# In Matthaeum (homiliae 1-90) 3.1-52

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-52

Εἶδες τὸν θερμὸν ἐραστὴν τοῦ Χριστοῦ; Μὴ γὰρ δὴ τοῦτο ζήτει, ὅτι οὐκ ἦν ἐξητασμένος ὁ τρόπος τῆς παρακλήσεως, ἀλλὰ πῶς θερμὸς ἦν, πῶς περιεκαίετο τοῦ Χριστοῦ. Ὅτι γὰρ οὐχ ὑπὲρ ἑαυτοῦ τοσοῦτον τρέμων ταῦτα ἔλεγεν, ἡνίκα αὐτοῦ τὸν ἐσόμενον προεμήνυε θάνατον καὶ τὴν ἔφοδον, ἄκουσον τί φησι· Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὅρα δὲ πῶς καὶ ἐν μέσοις αὐτοῖς τοῖς κινδύνοις παρεβουλεύετο. Τοσούτου γοῦν περιεστῶτος δήμου, οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ τὴν μάχαιραν σπασάμενος, τὸ ὠτίον ἀπέκοψε τοῦ δούλου τοῦ ἀρχιερέως. Οὕτως οὐ τὸ καθ' ἑαυτὸν ἐσκόπει, ἀλλ' ὑπὲρ τοῦ Διδασκάλου ἔτρεμεν. Εἶτα ἐπειδὴ ἀποφαντικῶς ἐφθέγξατο, ἐπιλαμβάνεται ἑαυτοῦ, καὶ ἐννοήσας μὴ πάλιν ἐπιτιμηθῇ, φησίν· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ Ἡλίᾳ μίαν. Τί λέγεις, ὦ Πέτρε; Οὐ πρὸ μικροῦ τῶν δούλων αὐτὸν ἀπήλλαξας; Πάλιν μετὰ τῶν δούλων αὐτὸν ἀριθμεῖς; Εἶδες πῶς σφόδρα ἀτελεῖς ἦσαν πρὸ τοῦ σταυροῦ; Εἰ γὰρ καὶ ἀπεκάλυψεν αὐτῷ ὁ Πατὴρ, ἀλλ' οὐ διηνεκῶς κατεῖχε τὴν ἀποκάλυψιν, ἀλλ' ὑπὸ τῆς ἀγωνίας ἐταράχθη, οὐχὶ ταύτης ἧς εἶπον μόνης, ἀλλὰ καὶ ἑτέρας, τῆς ἀπὸ τῆς ὄψεως ἐκείνης. Οἱ γοῦν ἕτεροι εὐαγγελισταὶ τοῦτο δηλοῦντες, καὶ τὸ συγκεχυμένον αὐτοῦ τῆς γνώμης, μεθ' ἧς ταῦτα ἐφθέγγετο, ἀπὸ τῆς ἀγωνίας ἐκείνης δεικνύντες γεγενῆσθαι, ἔλεγον· ὁ μὲν Μάρκος, ὅτι Οὐ γὰρ ᾔδει τί λαλήσει· ἔκφοβοι γὰρ ἐγένοντο· ὁ δὲ Λουκᾶς μετὰ τὸ εἰπεῖν, Τρεῖς σκηνὰς ποιήσωμεν, ἐπήγαγεν, ὅτι Μὴ εἰδὼς ὃ λέγει. Εἶτα δηλῶν ὅτι πολλῷ κατείχετο φόβῳ, καὶ αὐτὸς καὶ οἱ λοιποὶ, φησί· Βεβαρημένοι ἦσαν ὕπνῳ· καὶ διαγρηγορήσαντες εἶδον τὴν δόξαν αὐτοῦ· ὕπνον ἐνταῦθα καλῶν τὸν πολὺν κάρον τὸν ἀπὸ τῆς ὄψεως ἐκείνης αὐτοῖς ἐγγινόμενον. Καθάπερ γὰρ ὀφθαλμοὶ ἐξ ὑπερβαλλούσης λαμπηδόνος σκοτοῦνται, οὕτω καὶ τότε ἔπαθον. Οὐ γὰρ δὴ νὺξ ἦν, ἀλλ' ἡμέρα· καὶ τὸ τῆς αὐγῆς ὑπέρογκον ἐβάρει τῶν ὀφθαλμῶν τὴν ἀσθένειαν. Τί οὖν; Αὐτὸς μὲν οὐδὲν φθέγγεται, οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας· ὁ δὲ πάντων μείζων καὶ ἀξιοπιστότερος, ὁ Πατὴρ, φωνὴν ἀφίησιν ἐκ τῆς νεφέλης. Διὰ τί ἐκ τῆς νεφέλης; Οὕτως ἀεὶ φαίνεται ὁ Θεός. Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ· καὶ, Κάθηται ἐπὶ νεφέλης κούφης· καὶ πάλιν, Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· καὶ, Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ, Ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν. Ἵν' οὖν πιστεύσωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται. Καὶ ἡ νεφέλη φωτεινή. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς. Καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ὅταν μὲν γὰρ ἀπειλῇ, σκοτεινὴν δείκνυσιν, ὥσπερ ἐν τῷ Σινᾶ· Εἰσῆλθε γὰρ, φησὶν, εἰς τὴν νεφέλην καὶ εἰς τὸν γνόφον ὁ Μωϋσῆς, καὶ ὡς ἀτμὶς, οὕτως ἐφέρετο ὁ καπνός· καὶ ὁ Προφήτης φησὶ περὶ τῆς ἀπειλῆς αὐτοῦ διαλεγόμενος· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· ἐνταῦθα δὲ, ἐπειδὴ οὐ φοβῆσαι ἐβούλετο, ἀλλὰ διδάξαι, νεφέλη φωτεινή. Καὶ ὁ μὲν Πέτρος ἔλεγε, Ποιήσωμεν τρεῖς σκηνάς· αὐτὸς δὲ ἀχειροποίητον ἔδειξε σκηνήν. Διὰ τοῦτο ἐκεῖ μὲν καπνὸς καὶ ἀτμὶς καμίνου· ἐνταῦθα δὲ φῶς ἄφατον καὶ φωνή. Εἶτα ἵνα δειχθῇ, ὅτι οὐ περὶ ἑνὸς ἁπλῶς τῶν τριῶν ἐλέχθη ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον, ὅτε ἡ φωνὴ ἠνέχθη, ἐκποδὼν ἐγένοντο ἐκεῖνοι. Οὐδὲ γὰρ ἂν εἰ περί τινος αὐτῶν ἐλέγετο ἁπλῶς, οὗτος ἔμεινεν ἂν μόνος, ἀποσχισθέντων τῶν δύο. Τί οὖν οὐχὶ καὶ ἡ νεφέλη τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἀλλὰ ἅπαντας; Εἰ τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἐνομίσθη ἂν αὐτὸς ἀφεῖναι τὴν φωνήν. Διὸ καὶ ὁ εὐαγγελιστὴς τοῦτο αὐτὸ ἀσφαλιζόμενος, φησὶν, ὅτι ἐκ τῆς νεφέλης ἦν ἡ φωνὴ, τουτέστιν, ἐκ τοῦ Θεοῦ. Καὶ τί φησιν ἡ φωνή; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ ἀγαπητὸς, μὴ φοβοῦ, Πέτρε. Ἔδει μὲν γάρ σε καὶ τὴν δύναμιν αὐτοῦ ἤδη εἰδέναι, καὶ πεπληροφορῆσθαι περὶ τῆς ἀναστάσεως· ἐπειδὴ δὲ ἀγνοεῖς, κἂν ἀπὸ τῆς φωνῆς τοῦ Πατρὸς θάῤῥησον. Εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὖν καὶ δυνατὸς, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. Μὴ τοίνυν δέδιθι τὰ δεινά. Εἰ δὲ οὐδέπω τοῦτο καταδέχῃ, κἂν ἐκεῖνο λογίζου, ὅτι καὶ Υἱὸς, καὶ φιλεῖται. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ φιλεῖται, μὴ φοβοῦ. Οὐδεὶς γὰρ, ὃν ἀγαπᾷ, προΐεται. Μὴ τοίνυν θορυβοῦ· κἂν μυριάκις αὐτὸν φιλῇς, οὐ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἴσον. Ἐν ᾧ εὐδόκησα. Οὐ γὰρ ἐπειδὴ ἐγέννησε μόνον, φιλεῖ, ἀλλ' ἐπειδὴ καὶ ἴσος αὐτῷ κατὰ πάντα καὶ ὁμογνώμων ἐστίν. Ὥστε διπλοῦν τὸ φίλτρον, μᾶλλον δὲ καὶ τριπλοῦν· ἐπειδὴ Υἱὸς, ἐπειδὴ ἀγαπητὸς, ἐπειδὴ ἐν αὐτῷ εὐδόκησε. Τί δέ ἐστιν, Ἐν ᾧ εὐδόκησα; Ὡσανεὶ ἔλεγεν, Ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέσκομαι· διὰ τὸ κατὰ πάντα ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας, καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μένοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα. Αὐτοῦ ἀκούετε. Ὥστε κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπέσῃς. Καὶ ἀκούσαντες ἔπεσον ἐπὶ πρόσωπον, καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν, καὶ εἶπεν· Ἐγέρθητε, καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
