# In Matthaeum (homiliae 1-90) 3.1-67

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες, ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό· καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1-67

Πρὸς τίνας οὖν στησόμεθα καὶ παραταξόμεθα πρώτους; οὐ γὰρ ἀρκεῖ πρὸς πάντας εἷς καὶ ὁ αὐτὸς λόγος. Βούλεσθε οὖν πρὸς τοὺς ἐπὶ ἐλεημοσύνῃ κενοδοξοῦντας; Ἔμοιγε δοκεῖ· καὶ γὰρ σφόδρα τὸ πρᾶγμα τοῦτο φιλῶ, καὶ ἀλγῶ λυμαινόμενον ὁρῶν, καὶ καθάπερ τινὶ βασιλικῇ κόρῃ τροφὸν προαγωγὸν ἐπιβουλεύουσαν τὴν κενοδοξίαν. Τρέφει μὲν γὰρ αὐτὴν, ἐπ' αἰσχύνῃ δὲ καὶ ζημίᾳ, μαστροπεύουσα, καὶ τοῦ μὲν πατρὸς κελεύουσα καταφρονεῖν, καλλωπίζεσθαι δὲ πρὸς μιαρῶν καὶ καταπτύστων πολλάκις ἀνδρῶν ἀρέσκειαν· καὶ τοιοῦτον αὐτῇ περιτίθησι κόσμον, οἷον οἱ ἔξω βούλονται, αἰσχρὸν καὶ ἄτιμον, οὐχ οἷον ὁ πατήρ. Φέρε δὴ οὖν πρὸς τούτους ἀποτεινώμεθα, καὶ ἔστω τις ἐλεημοσύνη γινομένη μετὰ δαψιλείας πρὸς τὴν τῶν πολλῶν ἐπίδειξιν. Οὐκοῦν πρῶτον αὐτὴν ἐξάγει τοῦ θαλάμου τοῦ πατρικοῦ. Καὶ ὁ μὲν πατὴρ οὐδὲ τῇ ἀριστερᾷ φαίνεσθαι κελεύει· αὕτη δὲ αὐτὴν τοῖς δούλοις ἐπιδείκνυσι καὶ τοῖς τυχοῦσι καὶ οὐδὲ εἰδόσιν αὐτήν. Εἶδες πόρνην καὶ μαστροπὸν εἰς ἔρωτα αὐτὴν ἐμβάλλουσαν ἀτόπων ἀνθρώπων, ἵνα ὡς ἂν ἐκεῖνοι κελεύωσιν, οὕτως αὕτη ῥυθμίζηται; Βούλει ἰδεῖν πῶς οὐ πόρνην μόνον, ἀλλὰ καὶ μανικὴν ποιεῖ τὴν τοιαύτην ψυχήν; Οὐκοῦν καταμάνθανε αὐτῆς τὴν γνώμην Ὅταν γὰρ τὸν οὐρανὸν ἀφεῖσα τρέχῃ ὀπίσω δραπετῶν καὶ οἰκοτρίβων, κατὰ τὰ ἄμφοδα καὶ τοὺς στενωποὺς διώκουσα τοὺς μισοῦντας αὐτὴν, τοὺς αἰσχροὺς καὶ δυσειδεῖς, τοὺς οὐδὲ ἰδεῖν αὐτὴν βουλομένους, τοὺς, ἐπειδὴ περικαίεται αὐτῶν, μισοῦντας αὐτὴν, τί γένοιτ' ἂν τούτου μανικώτερον; Οὐδένα γὰρ οὕτω μισοῦσιν οἱ πολλοὶ, ὡς τοὺς δεομένους τῆς παρ' αὐτῶν δόξης. Μυρίας γοῦν κατηγορίας κατ' αὐτῶν πλέκουσι, καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρθένον καὶ θυγατέρα βασιλέως ἀπὸ τοῦ θρόνου κατενεγκὼν τοῦ βασιλικοῦ, κελεύοι μονομάχοις ἀνδράσι καὶ διαπτύουσιν αὐτὴν ἑαυτὴν ἐκδιδόναι. Οὗτοι μὲν οὖν, ὅσον αὐτοὺς διώκεις, τοσοῦτόν σε ἀποστρέφονται· ὁ δὲ Θεὸς, ἂν τὴν παρ' αὐτοῦ δόξαν ζητῇς, τοσούτῳ μᾶλλον καὶ ἐφέλκεταί σε καὶ ἐπαινεῖ, καὶ πολλὴν ἀποδίδωσί σοι τὴν ἀμοιβήν. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν αὐτῆς τὴν ζημίαν καταμαθεῖν, ὅταν δῷς πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν, ἀναλόγισαι πόση σε λοιπὸν ἐπεισέρχεται ἡ λύπη, καὶ πῶς διηνεκὴς ἡ ἀθυμία, ἐνηχοῦντός σοι τοῦ Χριστοῦ, καὶ λέγοντος, ὅτι Πάντα ἀπώλεσάς σου τὸν μισθόν. Πανταχοῦ μὲν γὰρ κενοδοξία κακὸν, μάλιστα δὲ ἀπὸ φιλανθρωπίας, ὅτι ἐσχάτη ἐστὶν ὠμότης, τὰς ἀλλοτρίας ἐκπομπεύουσα συμφορὰς, καὶ μόνον οὐχὶ ὀνειδίζουσα τοὺς ἐν πτωχείᾳ. Εἰ γὰρ τὸ τὰς ἰδίας λέγειν εὐεργεσίας ὀνειδίζειν ἐστὶ, τὸ καὶ εἰς ἑτέρους πολλοὺς ταύτας ἐξάγειν, τί οἴει εἶναι; Πῶς οὖν διαφευξόμεθα τὸ δεινόν; Ἂν μάθωμεν ἐλεεῖν, ἂν ἴδωμεν τίνων τὴν δόξαν ἐπιζητοῦμεν. Εἰπὲ γάρ μοι, τίς ὁ τῆς ἐλεημοσύνης τεχνίτης ἐστίν; Ὁ τὸ πρᾶγμα καταδείξας Θεὸς δηλονότι, ὁ μάλιστα πάντων αὐτὸ εἰδὼς, καὶ πρὸς ἄπειρον αὐτὸ μεταχειρίζων. Τί οὖν; ἂν παλαιστὴς μανθάνῃς, πρὸς τίνας ὁρᾷς, ἤ τίσιν ἐπιδείκνυσαι ἐν τῇ παλαίστρᾳ, τῷ λάχανα πωλοῦντι καὶ τοὺς ἰχθύας, ἢ τῷ παιδοτρίβῃ; Καὶ μὴν οἱ μὲν εἰσὶ πολλοὶ, ὁ δὲ εἷς. Τί οὖν, ἂν ἐκείνου θαυμάζοντος ἄλλοι καταγελῶσιν, οὐχὶ καὶ σὺ καταγελάσῃ μετ' ἐκείνου αὐτούς; Τί δὲ, ἂν πυκτεύειν μανθάνῃς; οὐχ ὁμοίως πρὸς ἐκεῖνον ὄψει τὸν τοῦτο παιδεύειν εἰδότα; Ἂν δὲ λόγους μετίῃς, οὐχὶ τοῦ ῥήτορος τοὺς ἐπαίνους καταδέξῃ, καὶ τῶν ἄλλων καταφρονήσεις; Πῶς οὖν οὐκ ἄτοπον, ἐν μὲν ταῖς ἄλλαις τέχναις πρὸς τὸν διδάσκαλον ὁρᾷν μόνον, ἐνταῦθα δὲ τοὐναντίον ποιεῖν; καίτοιγε οὐκ ἴση ἡ ζημία. Ἐκεῖ μὲν γὰρ, ἂν πρὸς τὸ δοκοῦν τοῖς πολλοῖς παλαίῃς, καὶ μὴ πρὸς τὸ τῷ διδασκάλῳ, ἐν τῇ πάλῃ ἡ ζημία· ἐνταῦθα δὲ ἐν αἰωνίῳ ζωῇ. Γέγονας ὅμοιος Θεῷ κατὰ τὸ ἐλεεῖν; γενοῦ οὖν αὐτῷ ὅμοιος, καὶ κατὰ τὸ μὴ ἐπιδείκνυσθαι. Καὶ γὰρ ἔλεγε θεραπεύων, ἵνα μηδενὶ εἴπωσιν. Ἀλλὰ βούλει ἐλεήμων κληθῆναι παρὰ τοῖς ἀνθρώποις; καὶ τί τὸ κέρδος; Τὸ κέρδος μὲν οὐδὲν, ἡ δὲ ζημία ἄπειρος. Αὐτοὶ γὰρ οὗτοι, οὓς εἰς μαρτυρίαν καλεῖς, λῃσταὶ γίνονται τῶν θησαυρῶν τῶν ἐν οὐρανοῖς· μᾶλλον δὲ οὐχ οὗτοι, ἀλλ' ἡμεῖς, οἱ τὰ ἡμέτερα συλῶντες, καὶ σκορπίζοντες τὰ ἄνω κείμενα. Ὢ τῆς καινῆς συμφορᾶς καὶ τοῦ ἀλλοκότου τούτου πάθους. Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ κλέπτης διορύττει, κενοδοξία σκορπίζει. Οὗτος ὁ σὴς τῶν ἐκεῖ θησαυρῶν· οὗτος ὁ κλέπτης τῆς εὐπορίας τῆς ἐν οὐρανοῖς· οὗτος τὸν ἄσυλον ὑποσύρει πλοῦτον· τοῦτο πάντα λυμαίνεται καὶ διαφθείρει. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι καὶ λῃσταῖς καὶ σκώληκι καὶ ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτον τὸ χωρίον ἐκεῖνο, διὰ κενοδοξίας ὑποσύρει τὸν πλοῦτον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
