# In Matthaeum (homiliae 1-90) 3.1-63

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς, καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-63

Καὶ ἵνα τοῦτο γένηται, ἐπ' ἄλλου προσώπου γυμνάζει τὸ ἔγκλημα. Ἐπειδὴ γὰρ ἐξ εὐθείας οὐκ ἠθέλησαν ὁμολογῆσαι, διὰ παραβολῆς αὐτοὺς ἐμβάλλει λοιπὸν εἰς ὅπερ ἐβούλετο. Ὅτε δὲ οὐ συνιέντες τὰ λεγόμενα τὴν ψῆφον ἐξήνεγκαν, τότε ἀποκαλύπτει τὸ συνεσκιασμένον λοιπὸν, καὶ λέγει· Ὅτι τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἦλθε γὰρ ὁ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, Πόρναι προάγουσιν ὑμᾶς, ἔδοξεν ἂν φορτικὸς εἶναι αὐτοῖς ὁ λόγος· νυνὶ δὲ, μετὰ τὴν αὐτῶν ψῆφον ἀποφαινόμενος, ἀνεπαχθὴς εἶναι δοκεῖ. Διὰ τοῦτο καὶ τὴν αἰτίαν προστίθησι. Τίς δὲ ἦν αὕτη; Ἦλθεν Ἰωάννης, φησὶ, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ Ἐν ὁδῷ δικαιοσύνης. Οὐδὲ γὰρ τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι ἠμελημένος τις ἦν, καὶ οὐδὲν ὠφελῶν· ἀλλὰ καὶ ὁ βίος ἀνεπίληπτος, καὶ ἡ πρόνοια πολλὴ, καὶ οὐ προσέσχετε αὐτῷ. Καὶ μετὰ τούτου καὶ ἕτερον ἔγκλημα, ὅτι τελῶναι προσέσχον· καὶ μετὰ τούτου πάλιν ἄλλο, ὅτι οὐδὲ μετ' ἐκείνους ὑμεῖς. Ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν· τὸ δὲ μηδὲ μετ' αὐτοὺς, πάσης συγγνώμης ἐστερημένον ἦν· καὶ ἄφατος κἀκείνων ἔπαινος, καὶ τούτων κατηγορία. Πρὸς ὑμᾶς ἦλθε, καὶ οὐ προσήκασθε· οὐκ ἦλθε πρὸς ἐκείνους, καὶ ἐδέξαντο· καὶ οὐδὲ ἐκείνους ἔσχετε διδασκάλους. Ὅρα διὰ πόσων ἐκείνων δείκνυται τὸ ἐγκώμιον, καὶ τούτων ἡ κατηγορία. Πρὸς ὑμᾶς ἦλθεν, οὐ πρὸς ἐκείνους. Ὑμεῖς οὐκ ἐπιστεύσατε· τοῦτο ἐκείνους οὐκ ἐσκανδάλισεν. Αὐτοὶ ἐπίστευσαν· τοῦτο ὑμᾶς οὐκ ὠφέλησε. Τὸ δὲ, Προάγουσιν, οὐχ ὡς τούτων ἑπομένων, ἀλλ' ὡς ἐλπίδα ἐχόντων, ἐὰν ἐθέλωσιν. Οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους. Διὰ τοῦτο ἀεὶ λέγει· Οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Διὰ τοῦτο καὶ πόρνας παρήγαγε καὶ τελώνας, ἵνα παραζηλώσωσι. Καὶ γὰρ τὰ δύο ταῦτα ἄκρα ἁμαρτήματα, ἐξ ἔρωτος χαλεποῦ τικτόμενα, τὸ μὲν ἀπὸ σωμάτων, τὸ δὲ ἀπὸ χρημάτων ἐπιθυμίας. Δείκνυσι δὲ, ὅτι τοῦτο μάλιστά ἐστιν ἀκοῦσαι νόμου Θεοῦ, τὸ Ἰωάννῃ πιστεῦσαι. Οὐκ ἄρα χάριτος μόνης τὸ εἰσελθεῖν πόρνας, ἀλλὰ καὶ δικαιοσύνης. Οὐ γὰρ πόρναι μένουσαι εἰσῆλθον, ἀλλ' ὑπακούσασαι καὶ πιστεύσασαι καὶ καθαρισθεῖσαι καὶ μεταβαλόμεναι, οὕτως εἰσῆλθον. Εἶδες πῶς ἀνεπαχθῆ τὸν λόγον ἐποίησε καὶ τομώτερον, ἀπὸ τῆς παραβολῆς, ἀπὸ τῆς τῶν πορνῶν ἐπαγωγῆς; Οὐδὲ γὰρ εἶπεν εὐθέως, Διατί οὐκ ἐπιστεύσατε Ἰωάννῃ; ἀλλ', ὃ πολλῷ πληκτικώτερον ἦν, τοὺς τελώνας καὶ τὰς πόρνας προθεὶς, τότε τοῦτο ἐπήγαγεν, ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας διελέγχων αὐτῶν τὸ ἀσύγγνωστον, καὶ δεικνὺς, ὅτι διὰ φόβον ἀνθρώπων πάντα ποιοῦσι καὶ δόξαν κενήν. Καὶ γὰρ τὸν Χριστὸν οὐχ ὡμολόγουν διὰ φόβον, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· καὶ τὸν Ἰωάννην πάλιν οὐκ ἐτόλμων κακίζειν· οὐδὲ τοῦτο δι' εὐλάβειαν, ἀλλὰ διὰ φόβον. Ἅπερ ἅπαντα ἤλεγξε διὰ τῶν εἰρημένων, καὶ χαλεπωτέραν ὕστερον ἐπήγαγε τὴν πληγὴν, εἰπών· Ὑμεῖς δὲ εἰδότες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Κακὸν μὲν γὰρ καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν· μείζων δὲ κατηγορία, τὸ μηδὲ μεταθέσθαι. Μάλιστα γὰρ τοῦτο ἐργάζεται πολλοὺς πονηροὺς, ὃ καὶ νῦν πάσχοντας ἐνίους ὁρῶ ὑπὸ ἀναισθησίας ἐσχάτης. Ἀλλὰ μηδεὶς ἔστω τοιοῦτος· ἀλλὰ κἂν εἰς ἔσχατον κατενεχθῇ κακίας, μὴ ἀπογινωσκέτω τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ῥᾴδιον γὰρ ἐξ αὐτῶν τῶν βαράθρων τῆς πονηρίας ἀνενεγκεῖν. Ἢ οὐκ ἠκούσατε πῶς ἐκείνη ἡ πόρνη, ἡ ἐπὶ ἀσελγείᾳ πάντας παρελάσασα, πάντας ἀπέκρυψεν ἐν εὐλαβείᾳ; Οὐ τὴν ἐν τοῖς Εὐαγγελίοις λέγω, ἀλλὰ τὴν ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, τὴν ἐκ Φοινίκης τῆς παρανομωτάτης πόλεως. Καὶ γὰρ αὕτη πόρνη ποτὲ παρ' ἡμῖν ἦν, τὰ πρωτεῖα ἐπὶ τῆς σκηνῆς ἔχουσα, καὶ πολὺ τὸ ὄνομα αὐτῆς πανταχοῦ, οὐκ ἐν τῇ πόλει τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ μέχρι Κιλίκων καὶ Καππαδοκῶν. Καὶ πολλὰς μὲν ἐκένωσεν οὐσίας, πολλοὺς δὲ εἷλεν ὀρφανούς· πολλοὶ δὲ αὐτὴν καὶ εἰς γοητείαν διέβαλλον, ὡς οὐ τῇ τοῦ σώματος ὥρᾳ μόνον, ἀλλὰ καὶ τοῖς φαρμάκοις ἐκεῖνα τὰ δίκτυα πλέκουσαν. Εἷλέ ποτε καὶ βασιλίδος ἀδελφὸν αὕτη ἡ πόρνη· καὶ γὰρ πολλὴ ἦν αὐτῆς ἡ τυραννίς. Ἀλλ' ἀθρόον οὐκ οἶδ' ὅπως, μᾶλλον δὲ οἶδα σαφῶς· βουληθεῖσα γὰρ καὶ μεταβληθεῖσα, καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασαμένη· κατεφρόνησεν ἁπάντων ἐκείνων, καὶ ῥίψασα τοῦ διαβόλου τὰς μαγγανείας, πρὸς τὸν οὐρανὸν ἀνέδραμε. Καίτοιγε οὐδὲν αἰσχρότερον αὐτῆς ἦν, ὅτε ἐπὶ τῆς σκηνῆς ἦν· ἀλλ' ὅμως ὕστερον πολλὰς παρήλασε τῇ τῆς ἐγκρατείας ὑπερβολῇ, καὶ σάκκον περιθεμένη, πάντα τὸν χρόνον οὕτως ἠσκεῖτο. Ταύτης ἕνεκεν καὶ ὕπαρχος ἠνωχλήθη, καὶ στρατιῶται ὡπλίσθησαν, καὶ μεταστῆσαι πρὸς τὴν σκηνὴν αὐτὴν οὐκ ἴσχυσαν, οὐδὲ ἐξαγαγεῖν τῶν ὑποδεξαμένων αὐτὴν παρθένων. Αὕτη μυστηρίων καταξιωθεῖσα τῶν ἀποῤῥήτων, καὶ τῆς χάριτος ἀξίαν ἐπιδειξαμένη σπουδὴν, οὕτω τὸν βίον κατέλυσεν, ἅπαντα ἀπονιψαμένη διὰ τῆς χάριτος, καὶ μετὰ τὸ βάπτισμα πολλὴν ἐπιδειξαμένη τὴν φιλοσοφίαν. Οὐδὲ γὰρ ψιλῆς ὄψεως μετέδωκε τοῖς ποτε ἐρασταῖς ἐπὶ τοῦτο ἐλθοῦσιν, ἀποκλείσασα ἑαυτὴν, καὶ ἔτη πολλὰ καθάπερ ἐν δεσμωτηρίῳ διατελέσασα. Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· οὕτω πανταχοῦ πεπυρωμένης ἡμῖν ψυχῆς δεῖ, καὶ τὸ κωλύον οὐδὲν γενέσθαι μέγαν καὶ θαυμαστόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
