Ancient Greek
Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-78
Not analysed yet
Τί φῂς, ὦ Πέτρε; ὁ προφήτης εἶπεν, ὅτι Σκορπισθήσεται τὰ πρόβατα· ὁ Χριστὸς ἐβεβαίωσε τὸ εἰρημένον· καὶ σὺ λέγεις, οὐχί; Οὐκ ἀρκεῖ τὰ πρότερα, ὅτε εἶπες, Ἵλεώς σοι, καὶ ἐπεστομίσθης; Διὰ τοῦτο τοίνυν ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. Καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ἀπὸ τῆς ἀρνήσεως τῆς αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. Ὅταν γὰρ αὐτός τι προείπῃ, οὐκέτι σοφίζεσθαι χρὴ, οὐδὲ τῶν πολλῶν κατεξανίστασθαι. Τὸ γὰρ καύχημα, φησὶν, εἰς ἑαυτὸν ἕξεις, καὶ οὐκ εἰς τὸν ἕτερον. Δέον γὰρ δεηθῆναι καὶ εἰπεῖν, Βοήθησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, ὁ δὲ ἑαυτῷ θαῤῥεῖ, καί φησι· Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε· κἂν πάντες τοῦτο πάθωσι, φησὶν, ἐγὼ οὐ πείσομαι· ὅπερ εἰς αὐθάδειαν αὐτὸν ἦγε κατὰ μικρόν. Τοῦτο τοίνυν καταστεῖλαι βουλόμενος ὁ Χριστὸς, συνεχώρησε τὴν ἄρνησιν. Ἐπειδὴ γὰρ οὐδὲ αὐτοῦ ἠνέσχετο, οὔτε τοῦ προφήτου· (καίτοι διὰ τοῦτο καὶ τὸν προφήτην ἐπηγάγετο, ἵνα μὴ ἀντείπωσιν·) ἀλλ' ὅμως ἐπειδὴ οὐκ ἠνέσχετο τῶν ῥημάτων, παιδεύεται διὰ τῶν ἔργων. Ὅτι γὰρ διὰ τοῦτο συνεχώρησεν, ἵνα τοῦτο ἐν αὐτῷ κατορθώσῃ, ἄκουσον τί φησιν· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Τοῦτο γὰρ σφόδρα αὐτοῦ καθαπτόμενος ἔλεγε, καὶ δηλῶν ὅτι τὸ πτῶμα αὐτοῦ τῶν ἄλλων χαλεπώτερον, καὶ πλείονος δεόμενον βοηθείας. Καὶ γὰρ δύο τὰ ἐγκλήματα ἦν, καὶ ὅτι ἀντεῖπε, καὶ ὅτι τῶν ἄλλων ἑαυτὸν προὔθηκε· μᾶλλον δὲ καὶ τρίτον, ὅτι τὸ πᾶν ἑαυτῷ ἀνέθηκε. Ταῦτα οὖν ἰώμενος, εἴασε γενέσθαι τὸ πτῶμα· καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀφεὶς, πρὸς αὐτὸν ἀποτείνεται. Σίμων γὰρ, φησὶ, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο ὑμᾶς συνιάσαι ὡς τὸν σῖτον· τουτέστι, θορυβῆσαι, ταράξαι, πειράσαι· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Καὶ διατί, εἰ πάντας ᾐτήσατο, οὐ περὶ πάντων εἶπεν, Ἐδεήθην; Οὐκ εὔδηλον, ὅτι τοῦτό ἐστιν, ὅπερ ἔμπροσθεν εἶπον, ὅτι καθαπτόμενος αὐτοῦ, καὶ δεικνὺς ὅτι χαλεπώτερον τῶν ἄλλων αὐτοῦ τὸ πτῶμα, πρὸς αὐτὸν τρέπει τὸν λόγον; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἐγὼ δὲ οὐκ εἴασα, ἀλλ', Ἐδεήθην; Ταπεινὰ λοιπὸν φθέγγεται, πρὸς τὸ πάθος ἰὼν, ἵνα τὸ ἀνθρώπινον δείξῃ. Ὁ γὰρ τὴν Ἐκκλησίαν ἐπὶ τῇ ὁμολογίᾳ αὐτοῦ οἰκοδομήσας, καὶ οὕτω τειχίσας αὐτὴν, ὡς μυρίους κινδύνους καὶ θανάτους αὐτῆς μὴ περιγενέσθαι, ὁ τῶν οὐρανῶν αὐτῷ τὰς κλεῖς δεδωκὼς, καὶ τοσαύτης ἐξουσίας ποιήσας κύριον, καὶ μηδαμοῦ εὐχῆς εἰς ταῦτα δεηθείς· (οὐδὲ γὰρ εἶπεν, Ἐδεήθην· ἀλλὰ μετὰ αὐθεντίας, Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν·) πῶς εὐχῆς ἐδεῖτο, ἵνα ἑνὸς ἀνθρώπου σαλευομένην περισφίγξῃ ψυχήν; Τίνος οὖν ἕνεκεν οὕτως εἶπε; Διὰ τὴν αἰτίαν ἣν εἴρηκα, καὶ διὰ τὴν ἐκείνων δὲ ἀσθένειαν· οὐδέπω γὰρ ἦσαν τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχοντες. Πῶς οὖν ἠρνήσατο; Οὐκ εἶπεν, Ἵνα μὴ ἀρνήσῃ, ἀλλ', Ὥστε μὴ ἐκλιπεῖν τὴν πίστιν, ὥστε μὴ τέλεον ἀπολέσθαι. Τῆς γὰρ αὐτοῦ κηδεμονίας τοῦτο γέγονε. Καὶ γὰρ ὁ φόβος πάντα ἐξέβαλεν· ἄμετρος γὰρ ἦν· ἄμετρος δὲ ἐγένετο, ἐπειδὴ σφόδρα αὐτὸν ἐγύμνωσεν ὁ Θεὸς τῆς ἑαυτοῦ ῥοπῆς ἐγύμνωσε δὲ σφόδρα, ἐπειδὴ καὶ σφοδρὸν ἐν αὐτῷ τὸ πάθος ἦν τῆς αὐθαδείας καὶ τῆς ἀντιῤῥήσεως. Ἵν' οὖν πρόῤῥιζον ἀνέλῃ, διὰ τοῦτο εἴασεν οὕτω κατασχεῖν αὐτὸν τὴν ἀγωνίαν. Ὅτι γὰρ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τοῦτο, οὐκ ἠρκέσθη τοῖς προτέροις, καὶ προφήτῃ καὶ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος αὐτῷ τοῦ Χριστοῦ, Ἀμὴν λέγω σοι, ὅτι ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με, λέγει· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁ δὲ Λουκᾶς ἐπισημαίνεται, ὅτι ὅσῳ ἀπηγόρευεν ὁ Χριστὸς, τοσούτῳ ἠναντιοῦτο ὁ Πέτρος ἐκ περισσοῦ. Τί ταῦτα, ὦ Πέτρε; Ὅτε μὲν ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἐφοβοῦ μὴ σὺ ᾖς ὁ προδότης, καὶ ἠνάγκαζες τὸν μαθητὴν ἐρωτῆσαι, καίτοι οὐδὲν σαυτῷ συνειδὼς τοιοῦτον· νυνὶ δὲ διαῤῥήδην αὐτοῦ βοῶντος καὶ λέγοντος, ὅτι Πάντες σκανδαλισθήσεσθε, ἀντιλέγεις; καὶ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς καὶ πολλάκις; Τοῦτο γὰρ ὁ Λουκᾶς φησι. Πόθεν οὖν αὐτῷ τοῦτο συνέβη; Ἀπὸ πολλῆς ἀγάπης, ἀπὸ πολλῆς ἡδονῆς. Ἐπειδὴ γὰρ ἀπηλλάγη τῆς ἀγωνίας ἐκείνης τῆς κατὰ τὴν προδοσίαν, καὶ τὸν προδότην εἶδε, θαῤῥῶν ἔλεγε λοιπὸν, καὶ τῶν ἄλλων κατεξανίστατο λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ' ἐγὼ οὐ σκανδαλισθήσομαι. Ἠρέμα δὲ καὶ φιλοτιμίας τὸ πρᾶγμα ἦν· καὶ γὰρ ἐν τῷ δείπνῳ, τίς αὐτῶν μείζων ἐστὶν, ἐλογίζοντο· οὕτως αὐτοῖς παρηνόχλει τὸ πάθος. Διὰ τοῦτο αὐτὸν ἐκώλυεν, οὐκ ὠθῶν αὐτὸν ἐπὶ τὴν ἄρνησιν· μὴ γένοιτο· ἀλλ' ἔρημον τῆς αὐτοῦ βοηθείας ἀφεὶς, καὶ τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. Ὅρα γοῦν μετὰ ταῦτα πῶς κατεσταλμένος ἐστί. Καὶ γὰρ μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ εἶπεν, Οὗτος δὲ τί; καὶ ἐπεστομίσθη, οὐδὲν ἀντειπεῖν λοιπὸν ὡς ἐνταῦθα ἐτόλμησεν, ἀλλ' ἐσίγησε. Πάλιν πρὸς τῇ ἀναλήψει ἀκούσας, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, πάλιν σιγᾷ καὶ οὐκ ἀντιλέγει. Μετὰ ταῦτα ἐπὶ τοῦ δώματος καὶ τῆς σινδόνος, ἀκούσας φωνῆς λεγούσης αὐτῷ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου, καὶ οὐδὲ σαφῶς εἰδὼς τέως τί ποτέ ἐστι τὸ λεγόμενον, ἡσυχάζει καὶ οὐ φιλονεικεῖ.