Ancient Greek
Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-66
Not analysed yet
Καὶ πρῶτον μὲν πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνεται. Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἦν αὐτοῖς τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ νομίζειν τοιαύτην εἶναι τὴν τῶν πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα (ἀπὸ γὰρ τούτου καὶ τὸ νόσημα γέγονε)· καὶ δείκνυσι τῆς ἀναστάσεως τὸν τρόπον. Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ. Ὁ δὲ Λουκᾶς φησιν, Ὡς υἱοὶ Θεοῦ. Εἰ τοίνυν οὐ γαμοῦσι, περιττὴ ἡ ἐρώτησις. Οὐ μὴν ἐπειδὴ οὐ γαμοῦσι, διὰ τοῦτο ἄγγελοι· ἀλλ' ἐπειδὴ ὡς ἄγγελοι, διὰ τοῦτο οὐ γαμοῦσιν. Ἀπὸ τούτου καὶ ἕτερα πολλὰ ἀνεῖλεν, ἅπερ ἅπαντα δι' ἑνὸς ῥήματος ὁ Παῦλος ᾐνίξατο εἰπών· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ διὰ μὲν τούτων ἐδήλωσεν ἡλίκον ἡ ἀνάστασις· ὅτι δὲ καὶ ἀνάστασίς ἐστι, δείκνυσι Καίτοι συναποδέδεικται τῷ εἰρημένῳ καὶ τοῦτο, ἀλλ' ὅμως ἐκ περιουσίας τῷ λόγῳ πάλιν προστίθησι λέγων. Οὐδὲ γὰρ πρὸς τὸ ἐρώτημα ἔστη μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἔννοιαν αὐτῶν. Οὕτως ὅταν μὴ σφόδρα κακουργῶσιν, ἀλλ' ἀγνοοῦντες ἐρωτῶσι, καὶ ἐκ περιουσίας διδάσκει· ὅταν δὲ ἀπὸ κακίας μόνης, οὐδὲ πρὸς τὰ ἐρωτώμενα ἀποκρίνεται. Καὶ πάλιν ἀπὸ τοῦ Μωϋσέως ἐπιστομίζει αὐτοὺς, ἐπειδὴ κἀκεῖνοι Μωϋσέα προεβάλοντο, καί φησι· Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε, ὅτι Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Οὐχὶ τῶν οὐκ ὄντων, φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων. Οὐ γὰρ εἶπεν, Ἤμην, ἀλλ', Εἰμί· τῶν ὄντων καὶ τῶν ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει· οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ; Ἀλλ' οὐκ ἔστιν ἐναντίον τοῦτο ἐκείνῳ. Νεκρῶν γὰρ ἐνταῦθά φησι, τῶν καὶ αὐτῶν ζήσεσθαι μελλόντων. Ἄλλως δὲ καὶ ἕτερον τὸ, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ τὸ, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Οἶδε δὲ καὶ ἄλλην νεκρότητα. περὶ ἧς φησιν· Ἄφετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλάγησαν ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Οὐδὲ ἐνταῦθα οἱ Σαδδουκαῖοι· ἀλλ' οὗτοι μὲν ἡττηθέντες ἀναχωροῦσι· τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν. Ἐπεὶ οὖν τοιαύτη ἡ ἀνάστασις, φέρε πάντα ποιῶμεν, ἵνα τῶν πρωτείων ἐκεῖ τύχωμεν. Εἰ δὲ δοκεῖ, καὶ πρὸ τῆς ἀναστάσεως δείξωμεν ὑμῖν τινας ταῦτα ἐντεῦθεν ἐπιτηδεύοντας καὶ καρπουμένους, πάλιν ἐπὶ τὰς ἐρήμους ἀπελθόντες. Πάλιν γὰρ τῶν αὐτῶν ἅψομαι λόγων, ἐπειδὴ μετὰ πλείονος ἡδονῆς ἀκούοντας ὑμᾶς βλέπω. Ἴδωμεν τοίνυν καὶ τήμερον τὰ στρατόπεδα τὰ πνευματικά· ἴδωμεν τὴν φόβου καθαρὰν ἡδονήν. Οὐ γὰρ μετὰ δοράτων εἰσὶν ἐσκηνωμένοι, καθάπερ οἱ στρατιῶται (ἐνταῦθα γὰρ πρώην κατέλυσα τὸν λόγον), οὐδὲ μετὰ ἀσπίδων καὶ θωράκων· ἀλλὰ γυμνοὺς ὄψει τούτων ἁπάντων, καὶ τοιαῦτα ἐργαζομένους, οἷα οὐδὲ μετὰ ὅπλων ἐκεῖνοι. Καὶ εἰ δύνασαι συνιδεῖν, ἐλθὲ, καὶ χεῖρά μοι ὄρεξον, καὶ ἴωμεν εἰς τὸν πόλεμον τοῦτον ἀμφότεροι, καὶ ἴδωμεν τὴν παράταξιν. Καὶ γὰρ καὶ οὗτοι καθ' ἑκάστην πολεμοῦσι τὴν ἡμέραν, καὶ σφάττουσι τοὺς ὑπεναντίους, καὶ νικῶσι τὰς ἐπιθυμίας ἁπάσας τὰς ἐπιβουλευούσας ἡμῖν. Καὶ ὄψει ταύτας ἐῤῥιμμένας χαμαὶ, καὶ μηδὲ σπαίρειν δυναμένας· ἀλλὰ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων δεικνύμενον, ὅτι Οἱ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες πλῆθος νεκρῶν κειμένων, ἐσφαγμένων τῇ μαχαίρα τοῦ πνεύματος; Διὰ τοῦτο οὐκ ἔστιν ἐκεῖ μέθη, οὐδὲ ἀδηφαγία. Καὶ δείκνυσιν ἡ τράπεζα, καὶ τὸ τρόπαιον τὸ ἐπ' αὐτῇ ἑστηκός. Ἡ γὰρ μέθη καὶ ἡ ἀδηφαγία κεῖται νεκρὰ διὰ τῆς ὑδροποσίας τροπωθεῖσα, τὸ πολυειδὲς τοῦτο καὶ πολυκέφαλον θηρίον. Καθάπερ γὰρ ἐπὶ τῆς μυθοποιουμένης Σκύλλης καὶ Ὕδρας, οὕτω καὶ ἐπὶ τῆς μέθης πολλὰς ἔστι κεφαλὰς ἰδεῖν· ἐντεῦθεν πορνείαν, ἐκεῖθεν ὀργὴν, ἄλλοθεν βλακείαν, ἑτέρωθεν ἔρωτας ἀτόπους φυομένους· ἀλλὰ πάντα ταῦτα ἀνῄρηται. Καίτοιγε ἐκεῖνα πάντα τὰ στρατόπεδα, κἂν μυρίων περιγένωνται πολέμων, ὑπὸ τούτων ἁλίσκονται· καὶ οὔτε ὅπλα, οὔτε δόρατα, οὐχ ὅπερ ἂν ἕτερον ᾖ, δύναται πρὸς ταύτας στῆναι τὰς φάλαγγας· ἀλλ' αὐτοὺς τοὺς γίγαντας, τοὺς ἀριστέας, τοὺς τὰ μυρία ἀνδραγαθοῦντας, εὕροις ἂν χωρὶς δεσμῶν δεδεμένους ὕπνῳ καὶ μέθῃ, χωρὶς σφαγῆς καὶ τραυμάτων, καθάπερ τοὺς τετραυματισμένους, κειμένους, μᾶλλον δὲ καὶ χαλεπώτερον. Ἐκεῖνοι μὲν γὰρ κἂν σπαίρουσιν· οὗτοι δὲ οὐδὲ τοῦτο, ἀλλ' εὐθέως καταπίπτουσιν. Ὁρᾷς ὅτι μεῖζον τοῦτο τὸ στρατόπεδον καὶ θαυμαστότερον; τοὺς γὰρ ἐκείνων περιγινομένους πολεμίους ἀναιρεῖ τῷ θελῆσαι μόνον. Οὕτω γὰρ αὐτὴν ἀσθενῆ τὴν μητέρα ἁπάντων τῶν κακῶν ποιοῦσιν, ὡς μηδὲ ἐνοχλεῖν λοιπόν· τοῦ δὲ στρατηγοῦ κειμένου, καὶ τῆς κεφαλῆς ἀνῃρημένης, καὶ τὸ λοιπὸν σῶμα ἡσυχάζει. Καὶ τὴν νίκην ταύτην ἕκαστον τῶν ἐκεῖ μενόντων ἐργαζόμενον ἴδοι τις ἄν. Οὐ γὰρ ὥσπερ ἐπὶ τούτων τῶν πολέμων ἐὰν ὑφ' ἑνός τις λάβῃ πληγὴν, ἑτέρῳ λοιπὸν οὐκ ἔστι βαρὺς καταπεσὼν ἅπαξ· ἀλλ' ἀνάγκη πάντας τὸ θηρίον τοῦτο παίειν· καὶ ὁ μὴ πλήξας αὐτὴν, καὶ καταβαλὼν, ἐνοχλεῖται πάντως.