# In Matthaeum (homiliae 1-90) 4.1-23

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-23

Ἵνα οὖν μὴ ταῦτα λέγωσι καὶ νῦν, μάλιστα μὲν καὶ διὰ τῶν ἔμπροσθεν ἀπέδειξεν εὔκολα ὄντα, λογισμοὺς τιθεὶς πολλοὺς καὶ συνεχεῖς, τοὺς δυναμένους πεῖσαι· λοιπὸν δὲ καὶ τὴν κορωνίδα ἐπάγει τῆς εὐκολίας, οὐ τὴν τυχοῦσαν ἐπινοῶν παραμυθίαν τοῖς πόνοις, τὴν ἀπὸ τῶν εὐχῶν τῶν καρτερικῶν συμμαχίαν. Οὐ γὰρ αὐτοὺς σπουδάζειν δεῖ μόνους, φησὶν, ἀλλὰ καὶ τὴν ἄνωθεν καλεῖν βοήθειαν· καὶ πάντως ἥξει καὶ παρέσται, καὶ συνεφάψεται τῶν ἀγώνων ἡμῖν, καὶ πάντα ποιήσει ῥᾴδια. Διὰ τοῦτο καὶ αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ἐνηγγυήσατο. Πλὴν οὐχ ἁπλῶς αἰτεῖν ἐκέλευσεν, ἀλλὰ μετὰ προσεδρείας πολλῆς καὶ εὐτονίας. Τοῦτο γάρ ἐστι τὸ, Ζητεῖτε. Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς διανοίας, πρὸς ἐκεῖνο γίνεται μόνον τὸ ζητούμενον, καὶ οὐδένα τῶν παρόντων ἐννοεῖ. Καὶ ἴσασι τοῦτο ὃ λέγω, ὅσοι ἢ χρυσίον ἢ οἰκέτας ἀπολέσαντες ἐπιζητοῦσιν. Ἀπὸ μὲν οὖν τοῦ ζητεῖν, τοῦτο· ἀπὸ δὲ τοῦ κρούειν, τὸ μετὰ σφοδρότητος προσιέναι καὶ θερμῆς διανοίας ἐδήλωσε. Μὴ τοίνυν καταπέσῃς, ἄνθρωπε, μηδὲ ἐλάττονα ἐπιδείξῃ περὶ τὴν ἀρετὴν σπουδὴν τῆς περὶ τὰ χρήματα ἐπιθυμίας. Ἐκεῖνα μὲν γὰρ πολλάκις ζητήσας οὐχ εὗρες· ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς, ὅτι οὐ πάντως εὑρήσεις, πάντα κινεῖς ἐρεύνης τρόπον· ἐνταῦθα δὲ καὶ ἐπαγγελίαν ἔχων ὅτι λήψῃ πάντως, οὐδὲ τὸ πολλοστὸν τῆς σπουδῆς ἐκείνης ἐπιδείκνυσαι μέρος. Εἰ δὲ μὴ εὐθέως λαμβάνεις, μηδὲ οὕτως ἀπογνῷς. Διὰ γὰρ τοῦτο εἶπε, κρούετε, ἵνα δείξῃ ὅτι κἂν εὐθέως μὴ ἀνοίξῃ τὴν θύραν, παραμένειν δεῖ. Εἰ δὲ ἀπιστεῖς μου τῇ ἀποφάσει, κἂν τῷ ὑποδείγματι πίστευσον. Τίς γάρ ἐστιν ἐξ ὑμῶν, φησὶν, ὃν ὁ υἱὸς αὐτοῦ αἰτήσει ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἐπ' ἀνθρώπων μὲν γὰρ, ἂν συνεχῶς τοῦτο ποιῇς, καὶ ὀχληρὸς καὶ βαρὺς εἶναι δοκεῖς· ἐπὶ δὲ τοῦ Θεοῦ, ὅταν μὴ τοῦτο ποιῇς, τότε παροξύνεις μειζόνως. Ἂν δὲ ἐπιμένῃς αἰτῶν, κἂν μὴ εὐθέως λάβῃς, λήψῃ πάντως. Διὰ γὰρ τοῦτο κέκλεισται ἡ θύρα, ἵνα σε εἰς τὸ κρούειν ἐναγάγῃ· διὰ τοῦτο οὐκ εὐθέως ἐπινεύει, ἵνα αἰτήσῃς. Μένε τοίνυν ταῦτα ποιῶν, καὶ λήψῃ πάντως. Ἵνα γὰρ μὴ λέγῃς· τί οὖν, ἂν αἰτήσω καὶ μὴ λάβω; ἐπετείχισέ σοι τὴν παραβολὴν, λογισμοὺς πάλιν τιθεὶς, καὶ ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων εἰς τὸ περὶ τούτων θαῤῥεῖν ἐνάγων· δεικνὺς διὰ τούτων, ὅτι οὐκ αἰτεῖν χρὴ μόνον, ἀλλὰ καὶ ἃ χρὴ αἰτεῖν. Τίς γάρ ἐστιν ἐξ ὑμῶν πατὴρ, ὃν ὁ υἱὸς αὐτοῦ αἰτήσει ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ὥστε ἂν μὴ λάβῃς, ἐπειδὴ λίθον αἰτεῖς, οὐ λαμβάνεις. Εἰ γὰρ καὶ υἱὸς εἶ, οὐκ ἀρκεῖ τοῦτο εἰς τὸ λαβεῖν· ἀλλὰ καὶ αὐτὸ μὲν οὖν τοῦτο κωλύει τὸ λαβεῖν, τὸ υἱὸν ὄντα, ἃ μὴ συμφέρει, αἰτεῖν. Καὶ σὺ τοίνυν μηδὲν αἰτήσῃς κοσμικὸν, ἀλλὰ πνευματικὰ πάντα, καὶ λήψῃ πάντως. Καὶ γὰρ ὁ Σολομῶν, ἐπειδήπερ ᾔτησεν ἅπερ αἰτῆσαι ἐχρῆν, ὅρα πῶς ταχέως ἔλαβε. Δύο τοίνυν εἶναι χρὴ τῷ εὐχομένῳ, καὶ τὸ αἰτεῖν σφοδρῶς, καὶ τὸ ἃ χρὴ αἰτεῖν· ἐπεὶ καὶ ὑμεῖς, φησὶ, κἂν πατέρες ἦτε, μένετε αἰτῆσαι τοὺς υἱούς· κἂν ἀσύμφορόν τι παρ' ὑμῶν αἰτήσωσι, κωλύετε τὴν δόσιν· ὥσπερ οὖν ἐὰν συμφέρον, ἐπινεύετε καὶ παρέχετε. Καὶ σὺ ταῦτα ἐννοῶν, μὴ ἀποστῇς, ἕως ἂν λάβῃς· ἕως ἂν εὕρῃς, μὴ ἀναχωρήσῃς· μὴ καταλύσῃς τὴν σπουδὴν, ἕως ἂν ἀνοιχθῇ ἡ θύρα. Ἐὰν γὰρ μετὰ ταύτης προσέλθῃς τῆς διανοίας, καὶ εἴπῃς, Ἐὰν μὴ λάβω, οὐκ ἀπέρχομαι, λήψῃ πάντως, ἐὰν τοιαῦτα αἰτῇς, οἷα καὶ τῷ αἰτουμένῳ δοῦναι πρέπει, καί σοι τῷ αἰτοῦντι συμφέρει. Τίνα δέ ἐστι ταῦτα; Τὸ τὰ πνευματικὰ ζητεῖν ἅπαντα· τὸ ἀφέντα τοῖς πεπλημμεληκόσιν, οὕτω προσιέναι τὴν ἄφεσιν αἰτοῦντα· τὸ χωρὶς ὀργῆς καὶ διαλογισμῶν χεῖρας ἐπαίρειν ὁσίους. Ἂν οὕτως αἰτῶμεν, ληψόμεθα. Ὡς νῦν γε γέλως ἐστὶν ἡ αἴτησις ἡμῶν, καὶ μεθυόντων ἀνθρώπων, ἢ νηφόντων. Τί οὖν, φησὶν, ὅταν καὶ πνευματικὰ αἰτήσω, καὶ μὴ λάβω; Οὐ μετὰ σπουδῆς ἔκρουσας πάντως, ἢ σαυτὸν ἀνάξιον παρεσκεύασας τοῦ λαβεῖν, ἢ ταχέως ἀπέστης. Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ εἶπεν ἃ χρὴ αἰτεῖν; Καὶ μὴν εἶπεν ἅπαντα ἐν τοῖς ἔμπροσθεν, καὶ ἔδειξεν ὑπὲρ τίνων χρὴ προσιέναι. Μὴ τοίνυν λέγε, ὅτι Προσῆλθον, καὶ οὐκ ἔλαβον. Οὐδαμοῦ γὰρ παρὰ τὸν Θεὸν τὸ μὴ λαβεῖν, τὸν οὕτω φιλοῦντα, ὡς καὶ πατέρας νικῆσαι, καὶ τοσοῦτον νικῆσαι, ὅσον τὴν πονηρίαν ταύτην ἡ ἀγαθότης. Εἰ γὰρ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ταῦτα δὲ ἔλεγεν, οὐ διαβάλλων τὴν ἀνθρωπίνην φύσιν, οὐδὲ κακίζων τὸ γένος· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀγαθότητος τῆς αὐτοῦ, τὴν φιλοστοργίαν τὴν πατρικὴν πονηρίαν καλῶν· τοσαύτη αὐτοῦ τῆς φιλανθρωπίας ἡ ὑπερβολή.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
