# In Matthaeum (homiliae 1-90) 4.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἔνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-21

Μὴ τοίνυν νομίζωμεν ἀδύνατα εἶναι τὰ ἐπιτάγματα· πολλοὶ γάρ εἰσιν οἱ κατορθοῦντες αὐτὰ καὶ νῦν. Εἰ δὲ ἀγνοεῖς, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ Ἠλίας ἐνόμιζεν εἶναι μόνος, ἀλλ' ἤκουσεν, ὅτι Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας. Ὅθεν δῆλον ὅτι καὶ νῦν πολλοὶ τὸν ἀποστολικόν εἰσιν ἐπιδεικνύμενοι βίον, καθάπερ καὶ οἱ τρισχίλιοι τότε, καὶ οἱ πεντακισχίλιοι. Εἰ δὲ οὐ πιστεύομεν, οὐ παρὰ τὸ μὴ εἶναι τοὺς κατορθοῦντας, ἀλλὰ παρὰ τὸ πολὺ τοῦ πράγματος ἀπέχειν. Ὥσπερ οὖν ὁ μεθύων οὐκ ἂν εὐκόλως πιστεύσειεν, ὅτι ἐστὶν ἄνθρωπός τις οὐδὲ ὕδατος ἀπογευόμενος· καίτοιγε καὶ τοῦτο πολλοὶ κατώρθωσαν ἐφ' ἡμῶν μοναχοί· καὶ ὁ μυρίαις γυναιξὶ μιγνύμενος, ὅτι εὔκολον παρθενεύειν· οὐδὲ ὁ τὰ ἀλλότρια ἁρπάζων, ὅτι καὶ τὰ αὐτοῦ τις ῥᾳδίως προήσεται· οὕτως οὐδὲ οἱ καθ' ἑκάστην ἡμέραν μυρίαις φροντίσιν ἑαυτοὺς κατατήκοντες οὐκ εὐκόλως ἂν τοῦτο παραδέξοιντο. Ὅτι μὲν οὖν πολλοὶ οἱ τοῦτο κατορθωκότες εἰσὶν, ἀπ' αὐτῶν δυνατὸν ἡμῖν δεῖξαι τῶν ταῦτα φιλοσοφούντων καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς. Ἀλλ' ὑμῖν τέως ἀρκεῖ τὸ μὴ πλεονεκτεῖν μαθεῖν, καὶ ὅτι καλὸν ἡ ἐλεημοσύνη, καὶ τὸ εἰδέναι ὅτι χρὴ τῶν ὄντων μεταδιδόναι. Ταῦτα γὰρ ἂν κατορθώσῃς, ἀγαπητὲ, ταχέως καὶ ἐπ' ἐκεῖνα βαδιεῖς. Τέως τοίνυν τὴν πολυτέλειαν ἀποθώμεθα τὴν περιττὴν, καὶ ἀνασχώμεθα τῆς συμμετρίας, καὶ μάθωμεν ἀπὸ δικαίων πόνων κτᾶσθαι ἅπαντα ἅπερ μέλλομεν ἔχειν· ἐπεὶ καὶ ὁ μακάριος Ἰωάννης, ὅτε διελέγετο τοῖς περὶ τὴν τελωνείαν ἐσχολακόσι καὶ τοῖς στρατευομένοις, ἀρκεῖσθαι τοῖς ὀψωνίοις προσέταττεν. Ἐβούλετο μὲν γὰρ καὶ ἐφ' ἑτέραν μείζονα αὐτοὺς ἀγαγεῖν φιλοσοφίαν· ἐπειδὴ δὲ οὐδέπω πρὸς ταῦτα ἦσαν ἐπιτήδειοι, τὰ ἐλάττονα λέγει, ὡς εἰ τὰ ὑψηλότερα τούτων εἶπεν, οὔτ' ἂν ἐκείνοις προσέσχον, καὶ τούτων ἐξέπεσον ἄν. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ἐν τοῖς καταδεεστέροις ὑμᾶς γυμνάζομεν. Καὶ γὰρ τέως ἴσμεν, ὅτι μεῖζον ὑμῶν τῆς ἀκτημοσύνης τὸ φορτίον, καὶ ὅσον ἀφέστηκεν ὁ οὐρανὸς τῆς γῆς, τοσοῦτον ὑμῶν ἡ φιλοσοφία ἐκείνη. Οὐκοῦν κἂν τῶν ἐσχάτων ἐπιλαβώμεθα ἐπιταγμάτων· οὐδὲ γὰρ αὕτη μικρὰ παραμυθία. Καίτοιγε παρ' Ἕλλησί τινες καὶ τοῦτο κατώρθωσαν, εἰ καὶ μὴ μετὰ τῆς προσηκούσης γνώμης, καὶ τὰ ὄντα ἅπαντα ἀπεδύσαντο. Ἀλλ' ὅμως ἡμεῖς ἀρκούμεθα ἐφ' ὑμῶν τῷ τὴν ἐλεημοσύνη δαψιλῆ παρέχεσθαι παρ' ὑμῶν· ταχέως γὰρ καὶ ἐπ' ἐκεῖνα ἥξομεν, ἂν οὕτω προβαίνωμεν. Εἰ δὲ μηδὲ τοῦτο ποιοῦμεν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, οἱ τοὺς ἐν τῇ παλαιᾷ ὑπερβῆναι κελευόμενοι, καὶ τῶν παρ' Ἕλλησι φιλοσόφων ἐλάττους φαινόμενοι; Τί ἂν εἴποιμεν ὅταν ὀφείλοντες εἶναι ἄγγελοι καὶ υἱοὶ Θεοῦ, μηδὲ τὸ ἄνθρωποι εἶναι διατηρῶμεν; Τὸ γὰρ ἁρπάζειν καὶ πλεονεκτεῖν οὐ τῆς ἀνθρώπων ἡμερότητος, ἀλλὰ τῆς τῶν θηρίων ὠμότητος· μᾶλλον δὲ καὶ ἐκείνων χείρους οἱ τοῖς ἀλλοτρίοις ἐπιτιθέμενοι. Τοῖς μὲν γὰρ ἀπὸ φύσεως τοῦτο πρόσεστιν· ἡμεῖς δὲ οἱ λόγῳ τιμηθέντες, καὶ πρὸς τὴν παρὰ φύσιν καταπίπτοντες δυσγένειαν, τίνος ἀπολαυσόμεθα συγγνώμης; Ἐννοήσαντες τοίνυν τὰ μέτρα τῆς προκειμένης ἡμῖν φιλοσοφίας, κἂν εἰς τὰ μέσα φθάσωμεν, ἵνα καὶ τῆς μελλούσης ἀπαλλαγῶμεν κολάσεως, καὶ ὁδῷ προβαίνοντες ἐπ' αὐτὴν ἔλθωμεν τὴν κορυφὴν τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
