# In Matthaeum (homiliae 1-90) 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΤΘΑΙΟΝ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/3.1

Ὁ μὲν οὖν Λουκᾶς καὶ τὴν αἰτίαν φησὶ, δι' ἢν ἐπὶ τὸ γράφειν ἔρχεται· Ἵνα ἔχῃς γὰρ, φησὶ, περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν· τουτέστιν, Ἵνα συνεχῶς ὑπομιμνησκόμενος τὴν ἀσφάλειαν ἔχῃς, καὶ ἐν ἀσφαλείᾳ μένῃς. Ὁ δὲ Ἰωάννης αὐτὸς μὲν ἐσίγησε τὴν αἰτίαν· ὡς γὰρ λόγος φησὶν ἄνωθεν καὶ ἐκ πατέρων εἰς ἡμᾶς καταβὰς, οὐδὲ αὐτὸς ἁπλῶς ἐπὶ τὸ γράφειν ἦλθεν· ἀλλ' ἐπειδὴ τοῖς τρισὶν ἡ σπουδὴ γέγονε τῷ τῆς οἰκονομίας ἐνδιατρῖψαι λόγῳ, καὶ τὰ τῆς θεότητος ἐκινδύνευεν ἀποσιωπᾶσθαι δόγματα, τοῦ Χριστοῦ κινήσαντος αὐτὸν λοιπὸν, οὕτως ἦλθεν ἐπὶ τὴν εὐαγγελικὴν συγγραφήν. Καὶ τοῦτο δῆλον καὶ ἐξ αὐτῆς τῆς ἱστορίας, καὶ τῶν τοῦ Εὐαγγελίου προοιμίων. Οὐδὲ γὰρ ὁμοίως τοῖς λοιποῖς κάτωθεν ἄρχεται, ἀλλ' ἄνωθεν, πρὸς ὅπερ ἠπείγετο, καὶ διὰ τοῦτο τὸ πᾶν βιβλίον συνέθηκεν. Οὐκ ἐν τοῖς προοιμίοις δὲ μόνον, ἀλλὰ καὶ διὰ παντὸς τοῦ Εὐαγγελίου τῶν ἄλλων ἐστὶν ὑψηλότερος. Λέγεται δὲ καὶ Ματθαῖος, τῶν ἐξ Ἰουδαίων πιστευσάντων προσελθόντων αὐτῷ καὶ παρακαλεσάντων, ἅπερ εἶπε διὰ ῥημάτων, ταῦτα ἀφεῖναι διὰ γραμμάτων αὐτοῖς, καὶ τῇ τῶν Ἑβραίων φωνῇ συνθεῖναι τὸ Εὐαγγέλιον· καὶ Μάρκος δὲ ἐν Αἰγύπτῳ, τῶν μαθητῶν παρακαλεσάντων, αὐτὸ τοῦτο ποιῆσαι. Διὰ δὴ τοῦτο ὁ μὲν Ματθαῖος, ἅτε Ἑβραίοις γράφων, οὐδὲν πλέον ἐζήτησε δεῖξαι, ἢ ὅτι ἀπὸ Ἀβραὰμ καὶ Δαυῒδ ἦν. Ὁ δὲ Λουκᾶς, ἅτε κοινῇ πᾶσι διαλεγόμενος, καὶ ἀνωτέρω τὸν λόγον ἀνάγει, μέχρι τοῦ Ἀδὰμ προϊών. Καὶ ὁ μὲν ἀπὸ τῆς γενέσεως ἄρχεται· οὐδὲν γὰρ οὕτως ἀνέπαυε τὸν Ἰουδαῖον, ὡς τὸ μαθεῖν αὐτὸν, ὅτι τοῦ Ἀβραὰμ καὶ τοῦ Δαυῒδ ἔγγονος ἦν ὁ Χριστός· ὁ δὲ οὐχ οὕτως, ἀλλ' ἑτέρων πλειόνων μέμνηται πραγμάτων, καὶ τότε ἐπὶ τὴν γενεαλογίαν πρόεισι. Τὴν δὲ συμφωνίαν αὐτῶν καὶ ἀπὸ τῆς οἰκουμένης παραστήσομεν τῆς δεξαμένης τὰ εἰρημένα, καὶ ἀπ' αὐτῶν τῶν τῆς ἀληθείας ἐχθρῶν. Καὶ γὰρ πολλαὶ μετ' ἐκείνους αἱρέσεις ἐτέχθησαν, ἐναντία δοξάζουσαι τοῖς εἰρημένοις· καὶ αἱ μὲν πάντα κατεδέξαντο τὰ λεχθέντα, αἱ δὲ μέρη τῶν εἰρημένων ἀποκόψασαι τῶν λοιπῶν, οὕτω παρ' ἑαυταῖς ἔχουσιν. Εἰ δὲ μάχη τις ἦν ἐν τοῖς εἰρημένοις, οὔτ' ἂν αἱ τἀναντία λέγουσαι ἅπαντα ἂν ἐδέξαντο, ἀλλὰ μέρος τὸ δοκοῦν αὐταῖς συνᾴδειν· οὔτ' ἂν αἱ μέρος ἀπολαβοῦσαι διηλέγχθησαν ἀπὸ τοῦ μέρους, ὡς μηδὲ τὰ κόμματα αὐτὰ λανθάνειν, ἀλλὰ βοᾷν τὴν πρὸς τὸ ὅλον σῶμα συγγένειαν. Καὶ καθάπερ ἂν ἀπὸ πλευρᾶς λάβῃς τι μέρος, καὶ ἐν τῷ μέρει τὰ πάντα εὑρήσεις, ἀφ' ὧν τὸ ὅλον ζῶον συνέστηκε, καὶ νεῦρα, καὶ φλέβας, καὶ ὀστᾶ, καὶ ἀρτηρίας, καὶ αἷμα, καὶ ὁλοκλήρου, ὡς ἂν εἴποι τις, τοῦ φυράματος δεῖγμα· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν ἑκάστῳ τῶν εἰρημένων μέρει τὴν τοῦ παντὸς συγγένειαν διαφαινομένην. Εἰ δὲ διεφώνουν, οὔτ' ἂν τοῦτο ἐδείχθη, καὶ αὐτὸ πάλαι ἂν διελύθη τὸ δόγμα· Πᾶσα γὰρ βασιλεία, φησὶν, ἐφ' ἑαυτῆς μερισθεῖσα οὐ σταθήσεται. Νῦν δὲ κἂν τούτῳ τοῦ Πνεύματος ἡ ἰσχὺς λάμπει, πείσασα τοὺς ἀνθρώπους, περὶ τὰ ἀναγκαιότερα καὶ κατεπείγοντα γενομένους, μηδὲν ἀπὸ τῶν μικρῶν τούτων παραβλάπτεσθαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
