Ancient Greek · ~18 min
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-85
Not analysed yet
Ἐπεὶ οὖν ἐξῆλθον μετὰ φόβου καὶ χαρᾶς, Ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ ἐκράτησαν τοὺς πόδας αὐτοῦ, καὶ μεθ' ὑπερβαλλούσης εὐφροσύνης αὐτῷ προσδραμοῦσαι, ἐλάμβανον καὶ διὰ τῆς ἁφῆς τεκμήριον καὶ πληροφορίαν τῆς ἀναστάσεως, Καὶ προσεκύνησαν αὐτῷ. Τί οὖν αὐτός; Μὴ φοβεῖσθε. Πάλιν καὶ αὐτὸς τὸ δέος ἐκβάλλει, προοδοποιῶν τῇ πίστει. Ἀλλ' ὑπάγετε, καὶ εἴπατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν· κἀκεῖ με ὄψονται. Σκόπει πῶς καὶ αὐτὸς διὰ τούτων τοὺς μαθητὰς εὐαγγελίζεται, ὃ πολλάκις εἶπον, τὸ μάλιστα γένος ἀτιμωθὲν εἰς τιμὴν ἄγων καὶ εἰς χρηστὰς ἐλπίδας, καὶ τὸ πεπονηκὸς ἰώμενος. Τάχα τις ὑμῶν ἐβούλετο κατ' ἐκείνας γενέσθαι, καὶ τοὺς πόδας κατασχεῖν τοῦ Ἰησοῦ; Δύνασθε καὶ νῦν. ὅσοι βούλεσθε, οὐχὶ τοὺς πόδας καὶ τὰς χεῖρας μόνον, ἀλλὰ καὶ τὴν κεφαλὴν κατασχεῖν τὴν ἱερὰν ἐκείνην, τῶν φρικτῶν ἀπολαύοντες μυστηρίων καθαρῷ συνειδότι. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὄψεσθε αὐτὸν, μετὰ τῆς ἀποῤῥήτου δόξης ἐκείνης καὶ τοῦ δήμου τῶν ἀγγέλων ἐρχόμενον, εἰ βουληθείητε εἶναι φιλάνθρωποι· καὶ ἀκούσεσθε, οὐχὶ ταῦτα τὰ ῥήματα μόνον, ὅτι Χαίρετε; ἀλλὰ καὶ ἐκεῖνα· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Γίνεσθε τοίνυν φιλάνθρωποι, ἵνα ταῦτα ἀκούσητε, καὶ ὑμεῖς αἱ χρυσοφόροι γυναῖκες, αἱ τὸν δρόμον τῶν γυναικῶν θεασάμεναι τούτων, ὀψὲ γοῦν ποτε τὴν νόσον ἀποθέμεναι τῆς τῶν χρυσίων ἐπιθυμίας. Ὥστε εἰ ζηλοῦτε τὰς γυναῖκας, ἀνταλλάξασθε τὸν κόσμον, ὃν περίκεισθε, ἐλεημοσύνην περιθέμεναι. Τί τὸ ὄφελος, εἰπέ μοι, τῶν λίθων τῶν τιμίων τούτων, καὶ τῶν χρυσοπάστων ἱματίων; Χαίρει τούτοις, φησὶν, ἡ ψυχὴ, καὶ εὐφραίνεται. Ἐγώ σε τὸ κέρδος ἠρώτησα· σὺ δέ μοι τὸ βλάβος εἶπες. Τοῦ γὰρ περὶ ταῦτα ἠσχολῆσθαι καὶ χαίρειν καὶ προσηλῶσθαι, χεῖρον οὐδέν. Πικροτέρα γὰρ ἡ χαλεπὴ αὕτη δουλεία γίνεται, ὅταν τις καὶ δουλεύων εὐφραίνηται. Ἐπὶ τίνι γὰρ τῶν πνευματικῶν ὡς χρὴ σπουδάσει ποτὲ, πότε δὲ καταγελάσεται ὡς δεῖ τῶν βιωτικῶν πραγμάτων, ἡ χαρᾶς ἄξιον εἶναι νομίζουσα τὸ δεδέσθαι χρυσῷ; Ὁ γὰρ ἐν δεσμωτηρίῳ μένων καὶ ἡδόμενος, οὐδέποτε ἀπαλλαγῆναι θελήσει, ὥσπερ οὖν οὐδὲ αὕτη· ἀλλ' ὥσπερ τις αἰχμάλωτος γενομένη τῆς πονηρᾶς ταύτης ἐπιθυμίας, οὐδὲ φωνῆς ἀνέξεται πνευματικῆς ἀκοῦσαι μετὰ τῆς προσηκούσης ἐπιθυμίας τε καὶ σπουδῆς, μήτιγε ἔργον μετελθεῖν. Τί οὖν τὸ κέρδος τοῦ κόσμου τούτου καὶ τῆς βλακείας ταύτης; εἰπέ μοι. Τέρπομαι, φησί. Πάλιν μοι τὴν βλάβην εἶπες καὶ τὸν ὄλεθρον. Ἀλλὰ καὶ τιμῆς ἀπολαύω, φησὶ, πολλῆς παρὰ τῶν ὁρώντων. Καὶ τί τοῦτο; Ἑτέρας γὰρ τοῦτο διαφθορᾶς ὑπόθεσις, ὅταν εἰς τῦφον, ὅταν εἰς ἀπόνοιαν αἴρῃ. Φέρε οὖν, ἐπειδὴ σὺ τὸ κέρδος οὐκ εἶπες, ἀνάσχου ἐμοῦ σοι διηγουμένου τὰς βλάβας. Τίνες οὖν ἐντεῦθεν αἱ βλάβαι; Ἡ φροντὶς ἡ μείζων τῆς ἡδονῆς. Διὸ πολλοὶ τῶν ὁρώντων, τούτων δὴ τῶν παχυτέρων, τέρπονται μᾶλλον, ἢ ἡ περικειμένη. Σὺ μὲν γὰρ μετὰ μερίμνης καλλωπίζῃ· ἐκεῖνοι δὲ ἄνευ ταύτης ἑστιῶσι τὰς ὄψεις. Εἶτα ἑτέρα πάλιν, τὸ ταπεινοῦσθαι τὴν ψυχὴν, τὸ βασκαίνεσθαι πανταχόθεν. Αἱ γὰρ πλησίον δηχθεῖσαι κατὰ τῶν οἰκείων ἀνδρῶν ὁπλίζονται, καὶ πολέμους ἀναῤῥιπίζουσί σοι χαλεπούς. Μετὰ τούτων τὸ τὴν σχολὴν ἅπασαν καὶ τὴν φροντίδα εἰς τοῦτο δαπανᾶσθαι, τὸ τῶν πνευματικῶν μὴ σφόδρα ἀντέχεσθαι κατορθωμάτων, τὸ τύφου καὶ ἀπονοίας καὶ κενῆς πληροῦσθαι δόξης, τὸ τῇ γῇ προσηλῶσθαι, καὶ πτεροῤῥυεῖν, καὶ ἀντὶ ἀετοῦ γενέσθαι κύνα καὶ χοῖρον. Ἀφεῖσα γὰρ πρὸς τὸν οὐρανὸν βλέπειν καὶ πέτασθαι, καθάπερ οἱ χοῖροι χαμαὶ νεύεις, μέταλλα περιεργαζομένη καὶ χηραμοὺς, καὶ ψυχὴν ἄνανδρον καὶ ἀνελευθέραν κτωμένη. Ἀλλ' ἐπιστρέφεις φαινομένη τοὺς ἐπὶ τῆς ἀγορᾶς; Δι' αὐτὸ μὲν οὖν τοῦτο χρυσοφορεῖν οὐκ ἔδει, ἵνα μὴ κοινὸν γένῃ θέατρον, καὶ πολλῶν κατηγόρων ἀνοίξῃς στόματα. Οὐδεὶς γάρ σε τῶν ἐπιστρεφομένων θαυμάζει, ἀλλὰ σκώπτουσιν ὡς φιλόκοσμον, ὡς ἀλαζόνα, ὡς σαρκικὴν γυναῖκα. Κἂν εἰς ἐκκλησίαν εἰσέλθῃς, ἐξῆλθες οὐδὲν λαβοῦσα, ἀλλ' ἢ μυρία σκώμματα καὶ λοιδορίας καὶ ἀρὰς, οὐχὶ παρὰ τῶν ὁρώντων μόνον, ἀλλὰ καὶ παρὰ τοῦ προφήτου. Καὶ γὰρ εὐθέως ὁ μεγαλοφωνότατος Ἡσαΐας ἰδών σε βοήσεται· Τάδε λέγει Κύριος ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών· Ἀνθ' ὧν ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· ἀνακαλύψει Κύριος τὸν κόσμον αὐτῶν, καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, ἀντὶ δὲ ζώνης σχοινίῳ ζώσῃ. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Οὐδὲ γὰρ πρὸς ἐκείνας μόνας ταῦτα εἴρηται, ἀλλὰ πρὸς πᾶσαν γυναῖκα μιμουμένην αὐτάς. Καὶ ὁ Παῦλος δὲ μετ' ἐκείνου κατήγορος ἕστηκε, λέγων Τιμοθέῳ παραγγέλλειν ταῖς γυναιξί· Μὴ ἐν πλέγμασιν, ἢ χρυσίῳ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς. Ὥστε πανταχοῦ μὲν βλαβερὸν τὸ χρυσοφορεῖν, μάλιστα δὲ ὅταν εἰς ἐκκλησίαν εἰσίῃς, ὅταν διὰ τῶν πενήτων παρίῃς. Εἰ γὰρ σφόδρα σαυτῆς κατηγορῆσαι ἐσπούδασας, οὐκ ἂν ἄλλο περιέθου σχῆμα, ἀλλ' ἢ τὸ τῆς ὠμότητος τοῦτο, καὶ ἀπανθρωπίας προσωπεῖον.