύμμασι κεχρήμεθα τῆς ἡμετέρας ῥᾳθυμίας τοῖς θαύμασιν ἐκείνοις; [Ἴδε τὸν χορὸν τῶν ἁγίων οὐ τοῖς θαύμασιν ἐκείνοις λάμψαντα.] Πολλοὶ γὰρ καὶ δαίμονας ἐκβαλόντες, ἐπειδὴ τὴν ἀνομίαν εἰργάσαντο, οὐκ ἐγένοντο θαυμαστοὶ, ἀλλὰ καὶ ἐκολάσθησαν. Καὶ τί ποτ' οὖν ἐστι, φησὶν, ὃ μεγάλους αὑτοὺς ἔδειξε; Τὸ χρημάτων καταφρονεῖν, τὸ δόξης ὑπερορᾷν, τὸ πραγμάτων ἀπηλλάχθαι βιωτικῶν. Ὡς εἴγε μὴ ταῦτα εἶχον, ἀλλὰ δοῦλοι τῶν παθῶν ἦσαν, εἰ καὶ μυρίους νεκροὺς ἤγειραν, οὐ μόνον οὐδὲν ἂν ὠφέλησαν, ἀλλὰ καὶ ἀπατεῶνες ἂν ἐνομίσθησαν εἶναι. Οὕτως ὁ βίος ἐστὶν ὁ πανταχοῦ λάμπων, ὁ καὶ τοῦ Πνεύματος τὴν χάριν ἐπισπώμενος. Ποῖον σημεῖον Ἰωάννης ἐποίησεν, ὅτι πόλεις τοσαύτας ἀνηρτήσατο; Ὅτι γὰρ οὐδὲν ἐθαυματούργησεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὅτι Ἰωάννης μὲν ἐποίησε σημεῖον οὐδέν. Πόθεν δὲ θαυμαστὸς Ἠλίας ἐγένετο; Οὐκ ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς τὸν βασιλέα; οὐκ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν Θεόν; οὐκ ἀπὸ τῆς ἀκτημοσύνης; οὐκ ἀπὸ τῆς μηλωτῆς καὶ τοῦ σπηλαίου καὶ τῶν ὀρῶν; Τὰ γὰρ σημεῖα μετὰ ταῦτα ἅπαντα ἐποίησε. Τὸν δὲ Ἰὼβ ποῖον σημεῖον ὁρῶν ποιοῦντα ἐξεπλάγη ὁ διάβολος; Σημεῖον μὲν οὐδὲν, βίον δὲ λάμποντα καὶ ὑπομονὴν ἀδάμαντος στεῤῥοτέραν ἐπιδεικνύμενον. Ποῖον σημεῖον ὁ Δαυῒδ ἐποίησεν, ἔτι νέος ὢν, ὡς εἰπεῖν τὸν Θεόν· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου; Ὁ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ποῖον νεκρὸν ἤγειραν; ποῖον δὲ λεπρὸν ἐκάθηραν; Οὐκ οἶσθα ὅτι τὰ σημεῖα, ἐὰν μὴ νήφωμεν, καὶ βλάπτει πολλάκις; Οὕτω πολλοὶ τῶν Κορινθίων ἀπεσχίσθησαν ἀπ' ἀλλήλων· οὕτω πολλοὶ τῶν Ῥωμαίων ἀπενοήθησαν· οὕτω Σίμων ἐξεβλήθη· οὕτως ὁ τῷ Χριστῷ τότε ἐπιθυμήσας ἀκολουθῆσαι ἀπεδοκιμάζετο, ἀκούσας ὅτι Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις. Τούτων γὰρ ἕκαστος, ὁ μὲν χρημάτων, ὁ δὲ δόξης ἐφιέμενος τῆς ἀπὸ τῶν σημείων, ἐξέπιπτον καὶ ἀπώλλυντο. Βίου δὲ ἐπιμέλεια καὶ ἀρετῆς ἔρως οὐ μόνον οὐ τίκτει τοιαύτην ἐπιθυμίαν, ἀλλὰ καὶ οὖσαν ἀναιρεῖ. Καὶ αὐτὸς δὲ ὅτε ἐνομοθέτει τοῖς ἑαυτοῦ μαθηταῖς, τί ἔλεγε; Ποιήσατε σημεῖα, ἵνα ἴδωσιν οἱ ἄνθρωποι; Οὐδαμῶς· ἀλλὰ τί; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τῷ Πέτρῳ δὲ οὐκ εἶπεν, Εἰ φιλεῖς με, ποίει σημεῖα· ἀλλὰ, Ποίμαινε τὰ πρόβατά μου. Καὶ πανταχοῦ δὲ αὐτὸν προτιμῶν τῶν ἄλλων μετὰ Ἰακώβου καὶ Ἰωάννου, πόθεν, εἰπέ μοι, προετίμα; ἀπὸ τῶν σημείων; Καὶ μὴν πάντες ὁμοίως ἐκάθαιρον τοὺς λεπροὺς, καὶ τοὺς νεκροὺς ἤγειρον· καὶ πᾶσιν ὁμοίως τὴν ἐξουσίαν ἔδωκε. Πόθεν οὖν εἶχον τὸ πλέον οὗτοι; Ἀπὸ τῆς κατὰ ψυχὴν ἀρετῆς. Ὁρᾷς ὅτι πανταχοῦ βίου χρεία καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως; Ἀπὸ τῶν καρπῶν γὰρ αὐτῶν, φησὶν, ἐπιγνώσεσθε αὐτούς.