Ancient Greek · ~15 min
Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-9
Not analysed yet
Ἐννόησον γοῦν ἡλίκον ἦν ἰδεῖν ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπίνων πώποτε, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν ἔχοντα μεθ' ἑαυτοῦ. Παρῆν γὰρ καὶ οὗτος αὐτὸν ἀνακηρύττων καὶ λέγων· Οὗτός ἐστιν ὃν παρέσεσθαι ἔφην βοῶντα, καὶ κατὰ τὴν ἔρημον λαμπρᾷ τῇ φωνῇ κηρύττοντα ἅπαντα. Τοσαύτη γὰρ σπουδὴ τοῖς Προφήταις περὶ τούτων ἐγένετο τῶν πραγμάτων, ὡς μὴ τὸν Δεσπότην τὸν ἑαυτῶν μόνον, ἀλλὰ καὶ τὸν μέλλοντα αὐτῷ διακονεῖσθαι ἐκ πολλοῦ προανακηρύττειν τοῦ χρόνου· καὶ μὴ μόνον αὐτὸν λέγειν, ἀλλὰ καὶ τὸν τόπον, ἐν ᾧ διατρίβειν ἔμελλε, καὶ τὸν τοῦ κηρύγματος τρόπον, ὃν διδάξαι παραγενόμενος εἶχε, καὶ τὸ ἀπ' αὐτοῦ συμβαῖνον κατόρθωμα. Ὅρα γοῦν πῶς ἐπ' αὐτῶν ἔρχονται τῶν νοημάτων, εἰ καὶ μὴ ἐπ' αὐτῶν τῶν ῥημάτων, ὅ τε Προφήτης καὶ ὁ Βαπτιστής. Ὁ μὲν γὰρ Προφήτης φησὶν, ὅτι παρέσται λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ παραγενόμενος ἔλεγε· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ὅπερ ἴσον ἐστὶ τῷ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ὁρᾷς ὅτι καὶ δι' ὧν ὁ Προφήτης εἶπε, καὶ δι' ὧν αὐτὸς ἐκήρυττεν, ἓν τοῦτο δηλοῦται μόνον, ὅτι προοδοποιῶν παρεγένετο καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἡ ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν ὅλων Θεόν; Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν· οὐ γὰρ τὸ προοίμιον εἰπὼν ἀπηλλάγη, ἀλλὰ καὶ πᾶσαν τίθησι τὴν προφητείαν. Πᾶσα γὰρ φάραγξ, φησὶ, πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ. Εἶδες πῶς προλαβὼν ὁ Προφήτης πάντα εἶπε, καὶ τὴν τοῦ δήμου συνδρομὴν, καὶ τὴν τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον μεταβολὴν, καὶ τὴν τοῦ κηρύγματος εὐκολίαν, καὶ τὴν αἰτίαν τῶν γινομένων ἁπάντων, εἰ καὶ τροπικώτερον ταῦτα τέθεικε; Καὶ γὰρ ἦν προφητεία τὸ λεγόμενον. Ὅταν γὰρ εἴπῃ, Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσονται αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ τοὺς ταπεινοὺς ὑψουμένους δείκνυσι, καὶ τοὺς ἀπονενοημένους ταπεινουμένους, καὶ τὴν τοῦ νόμου δυσκολίαν εἰς εὐκολίαν πίστεως μεταβαλλομένην. Οὐκέτι γὰρ ἱδρῶτες καὶ πόνοι, φησὶν, ἀλλὰ χάρις καὶ συγχώρησις ἁμαρτημάτων, πολλὴν παρέχουσα τῆς σωτηρίας τὴν εὐκολίαν. Εἶτα τὸ τούτων αἴτιον τίθησι λέγων, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· οὐκέτι Ἰουδαῖοι καὶ προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα γῆ καὶ θάλαττα, καὶ ὅλη τῶν ἀνθρώπων ἡ φύσις. Διὰ γὰρ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τελώνας, καὶ πόρνας, καὶ λῃστὰς, καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν καὶ αὐτὸς ἔλεγεν, ὅτι Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι ἐπίστευσαν. Καὶ δι' ἑτέρων δὲ ἐδήλωσε ῥημάτων ὁ Προφήτης πάλιν τὸ αὐτὸ τοῦτο, οὕτω λέγων· Τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Ὥσπερ γὰρ ἐνταῦθα διὰ τῶν βουνῶν καὶ φαράγγων τὸ ἀνώμαλον ἦθος εἰς μίαν φιλοσοφίας ἰσότητα κιρνᾶσθαι ἔφησεν· οὕτω καὶ ἐκεῖ τοῖς τῶν ἀλόγων ἤθεσι τοὺς διαφόρους τῶν ἀνθρώπων ἐμφαίνων τρόπους, πάλιν εἰς μίαν αὐτοὺς εὐσεβείας συμφωνίαν συνάπτεσθαι ἔλεγε· καὶ ἐκεῖ πάλιν τὴν αἰτίαν τιθείς. Αὕτη δέ ἐστιν· Ἔσται γὰρ, φησὶν, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅπερ οὖν καὶ ἐνταῦθα ἔλεγεν, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· πανταχοῦ δηλῶν ὅτι πρὸς τὰ πέρατα τῆς οἰκουμένης χυθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληρότητος γνώμης εἰς ἡμερότητα πολλὴν καὶ ἁπαλότητα μεταβάλλουσα τῶν ἀνθρώπων τὸ γένος. Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Εἶδες πῶς τὰ μὲν οἱ Προφῆται προεῖπον, τὰ δὲ τοῖς Εὐαγγελισταῖς κατέλιπον; Διόπερ καὶ ὁ Ματθαῖος καὶ τὰς προφητείας τίθησι, καὶ τὰ παρ' ἑαυτοῦ προστίθησιν· οὐδὲ τοῦτο πάρεργον ἡγούμενος εἶναι, τὸ περὶ τῆς στολῆς εἰπεῖν τοῦ δικαίου.