Ancient Greek
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραξεν αὐτῷ λέγουσα· «Ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-49
Not analysed yet
Σὺ δέ μοι σκόπει, πῶς τῶν ἀποστόλων ἡττηθέντων καὶ οὐκ ἀνυσάντων, αὕτη ἤνυσε. Τοσοῦτόν ἐστι προσεδρεία εὐχῆς. Καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων παρ' ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦσθαι, ἢ παρ' ἑτέρων ὑπὲρ ἡμῶν. Καίτοι μείζονα παῤῥησίαν εἶχον ἐκεῖνοι· ἀλλὰ πολλὴν καρτερίαν ἐπεδείξατο αὕτη. Διὰ δὲ τοῦ τέλους καὶ πρὸς τοὺς μαθητὰς ἀπελογήσατο τῆς ἀναβολῆς ἕνεκα, καὶ ἔδειξεν, ὅτι δικαίως αὐτῶν ἀξιωσάντων οὐκ ἐπένευσε. Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς, ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ. Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ' ἑαυτῶν χωλοὺς, τυφλοὺς, κυλλοὺς, κωφούς· καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ· καὶ ἐθεράπευσεν αὐτοὺς, ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξαζον τὸν Θεὸν Ἰσραήλ. Ποτὲ μὲν αὐτὸς περίεισι, ποτὲ δὲ κάθηται περιμένων τοὺς κάμνοντας, καὶ χωλοὺς εἰς τὸ ὄρος ἀνάγει. Καὶ οὐκέτι ἅπτονται οὐδὲ τοῦ ἱματίου αὐτοῦ, ἀλλ' ἐπὶ τὸ ὑψηλότερον ἀναβαίνουσι, ῥιπτόμενοι πρὸς τοὺς πόδας αὐτοῦ· καὶ διπλῆν τὴν πίστιν τὴν ἑαυτῶν ἐπεδείκνυντο, καὶ τῷ χωλεύοντες εἰς τὸ ὄρος ἀναβαίνειν, καὶ τῷ μηδενὸς δέεσθαι ἑτέρου, ἀλλὰ τοῦ ῥιφῆναι πρὸς τοὺς πόδας μόνον. Καὶ ἦν πολὺ τὸ θαῦμα καὶ παράδοξον, τοὺς φερομένους περιπατοῦντας ἰδεῖν, τοὺς πηροὺς οὐ χρείαν ἔχοντας χειραγωγούντων. Καὶ γὰρ τὸ πλῆθος τῶν θεραπευομένων καὶ τὸ εὔκολον τῆς ἰατρείας αὐτοὺς ἐξέπληττεν. Εἶδες πῶς τὴν μὲν γυναῖκα μετὰ τοσαύτης μελλήσεως ἐθεράπευσε, τούτους δὲ εὐθέως; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι, ἀλλ' ἐπειδὴ πιστοτέρα ἐκείνη τούτων. Διὰ τοῦτο ἐπ' ἐκείνης μὲν ἀναβάλλεται καὶ μέλλει, τὸ εὔτονον αὐτῆς ἐνδεικνύμενος· τούτοις δὲ εὐθέως παρέχει τὴν δωρεὰν, ἐμφράττων τῶν ἀπίστων Ἰουδαίων τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἐκκόπτων ἀπολογίαν. Ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετῆται, τοσούτῳ μᾶλλόν ἐστιν ὑπεύθυνος κολάσει ἀγνωμονῶν, καὶ μηδὲ τῇ τιμῇ γενόμενος βελτίων Διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες τῶν πενομένων μᾶλλον κολάζονται κακοὶ ὄντες, ὅτι μηδὲ ἐν εὐθηνίᾳ γεγόνασιν ἥμεροι. Μὴ γάρ μοι λέγε, ὅτι ἔδωκαν ἐλεημοσύνην. Εἰ γὰρ μὴ κατ' ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ' οὕτω διαφεύξονται. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Εἰ δὲ οὗτοι δίκην διδόασι, πολλῷ μᾶλλον οἱ περὶ τὰ περιττὰ ἐπτοημένοι, οἱ τριώροφα καὶ τετραώροφα οἰκοδομοῦντες, τῶν δὲ πεινώντων καταφρονοῦντες, οἱ φιλαργυρίας μὲν ἐπιμελούμενοι, ἐλεημοσύνης δὲ ἀμελοῦντες. Ἀλλ' ἐπειδὴ περὶ ἐλεημοσύνης λόγος ἐνέπεσε, φέρε δὴ τὸν λόγον ἐκεῖνον, ὃν πρὸ τριῶν ἡμερῶν περὶ φιλανθρωπίας ποιούμενος ἀτέλεστον εἴασα, ἀναλάβωμεν σήμερον. Μέμνησθε, ὅτε πρώην περὶ ὑποδημάτων περιεργίας διελεγόμην, καὶ τῆς ματαιοπονίας ἐκείνης, καὶ τῆς τῶν νέων βλακείας, τότε ἀπὸ ἐλεημοσύνης ἡμῖν εἰς ἐκεῖνα ὁ λόγος ἐξέπεσε τὰ ἐγκλήματα. Τίνα οὖν ἦν τὰ τότε κινούμενα; Ὅτι τέχνη τίς ἐστιν ἡ ἐλεημοσύνη, ἐν οὐρανῷ τὸ ἐργαστήριον ἔχουσα, καὶ διδάσκαλον οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Εἶτα ζητοῦντες, τί τέχνη, καὶ τί οὐ τέχνη, εἰς ματαιοπονίας καὶ κακοτεχνίας ἐνεπέσομεν, ἐν αἷς καὶ τῆς τέχνης ταύτης ἐμνημονεύσαμεν τῆς τῶν ὑποδημάτων. Ἆρα ἀνεπολήσατε; Φέρε οὖν καὶ τήμερον τὰ τότε εἰρημένα ἀναλάβωμεν, καὶ δείξωμεν πῶς τέχνη καὶ ἀμείνων πασῶν τεχνῶν ἡ ἐλεημοσύνη. Εἰ γὰρ τέχνης ἴδιον τὸ πρός τι χρήσιμον τελευτᾷν, ἐλεημοσύνης δὲ οὐδὲν χρησιμώτερον, εὔδηλον ὅτι καὶ τέχνη καὶ τεχνῶν ἁπασῶν αὕτη ἀμείνων. Οὐ γὰρ ὑποδήματα ἡμῖν ἐργάζεται, οὐδὲ ἱμάτια ὑφαίνει, οὐδὲ οἰκίας οἰκοδομεῖ τὰς πηλίνας· ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ, καὶ τῶν τοῦ θανάτου χειρῶν ἐξαρπάζει, καὶ ἐν ἐν ἑκατέρᾳ τῇ ζωῇ λαμπροὺς ἀποφαίνει, καὶ οἰκοδομεῖ τὰς μονὰς τὰς ἐν οὐρανοῖς, καὶ τὰς σκηνὰς ἐκείνας τὰς αἰωνίους. Αὕτη τὰς λαμπάδας ἡμῶν οὐκ ἀφίησι σβεσθῆναι, οὐδὲ ῥυπαρὰ ἔχοντας ἱμάτια φανῆναι ἐν τῷ γάμω, ἀλλὰ πλύνει, καὶ χίονος καθαρώτερα ἐργάζεται. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, Οὐκ ἀφίησιν ἡμᾶς ἐμπεσεῖν ἔνθα ὁ πλούσιος ἐκεῖνος, οὐδὲ ἀκοῦσαι τῶν φοβερῶν ῥημάτων, ἀλλ' εἰς κόλπους χειραγωγεῖ τοῦ Ἀβραάμ. Καίτοι τῶν τεχνῶν τῶν βιωτικῶν ἓν ἑκάστη ἀπολαβοῦσα ἔχει κατόρθωμα· οἷον ἡ γεωργία, τὸ τρέφειν ἡ ὑφαντικὴ, τὸ ἐνδύειν· μᾶλλον δὲ οὐδὲ τοῦτο· οὐδὲ γὰρ ἀρκεῖ μόνη τὰ παρ' ἑαυτῆς ἡμῖν συνεισενεγκεῖν.