# In Matthaeum (homiliae 1-90) 3.1-54

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-54

Εἶδες πῶς πάλιν ἡμᾶς πρὸς τὰ φυσικὰ κατορθώματα ἐκκαλεῖται, δεικνὺς ὅτι ἐκ προαιρέσεως ταῦτα κατορθοῦν δυνατὸν, καὶ τὴν πονηρὰν Μανιχαίων ἐπιστομίζει λύτταν; Εἰ γὰρ πονηρὸν ἡ φύσις, τίνος ἕνεκεν ἐκεῖθεν τῆς φιλοσοφίας τὰ παραδείγματα ἕλκει; Παιδίον δέ μοι δοκεῖ σφόδρα παιδίον ἐν τῷ μέσῳ στῆσαι, τῶν παθῶν ἁπάντων τούτων ἀπηλλαγμένον. Τὸ γὰρ τοιοῦτον παιδίον καὶ ἀπονοίας, καὶ δοξομανίας, καὶ βασκανίας, καὶ φιλονεικίας, καὶ πάντων τῶν τοιούτων ἀπήλλακται παθῶν, καὶ πολλὰς ἔχον τὰς ἀρετὰς, ἀφέλειαν, ταπεινοφροσύνην, ἀπραγμοσύνην, ἐπ' οὐδενὶ τούτων ἐπαίρεται· ὅπερ διπλῆς ἐστι φιλοσοφίας, τὸ κεκτῆσθαι ταῦτα, καὶ μὴ φυσᾶσθαι ἐπ' αὐτοῖς. Διόπερ αὐτὸ παρήγαγε, καὶ ἔστησεν ἐν τῷ μέσῳ· καὶ οὐ μέχρι τούτου μόνον τὸν λόγον κατέκλεισεν, ἀλλὰ καὶ περαιτέρω προάγει τὴν παραίνεσιν ταύτην, λέγων· Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐν τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Οὐ γὰρ δὴ μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γένησθε, μισθὸν λήψεσθε μέγαν· ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι' ἐμὲ, καὶ τῆς εἰς ἐκείνους τιμῆς βασιλείαν ὑμῖν ὁρίζω τὴν ἀμοιβήν. Μᾶλλον δὲ τὸ πολλῷ μεῖζον τίθησιν, Ἐμὲ δέχεται, λέγων. Οὕτω μοι σφόδρα ποθεινὸν τὸ ταπεινὸν καὶ ἄπλαστον. Παιδίον γὰρ ἐνταῦθα τοὺς ἀνθρώπους τοὺς οὕτως ἀφελεῖς φησι καὶ ταπεινοὺς, καὶ ἀπεῤῥιμμένους παρὰ τοῖς πολλοῖς, καὶ εὐκαταφρονήτους. Εἶτα εὐπαράδεκτον μειζόνως ποιῶν τὸν λόγον, οὐκ ἀπὸ τῆς τιμῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κολάσεως αὐτὸν συνίστησιν, ἐπάγων καὶ λέγων· Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Ὥσπερ γὰρ οἱ τούτους τιμῶντες, φησὶ, δι' ἐμὲ, τὸν οὐρανὸν ἔχουσι, μᾶλλον δὲ τῆς βασιλείας αὐτῆς μείζω τιμήν· οὕτω δὴ καὶ οἱ ἀτιμάζοντες (τοῦτο γάρ ἐστι τὸ σκανδαλίσαι) τὴν ἐσχάτην δώσουσι δίκην. Εἰ δὲ σκάνδαλον τὴν ὕβριν καλεῖ, μὴ θαυμάσῃς· πολλοὶ γὰρ τῶν μικροψύχων οὐχ ὡς ἔτυχεν ἐκ τοῦ παροφθῆναι καὶ καθυβρισθῆναι ἐσκανδαλίσθησαν. Ἐπαίρων τοίνυν καὶ αὔξων τὸ ἔγκλημα, τὴν ἐξ αὐτοῦ τίθησι βλάβην. Καὶ οὐκέτι ἀπὸ τῶν αὐτῶν τὴν τιμωρίαν ἐμφαίνει, ἀλλ' ἀπὸ τῶν παρ' ἡμῖν γνωρίμων τὸ ἀφόρητον αὐτῆς ἐνδείκνυται. Ὅταν γὰρ μάλιστα καθάψασθαι βούληται τῶν παχυτέρων, αἰσθητὰ ἄγει παραδείγματα. Διὸ καὶ ἐνταῦθα βουλόμενος δεῖξαι, ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐτοὺς ἀπονοίας, αἰσθητήν τινα κόλασιν εἰς μέσον ἤγαγε, τὴν τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. Καίτοιγε ἀκόλουθον τῷ προτέρῳ ἦν εἰπεῖν· Ὁ μὴ δεχόμενος ἕνα τῶν μικρῶν τούτων, ἐμὲ οὐ δέχεται· ὃ πάσης κολάσεως πικρότερον ἦν· ἀλλ' ἐπειδὴ τῶν σφόδρα ἀναισθήτων καὶ παχυτάτων, καίτοι φοβερὸν ὂν τοῦτο οὐχ οὕτω καθικνεῖτο, τίθησι μύλον καὶ καταποντισμόν. Καὶ οὐκ εἶπεν, ὅτι μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ· ἀλλὰ, Συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι, δεικνὺς ὅτι ἕτερον τούτου χαλεπώτερον αὐτὸν ἀναμένει κακόν· εἰ δὲ τοῦτο ἀφόρητον, πολλῶ μᾶλλον ἐκεῖνο. Εἶδες πῶς ἑκατέρωθεν φοβερὰν ἐποίησε τὴν ἀπειλὴν, τῇ μὲν τοῦ γνωρίμου παραδείγματος συγκρίσει σαφεστέραν αὐτὴν ποιῶν, τῇ δὲ ἐντεῦθεν ὑπεροχῇ πολλῷ μείζονα τῆς ὁρωμένης φαντάζεσθαι παρασκευάσας; Εἶδες πῶς πρόῤῥιζον ἀνέσπασε τῆς ἀπονοίας τὸ φρόνημα; πῶς ἰάσατο τῆς κενοδοξίας τὸ ἕλκος; πῶς ἐπαίδευσε μηδαμοῦ τῶν πρωτείων ἐρᾷν; πῶς ἔπεισε τοὺς ἐπιθυμοῦντας τῶν πρωτείων τὴν ἐσχάτην πανταχοῦ διώκειν τάξιν; Οὐδὲν γὰρ ἀπονοίας χεῖρον. Αὕτη καὶ τῶν κατὰ φύσιν ἐξίστησι φρενῶν, καὶ μωρῶν ἐπιτίθησι δόξαν· μᾶλλον δὲ καὶ σφόδρα ἀνοήτους εἶναι ποιεῖ. Ὥσπερ γὰρ εἴ τις, τρίπηχυς ὢν, βιάζοιτο εἶναι τῶν ὀρῶν ὑψηλότερος, ἢ καὶ νομίζοι τοῦτο, καὶ ἀνατείνοι ἑαυτὸν ὡς ὑπερβαλλόμενος αὐτῶν τὰς κορυφὰς, οὐδὲν ἕτερον ζητήσομεν δεῖγμα ἀνοίας· οὕτω καὶ ὅταν ἄνθρωπον ἀπονενοημένον ἴδῃς, καὶ ἁπάντων βελτίονα ἑαυτὸν ἡγούμενον εἶναι, καὶ ὕβριν νομίζοντα τὸ μετὰ τῶν πολλῶν ζῇν, μὴ ζήτει λοιπὸν ἕτερον ἔλεγχον ἰδεῖν τῆς ἐκείνου παρανοίας. Τῶν γὰρ φύσει μωρῶν πολὺ καταγελαστότερος οὗτος, ὅσον καὶ ἑκὼν ταύτην δημιουργεῖ τὴν νόσον. Οὐ ταύτῃ δὲ μόνον ἄθλιος, ἀλλ' ὅτι καὶ ἀναλγήτως εἰς αὐτὸ τῆς κακίας ἐμπίπτει τὸ βάραθρον. Πότε γὰρ ὁ τοιοῦτος ἐπιγνώσεται ἁμαρτίαν ὡς χρή; πότε αἰσθήσεται πλημμελῶν; Καὶ γὰρ ὡς ἀνδράποδον κακὸν καὶ αἰχμάλωτον λαβὼν αὐτὸν ὁ διάβολος ἄπεισι, καὶ ἄγει καὶ φέρει, ῥαπίζων πάντοθεν καὶ μυρίαις περιβάλλων ὕβρεσιν. Εἰς τοσαύτην γὰρ αὐτοὺς ἄγει μωρίαν λοιπὸν, ὡς πείθειν καὶ κατὰ παίδων καὶ γυναικῶν μέγα φρονεῖν, καὶ κατὰ τῶν προγόνων τῶν οἰκείων. Ἑτέρους δὲ τοὐναντίον ἀπὸ τῆς τῶν προγόνων περιφανείας φυσᾶσθαι παρασκευάζει· οὗ τί γένοιτ' ἂν ἀνοητότερον, ὅταν ἀπὸ τῶν ἐναντίων ὁμοίως φλεγμαίνωσιν, οἱ μὲν ἐπειδὴ εὐτελεῖς ἔσχον πατέρας καὶ πάππους καὶ ἐπιπάππους, οἱ δὲ ἐπειδὴ λαμπροὺς καὶ περιφανεῖς; Πῶς οὖν ἄν τις ἑκατέρων ταπεινώσειε τὴν φλεγμονήν; Πρὸς μὲν ἐκείνους λέγων· Ἀνάβηθι περαιτέρω τῶν πάππων καὶ τῶν προπάππων, καὶ πολλοὺς ἴσως εὑρήσεις μαγείρους, καὶ ὀνηλάτας, καὶ καπήλους· πρὸς δὲ τούτους, τοὺς ἀπὸ τῆς εὐτελείας τῶν προγόνων φυσωμένους, τὸ ἐναντίον πάλιν, ὅτι Καὶ σὺ πάλιν ἀνωτέρω προελθὼν τῶν προγόνων, ὄψει πολλῷ σου λαμπροτέρους πολλούς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
