# In Matthaeum (homiliae 1-90) 3.1-58

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-58

Καὶ ἵνα μάθῃς, ὅτι σφόδρα τοῦτο αὐτοὺς ἐθορύβει, ὁ Μάρκος αὐτὸ δηλῶν ἔλεγεν, ὅτι κατ' ἰδίαν εἶπον αὐτῷ. Τί δέ ἐστιν, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός; Τουτέστιν, εἰ διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν· ἢ ἐκεῖνο, Εἰ αἰτίαν λήψεται ἐπὶ τούτοις ὁ ἀνὴρ, καὶ πανταχοῦ παρανομεῖ ἐκβάλλων, κουφότερον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως καὶ πρὸς ἑαυτὸν, ἢ πρὸς γυναῖκα πονηράν. Τί οὖν ὁ Χριστός; Οὐκ εἶπεν, ὅτι Ναὶ, κουφότερον, καὶ ποίει τοῦτο· ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμά ἐστιν· ἀλλ' ἐπήγαγεν· Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται· ἐπαίρων τὸ πρᾶγμα, καὶ δεικνὺς μέγα ὂν, καὶ ταύτῃ ἐφελκόμενος καὶ προτρέπων. Ἀλλ' ὅρα ἐνταῦθα ἐναντιολογίαν. Αὐτὸς μὲν γὰρ μέγα φησὶ τοῦτο· ἐκεῖνοι δὲ κουφότερον. Καὶ γὰρ ἀμφότερα ἔδει γενέσθαι, καὶ παρ' αὐτοῦ μέγα ὁμολογηθῆναι, ἵνα προθυμοτέρους ἐργάσηται, καὶ ἐκ τῶν εἰρημένων παρ' αὐτοῖς κουφότερον δειχθῆναι, ἵνα καὶ ταύτῃ μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν. Ἐπειδὴ γὰρ τὸ περὶ παρθενίας εἰπεῖν ἐπαχθὲς εἶναι ἐδόκει, ἐκ τῆς ἀνάγκης τοῦ νόμου τούτου εἰς τὴν ἐπιθυμίαν αὐτοὺς ἐκείνην ἐνέβαλεν. Εἶτα τὸ δυνατὸν δεικνύς φησιν· Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὰ τούτων λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὴν τοῦ πράγματος αἵρεσιν, καὶ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης κατασκευάζων, καὶ μόνον οὐχὶ λέγων, ὅτι Ἐννόησον, εἰ ἐκ φύσεως τοιοῦτος ἦς, ἢ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων τὸ αὐτὸ τοῦτο ὑπέμεινας, τί ἂν ἐποίησας, τῆς ἀπολαύσεως μὲν ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ νῦν, ὅτι μετὰ μισθοῦ καὶ στεφάνων τοῦτο ὑπομένεις, ὃ χωρὶς στεφάνων ἐκεῖνοι· μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλὰ καὶ πολλῷ κουφότερον, τῇ τε ἐλπίδι διορθούμενος, καὶ τῷ συνειδότι τοῦ κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων. Οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς, τὰ τοιαῦτα οἶδε καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μόνος. Διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν, ἵνα τούτους ἀλείψῃ ἐπεὶ εἰ μὴ τοῦτο κατεσκεύαζε, τί βούλεται ὁ περὶ τῶν ἄλλων εὐνούχων λόγος αὐτῷ; Ὅταν δὲ λέγῃ, ὅτι Εὐνούχισαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκτομήν· ἄπαγε· ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναίρεσιν. Ὡς ὅ γε τὸ μέλος ἐκτεμὼν, καὶ ἀρᾷ ἐστιν ὑπεύθυνος, καθὼς ὁ Παῦλός φησιν· Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Καὶ μάλα εἰκότως. Καὶ γὰρ τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμὴν, καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα, καὶ τοῖς παρ' Ἕλλησιν ἀκρωτηριαζομένοις τὰ αὐτὰ παρανομεῖ. Τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας καὶ σατανικῆς ἐπιβουλῆς ἐξ ἀρχῆς γέγονεν ἔργον· ἵνα τοῦ Θεοῦ τὸ ἔργον διαβάλλωσιν· ἵνα τὸ ζῶον τοῦτο λυμήνωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες· καὶ διπλῇ παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τῷ τὰ μέλη πηροῦν, καὶ τῷ τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν κωλύειν. Ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησε, πρὸς τοῖς εἰρημένοις καὶ ἕτερον πονηρὸν δόγμα εἰσάγων, καὶ τῷ περὶ εἱμαρμένης καὶ ἀνάγκης καὶ ἐντεῦθεν προοδοποιῶν λόγῳ, καὶ πανταχοῦ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἐλευθερίαν λυμαινόμενος, καὶ πείθων φυσικὰ εἶναι τὰ κακὰ, καὶ πολλὰ ἕτερα ἐντεῦθεν ὑποσπείρων δόγματα πονηρὰ, εἰ καὶ μὴ προφανῶς. Τοιαῦτα γὰρ τοῦ διαβόλου τὰ δηλητήρια. Διὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν. Μετὰ γὰρ τῶν εἰρημένων οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερώτερα ἐντεῦθεν, ἀλλὰ καὶ χαλεπώτερα γίνεται. Ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει. Καὶ οἱ μὲν ἀπὸ ἐγκεφάλου, οἱ δὲ ἀπὸ ὀσφύος τὸν οἶστρον ἐκεῖνον φύεσθαι λέγουσιν· ἐγὼ δὲ οὐδαμόθεν ἄλλοθεν εἴποιμι ἂν, ἀλλ' ἢ ἀπὸ γνώμης ἀκολάστου καὶ διανοίας ἠμελημένης, κἂν αὐτὴ σωφρονῇ, τῶν φυσικῶν κινημάτων βλάβος οὐδέν. Εἰπὼν τοίνυν τοὺς εὐνούχους, τοὺς εἰκῆ καὶ μάτην εὐνούχους, εἰ μὴ τῷ λογισμῷ καὶ αὐτοὶ σωφρονοῖεν, καὶ τοὺς ὑπὲρ τῶν οὐρανῶν παρθενεύοντας, πάλιν ἐπάγει λέγων· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· προθυμοτέρους τε ποιῶν τῷ δεῖξαι ὑπέρογκον ὂν τὸ κατόρθωμα, καὶ οὐκ ἀφιεὶς εἰς ἀνάγκην νόμου τὸ πρᾶγμα κατακλεισθῆναι, διὰ τὴν ἄφατον αὐτοῦ ἡμερότητα. Καὶ τοῦτο εἶπεν, ὅτε σφόδρα ἔδειξε δυνατὸν ὂν, ἵνα πλείων τῆς προαιρέσεως ἡ φιλοτιμία γένηται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
