Ancient Greek · ~15 min
Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-8
Not analysed yet
Καὶ οὗτοι μὲν οἱ παρ' ἡμῶν λόγοι· οὐ μὴν ἅπαντες οὗτοι, ἀλλ' εἰσὶ καὶ τούτων ἀποῤῥητότεροι ἕτεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν αὐτός. Παραχωρήσαντες τοίνυν αὐτῷ τῆς ἀκριβεστέρας ἐν τούτῳ καταλήψεως, τῶν ἑξῆς ἡμεῖς ἐχώμεθα, καὶ ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευώμεθα πάντα φέρειν γενναίως. Καὶ γὰρ οὐ μικρὰ τότε κατέλαβε τὴν Βηθλεὲμ τραγῳδία, τῶν παίδων ἁρπαζομένων ἀπὸ τῆς θηλῆς τῶν μητέρων, καὶ ἐπὶ τὴν ἄδικον ταύτην ἀγομένων σφαγήν. Εἰ δὲ ἔτι μικροψυχεῖς, καὶ ἐλάττων εἶ τῆς ἐπὶ τούτοις φιλοσοφίας, μάθε τοῦ ταῦτα τολμήσαντος τὸ τέλος, καὶ μικρὸν ἀνάπνευσον. Ταχίστη γὰρ αὐτὸν ὑπὲρ τούτων κατέλαβε δίκη, καὶ τοῦ μιάσματος τούτου τὴν προσήκουσαν ἐδίδου τιμωρίαν, θανάτῳ χαλεπῷ καὶ τοῦ νῦν τολμηθέντος ἐλεεινοτέρῳ καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ὅπερ εἴσεσθε τὴν Ἰωσήπου περὶ τούτων ἱστορίαν ἐπελθόντες· ἢν, ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον καὶ τὴν συνέχειαν διακόπτωμεν, οὐκ ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοῖς παροῦσιν ἐνθεῖναι. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Ἐπειδὴ γὰρ φρίκης ἐνέπλησε τὸν ἀκροατὴν ταῦτα διηγησάμενος, τὴν σφαγὴν τὴν βιαίαν, τὴν ἄδικον, τὴν ὠμοτάτην, τὴν παράνομον, παραμυθεῖται πάλιν αὐτὸν, λέγων, ὅτι οὐκ ἀδυνατοῦντος τοῦ Θεοῦ κωλῦσαι ταῦτα ἐγίνετο, οὐδὲ ἀγνοοῦντος, ἀλλὰ καὶ προειδότος καὶ προανακηρύττοντος διὰ τοῦ Προφήτου. Μὴ τοίνυν θορυβηθῇς, μηδὲ καταπέσῃς, εἰς τὴν ἀπόῤῥητον αὐτοῦ πρόνοιαν ἀφορῶν, ἣν καὶ δι' ὧν ἐνεργεῖ, καὶ δι' ὧν συγχωρεῖ, μάλιστά ἐστιν ἰδεῖν· ὅπερ οὖν καὶ ἀλλαχοῦ τοῖς μαθηταῖς διαλεγόμενος ᾐνίξατο. Ἐπειδὴ γὰρ τὰ δικαστήρια, καὶ τὰς ἀπαγωγὰς, καὶ τοὺς τῆς οἰκουμένης πολέμους, καὶ τὴν ἄσπονδον μάχην αὐτοῖς προανεκήρυττεν, ἀνέχων αὐτῶν τὴν ψυχὴν καὶ παραμυθούμενός φησιν· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐδὲν ἀγνοοῦντος αὐτοῦ γίνεται, ἀλλ' εἰδότος μὲν ἅπαντα, οὐ μὴν πάντα ἐνεργοῦντος Μὴ τοίνυν, φησὶ, ταράττεσθε, μηδὲ θορυβεῖσθε. Ὁ γὰρ εἰδὼς ἃ πάσχετε, καὶ κωλῦσαι δυνάμενος, εὔδηλον ὅτι προνοῶν ὑμῶν καὶ κηδόμενος οὐ κωλύει· ὅπερ καὶ ἐπὶ τῶν πειρασμῶν τῶν ἡμετέρων ἐννοεῖν δεῖ· καὶ ἱκανὴν ἐντεῦθεν ληψόμεθα τὴν παράκλησιν. Καὶ τί, φησὶ, κοινὸν τῇ Ῥαχὴλ πρὸς τὴν Βηθλεέμ; ἴσως εἴποι τις ἄν· Ῥαχὴλ γὰρ, φησὶ, κλαίουσα τὰ τέκνα αὐτῆς· Τί δὲ τῇ Ῥαμᾶ πρὸς τὴν Ῥαχήλ; Ἡ Ῥαχὴλ μήτηρ ἦν τοῦ Βενιαμὶν, καὶ τελευτήσασαν αὐτὴν εἰς τὸν ἱππόδρομον ἔθαψαν τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου. Ἐπεὶ οὖν καὶ ὁ τάφος πλησίον, καὶ ὁ κλῆρος τοῦ παιδίου ταύτης ἦν τοῦ Βενιαμίν (ἡ γὰρ Ῥαμᾶ τῆς Βενιαμίτιδος ἦν φυλῆς)· ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ. Εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν ἕλκος καὶ ὠμὸν, φησίν· Οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Πάλιν κἀντεῦθεν παιδευόμεθα τοῦτο, ὅπερ ἔμπροσθεν ἔλεγον, τὸ μηδέποτε θορυβεῖσθαι, ὅταν τῇ τοῦ Θεοῦ ὑποσχέσει τὰ γινόμενα ἐναντία ᾗ. Ἰδοὺ γοῦν παραγενομένου αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, μᾶλλον δὲ ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, οἷα γέγονε τὰ προοίμια. Ἐν φυγῇ μὲν ἡ μήτηρ, συμφοραῖς δὲ ἀνηκέστοις ἡ πατρὶς περιπίπτει, καὶ τολμᾶται φόνος πάντων φόνων ὁ πικρότατος, καὶ θρῆνος καὶ ὀδυρμὸς πολὺς καὶ οἰμωγαὶ πανταχοῦ. Ἀλλὰ μὴ ταραχθῇς· εἴωθε γὰρ ἀεὶ διὰ τῶν ἐναντίων τὰς οἰκονομίας τὰς ἑαυτοῦ πληροῦν, μεγίστην ἐντεῦθεν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος ἡμῖν ἀπόδειξιν. Οὕτω καὶ τοὺς μαθητὰς ἐνῆγε τοὺς ἑαυτοῦ, καὶ κατορθοῦν πάντα παρεσκεύαζε, διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομῶν, ἵνα μεῖζον τὸ θαῦμα γένηται. Μαστιζόμενοι γοῦν κἀκεῖνοι, καὶ ἐλαυνόμενοι, καὶ μυρία πάσχοντες δεινὰ, οὕτω τῶν μαστιζόντων καὶ ἐλαυνόντων περιεγένοντο. Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ. Οὐκέτι φησὶ, Φεῦγε, ἀλλὰ, Πορεύου.