Ancient Greek · ~17 min
Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο. Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-71
Not analysed yet
Ἐξ ὧν μάλιστα ἄν τις θαυμάσειε τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἷς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο, ἐν οἷς μάλιστα ὡς στασιασταῖς προσεῖχον αὐτοῖς, ὅτε ὁ Καῖσαρ ἐκέλευσεν ἅπαντας ἀπελαύνεσθαι. Καὶ ταὐτὸν συνέβαινεν, ὥσπερ ἂν εἴ τις, τῆς θαλάττης ἐγερθείσης πάντοθεν, καὶ ζόφου τὸν ἀέρα πάντα κατέχοντος, καὶ ναυαγίων ἐπαλλήλων γινομένων, καὶ πάντων ἄνωθεν τῶν συμπλεόντων στασιαζόντων, καὶ θηρῶν κάτωθεν ἀνιόντων, καὶ μετὰ τῶν κυμάτων ἀναλισκόντων τοὺς πλέοντας, καὶ σκηπτῶν φερομένων, καὶ πειρατῶν ὄντων, καὶ τῶν ἔνδον ἀλλήλοις ἐπιβουλευόντων, ἀνθρώπους ἀπείρους τοῦ πλεῖν καὶ οὐδὲ θάλατταν ἰδόντας κελεύοι ἐπὶ τῶν οἰάκων καθῆσθαι, καὶ κυβερνᾷν καὶ ναυμαχεῖν, καὶ στόλον ἄπειρον ἐπιόντα μετὰ πολλῆς παρατάξεως, ἑνὶ χρωμένους ἀκατίῳ, τῷ οὕτως ὡς εἶπον ταραττομένῳ, καταδύειν καὶ χειροῦσθαι. Καὶ γὰρ ὑπὸ ἐθνῶν ἐμισοῦντο, ὡς Ἰουδαῖοι· καὶ ὑπὸ Ἰουδαίων ἐλιθάζοντο, ὡς τοῖς αὐτῶν πολεμοῦντες νόμοις· καὶ οὐδαμοῦ στῆναι ἦν. Οὕτω πάντα κρημνοὶ καὶ σκόπελοι καὶ πρόβολοι ἦσαν, τὰ ἐν ταῖς πόλεσι, τὰ ἐν ταῖς χώραις, τὰ ἐν οἰκίαις· καὶ εἷς ἕκαστος αὐτοῖς ἐπολέμει, καὶ στρατηγὸς, καὶ ἄρχων, καὶ ἰδιώτης, καὶ ἔθνη πάντα, καὶ δῆμοι πάντες· καὶ ταραχή τις ἦν λόγῳ παραστῆναι μὴ δυναμένη. Καὶ γὰρ σφόδρα τῇ τῶν Ῥωμαίων ἀρχῇ μισητὸν τὸ Ἰουδαίων γένος ἦν, ἅτε μυρία πράγματα αὐτοῖς παρεσχηκός· καὶ οὐδὲ ἐντεῦθεν ἐβλάβη τὸ κήρυγμα· ἀλλ' ἡ μὲν πόλις ἀνάρπαστος ἦν καὶ ἐμπεπύριστο, καὶ μυρία τοὺς οἰκοῦντας διέθηκε κακά· οἱ δὲ ἐντεῦθεν ὄντες ἀπόστολοι, νόμους εἰσάγοντες καινοὺς, καὶ τῶν Ῥωμαίων ἐκράτουν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Μυριάδας ἀπείρους Ἰουδαίων τότε ἐχειρώσαντο Ῥωμαῖοι, καὶ δώδεκα ἀνδρῶν οὐ περιεγένοντο, γυμνῶν, ἀόπλων μαχομένων αὐτοῖς. Τίς παραστῆσαι δυνήσεται λόγος τὸ θαῦμα τοῦτο; Καὶ γὰρ δύο ταῦτα τοῖς διδάσκουσιν ὑπάρχειν χρὴ, τό τε ἀξιοπίστους εἶναι, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν μαθητευομένων· καὶ μετὰ τούτων καὶ πρὸς τούτοις, καὶ τὸ τὰ λεγόμενα, εὐπαράδεκτα εἶναι, καὶ τὸν καιρὸν ταραχῆς ἀπηλλάχθαι καὶ θορύβων. Τότε δὲ ἅπαντα τὰ ἐναντία ἦν. Οὔτε γὰρ ἀξιόπιστοι εἶναι ἐδόκουν, καὶ τῶν δοκούντων ἀξιοπίστων εἶναι τοὺς ἠπατημένους ἀφίστων· οὐκ ἐφιλοῦντο, ἀλλὰ καὶ ἐμισοῦντο, καὶ τῶν φιλουμένων ἀπῆγον, καὶ ἐθῶν, καὶ πατρίων, καὶ νόμων. Πάλιν τὰ ἐπιτάγματα πολλὴν τὴν δυσκολίαν εἶχεν· ὧν δὲ ἀφείλκοντο, πολλὴν τὴν ἡδονήν. Πολλοὺς καὶ αὐτοὶ καὶ οἱ πειθόμενοι τοὺς κινδύνους, πολλοὺς τοὺς θανάτους ὑπέμενον· καὶ μετὰ τούτων ἁπάντων ὁ καιρὸς πολλὴν παρεῖχε τὴν δυσκολίαν, πολέμων γέμων, θορύβων, ταραχῆς· ὡς εἰ καὶ μηδὲν τῶν εἰρημένων ἦν, ἱκανῶς πάντα διαταράξαι. Εὔκαιρον εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ οἱ οἰκεῖοι μετὰ σημείων Μωϋσέως οὐκ ἤκουσαν, διὰ τὸν πηλὸν μόνον καὶ τὴν πλινθείαν τοὺς καθ' ἑκάστην ἡμέραν κοπτομένους καὶ σφαττομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, τίς ἔπεισεν ἀποστῆναι μὲν ἀπράγμονος βίου, τὸν δὲ ἐπικίνδυνον τοῦτον καὶ αἱμάτων καὶ θανάτων γέμοντα προτιμῆσαι ἐκείνου, καὶ ταῦτα ἀλλοφύλων τῶν κηρυττόντων αὐτοῖς ὄντων, καὶ σφόδρα πολεμίων πάντοθεν; Μὴ γάρ τις εἰς ἔθνη καὶ πόλεις καὶ δήμους, ἀλλ' εἰς οἰκίαν μικρὰν εἰσαγαγέτω τὸν μισούμενον παρὰ πάντων τῶν ἐν τῇ οἰκίᾳ, καὶ δι' αὐτοῦ σπουδαζέτω τῶν φιλουμένων ἀπάγειν, πατρὸς καὶ γυναικὸς καὶ παίδων· ἆρα οὐκ ὀφθήσεται διασπασθεὶς πρὶν ἢ διᾶραι τὸ στόμα; Ἂν δὲ καὶ ταραχὴ καὶ μάχη γυναικὸς καὶ ἀνδρὸς προσῇ κατὰ τὴν οἰκίαν, ἆρα οὐχὶ, πρὶν ἢ ἐπιβῆναι τῶν οὐδῶν, καταλεύοντες αὐτὸν ἀναιρήσουσιν· Ἂν δὲ καὶ εὐκαταφρόνητος ᾖ, καὶ φορτικὰ ἐπιτάττῃ, καὶ φιλοσοφεῖν τοὺς τρυφῶντας κελεύῃ, καὶ μετὰ τούτων πρὸς πολλῷ πλείονας καὶ ὑπερβάλλοντας αὐτὸν ὁ ἀγὼν ᾖ, οὐκ εὔδηλον ὅτι παντάπασιν ἀπολεῖται; Ἀλλ' ὅμως τοῦτο, ὅπερ ἀδύνατον ἐν οἰκίᾳ γενέσθαι μιᾷ, τοῦτο ἐν τῇ οἰκουμένῃ κατώρθωσεν ὁ Χριστὸς ἁπάσῃ, διὰ κρημνῶν καὶ καμίνων καὶ φαράγγων καὶ σκοπέλων καὶ γῆς καὶ θαλάττης πολεμουμένης, τοὺς ἰατροὺς τῆς οἰκουμένης εἰσάγων. Καὶ εἰ βούλει σαφέστερον ταῦτα μαθεῖν, τοὺς λιμοὺς λέγω, τοὺς λοιμοὺς, τοὺς σεισμοὺς, τὰς ἄλλας τραγῳδίας, τὴν ἱστορίαν τὴν περὶ τούτων Ἰωσήπῳ συγκειμένην ἔπελθε, καὶ πάντα εἴσῃ μετὰ ἀκριβείας. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγε, Μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθή σεται· καὶ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον πάντως ἐν ὅλῳ τῷ κόσμῳ. Χαυνωθέντας γὰρ καὶ ἐκλυθέντας τῷ φόβῳ τῶν εἰρημένων, συστρέφει λέγων, ὅτι κἂν μυρία γένηται, δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, καὶ τότε ἥξει τὸ τέλος.