Ancient Greek
Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-16
Not analysed yet
Τίνος οὖν ἕνεκεν ἐλαχίστας αὐτὰς ἐκάλεσε, καίτοι οὕτω μεγάλας καὶ ὑψηλὰς οὔσας; Ἐπειδὴ αὐτὸς τὴν νομοθεσίαν εἰσάγειν ἔμελλεν. Ὥσπερ γὰρ ἑαυτὸν ἐταπείνωσε, καὶ μέτρια πολλαχοῦ περὶ ἑαυτοῦ φθέγγεται· οὕτω καὶ περὶ τῆς ἑαυτοῦ νομοθεσίας, παιδεύων ἡμᾶς κἀν τούτῳ πανταχοῦ μετριάζειν. Ἄλλως δὲ καὶ ἐπειδὴ καινοτομίας ἐδόκει τις ὑποψία εἶναι, ὑπεσταλμένως τέως κέχρηται τῷ λόγῳ. Ὅταν δὲ ἀκούσῃς ἐλάχιστον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μηδὲν ἄλλο ὑπόπτευε ἢ γέενναν καὶ κόλασιν. Βασιλείαν γὰρ οἶδεν οὐχὶ τὴν ἀπόλαυσιν μόνον λέγειν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, τὸν μὲν εἰπόντα τὸν ἀδελφὸν μωρὸν, καὶ μίαν παραβάντα ἐντολὴν, εἰς τὴν γέενναν ἐμπεσεῖν· τὸν δὲ ὅλας λύοντα, καὶ ἑτέρους εἰς τοῦτο ἐνάγοντα, ἐν τῇ βασιλείᾳ εἶναι; Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ' ὅτι ἐν ἐκείνῳ τῷ καιρῷ ἐλάχιστος ἔσται, ἀπεῤῥιμμένος, ἔσχατος· ὁ δὲ ἔσχατος πάντως εἰς τὴν γέενναν ἐμπεσεῖται τότε. Καὶ γὰρ Θεὸς ὢν προῄδει τὴν τῶν πολλῶν ῥᾳθυμίαν, καὶ ὅτι μέλλουσί τινες ὑπερβολῆς νομίζειν εἶναι τὰ εἰρημένα μόνης, καὶ συλλογίζεσθαι τοὺς νόμους, καὶ λέγειν· Ἐὰν οὖν τις μωρὸν καλέσῃ, κολάζεται; ἐὰν οὖν ἴδῃ τις ἁπλῶς, μοιχὸς γίνεται; Διὸ δὴ ταύτην προαναιρῶν τὴν ὀλιγωρίαν, ἀπειλὴν τέθεικε μεγίστην ἑκατέροις, καὶ τοῖς παραβαίνουσι, καὶ τοῖς ἑτέρους εἰς τοῦτο ἐνάγουσιν. Εἰδότες τοίνυν τὴν ἀπειλὴν, μήτε αὐτοὶ παραβαίνωμεν, μήτε τοὺς βουλομένους ταῦτα φυλάττειν ἐκλύωμεν. Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶ, μέγας κληθήσεται. Οὐ γὰρ ἑαυτοῖς δεῖ χρησίμους εἶναι μόνον, ἀλλὰ καὶ ἑτέροις. Καὶ γὰρ οὐκ ἴσος ὁ μισθὸς τῷ ἑαυτὸν κατορθοῦντι, καὶ τῷ μεθ' ἑαυτοῦ καὶ ἕτερον προστιθέντι. Ὥσπερ γὰρ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, κρίνει τὸν διδάσκοντα (Ὁ γὰρ διδάσκων, φησὶν, ἕτερον, σεαυτὸν οὐ διδάσκεις;) · οὕτω τὸ ποιεῖν μὲν, ἑτέροις δὲ μὴ ὑφηγεῖσθαι, ἐλαττοῖ τὸν μισθόν. Δεῖ τοίνυν ἐν ἑκατέροις ἄκρον εἶναι, καὶ πρότερον ἑαυτὸν κατορθώσαντα, οὕτω καὶ ἐπὶ τὴν τῶν ἄλλων ἐκβῆναι ἐπιμέλειαν. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς τὴν ποίησιν πρὸ τῆς διδασκαλίας ἔθηκε, δεικνὺς ὅτι οὕτω μάλιστά τις διδάξαι δυνήσεται, ἑτέρως δὲ οὐδαμῶς. Ἀκούσεται γάρ· Ἰατρὲ, θεράπευσον σεαυτόν. Ὁ γὰρ ἑαυτὸν διδάξαι μὴ δυνηθεὶς καὶ ἑτέρους ἐπιχειρῶν διορθοῦν, πολλοὺς ἕξει τοὺς κωμῳδοῦντας αὐτόν· μᾶλλον δὲ οὐδὲ διδάξαι ὁ τοιοῦτος δυνήσεται, τῶν πραγμάτων ἀντιφθεγγομένων αὐτῷ. Ἂν δὲ ἑκατέρωθεν ἀπηρτισμένος ᾖ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Λέγω γὰρ ὑμῖν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐνταῦθα δικαιοσύνην τὴν πᾶσαν ἀρετὴν λέγει, ὥσπερ καὶ περὶ τοῦ Ἰὼβ διαλεγόμενος ἔλεγε· Καὶ ἦν ἄνθρωπος ἄμεμπτος, δίκαιος. Κατὰ τοῦτο καὶ ὁ Παῦλος τὸ σημαινόμενον δίκαιον ἐκεῖνον ἐκάλεσεν, ᾧ μηδὲ νόμον κεῖσθαι ἔλεγε· Δικαίῳ γὰρ νόμος οὐ κεῖται, φησί. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο τὸ ὄνομα ἐπὶ τῆς ἀρετῆς τῆς καθόλου κείμενον εὕροι τις ἄν. Σὺ δέ μοι σκόπει τῆς χάριτος τὴν ἐπίδοσιν, ὅπου τοὺς μαθητὰς τοὺς νεήλυδας τῶν ἐν τῇ Παλαιᾷ διδασκάλων κρείττους εἶναι βούλεται. Γραμματέων γὰρ ἐνταῦθα καὶ Φαρισαίων οὐχ ἁπλῶς εἶπε τῶν παρανόμων, ἀλλὰ τῶν κατορθούντων· οὐ γὰρ ἂν, εἰ μὴ κατώρθουν, ἔφησεν ἔχειν δικαιοσύνην, οὐδὲ ἂν τὴν οὐκ οὖσαν παρέβαλε τῇ οὔσῃ. Ὅρα δὲ καὶ ἐνταῦθα πῶς συνίστησι τὴν Παλαιὰν, σύγκρισιν ποιούμενος ταύτης πρὸς ἐκείνην· ὅπερ δείκνυσιν ὁμόφυλον αὐτὴν οὖσαν καὶ συγγενῆ· τὸ γὰρ πλέον καὶ ἔλαττον τοῦ αὐτοῦ γένους ἐστίν. Οὐ τοίνυν διαβάλλει τὴν Παλαιὰν, ἀλλ' ἐπιταθῆναι αὐτὴν βούλεται. Εἰ δὲ ἦν πονηρὰ, οὐκ ἂν τὸ πλέον ἐζήτησεν, οὐδ' ἂν αὐτὴν διώρθωσεν, ἀλλ' ἐξέβαλεν ἄν. Καὶ πῶς. φησὶν, εἰ τοιαύτη ἐστὶν, εἰς τὴν βασιλείαν οὐκ εἰσάγει; Νῦν οὐκ εἰσάγει τοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πολιτευομένους, ἅτε δὴ πλείονος ἀπολελαυκότας δυνάμεως, καὶ μείζονα ὀφείλοντας ἀγωνίζεσθαι· ἐπεὶ τούς γε αὐτῆς τροφίμους εἰσάγει ἅπαντας. Καὶ γὰρ Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, φησὶ, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὁ Λάζαρος δὲ τῶν μεγάλων ἀπολαύων ἐπάθλων, ἐν τοῖς ἐκείνου κόλποις φαίνεται ἐνδιαιτώμενος. Καὶ πάντες ὅσοι μεθ' ὑπερβολῆς ἔλαμψαν ἐν τῇ Παλαιᾷ, διὰ ταύτης ἔλαμψαν ἅπαντες. Καὶ ὁ Χριστὸς δὲ, εἰ πονηρά τις ἦν καὶ ἀλλοτρία, οὐκ ἂν αὐτὴν ἐπλήρωσεν ἐλθὼν ἅπασαν. Εἰ γὰρ ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐπισπάσασθαι τοῦτο ἐποίει μόνον, καὶ οὐχ ὥστε δεῖξαι συγγενῆ ταύτην οὖσαν τῇ Καινῇ καὶ συμβαίνουσαν· τίνος ἕνεκεν οὐχὶ καὶ τὰ τῶν Ἑλλήνων ἐπλήρου νόμιμά τε καὶ ἔθη, ἵνα Ἕλληνας ἐπισπάσηται;