Ancient Greek · ~19 min
Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-25
Not analysed yet
Διὸ καὶ Παῦλος πανταχοῦ τῶν Ἐπιστολῶν ὑπὲρ τῶν τῆς οἰκουμένης εὐχαριστεῖ κατορθωμάτων. Καὶ ἡμεῖς τοίνυν ὑπὲρ τῶν οἰκείων καὶ ὑπὲρ τῶν ἀλλοτρίων, καὶ ὑπὲρ μικρῶν καὶ ὑπὲρ μεγάλων διηνεκῶς εὐχαριστῶμεν. Κἂν γὰρ μικρὸν ᾗ τὸ δοθὲν, μέγα γίνεται τῷ παρὰ τοῦ Θεοῦ δεδόσθαι· μᾶλλον δὲ οὐδὲν μικρὸν τῶν παρ' ἐκείνου, οὐ τῷ παρ' ἐκείνου μόνον παρέχεσθαι, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ ἵνα τὰ ἄλλα πάντα παρῶ, ἃ τὴν ἄμμον νικᾷ τῷ πλήθει· τί ἴσον τῆς ὑπὲρ ἡμῶν γενομένης οἰκονομίας; Ὃ γὰρ ἦν αὐτῷ τιμιώτερον ἁπάντων, ὁ μονογενὴς Παῖς, τοῦτον ἔδωκεν ὑπὲρ ἡμῶν τῶν ἐχθρῶν· καὶ οὐκ ἔδωκε μόνον, ἀλλὰ καὶ μετὰ τὸ δοῦναι τράπεζαν ἡμῖν αὐτὸν παρέθηκε, πάντα αὐτὸς τὰ ὑπὲρ ἡμῶν ποιῶν, καὶ τὸ δοῦναι, καὶ τὸ εὐχαρίστους ὑπὲρ τούτων ποιῆσαι. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἀχάριστός ἐστιν ὁ ἄνθρωπος, πανταχοῦ αὐτὸς ἀναδέχεται καὶ κατασκευάζει τὰ ὑπὲρ ἡμῶν. Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων ἐποίησεν, ἀπὸ τόπων καὶ χρόνων καὶ ἑορτῶν ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο, ἀπὸ τοῦ τρόπου τῆς θυσίας εἰς διηνεκῆ τῆς ὑπὲρ τούτων εὐεργεσίας μνήμην ἡμᾶς ἐμβάλλων. Οὕτως οὐδεὶς ἐσπούδακε δοκίμους γενέσθαι καὶ μεγάλους καὶ διὰ πάντων εὐγνώμονας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Διὰ τοῦτο καὶ ἄκοντας ἡμᾶς εὐεργετεῖ πολλάκις, καὶ ἀγνοοῦντας τὰ πλείονα. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, οὐκ ἐπὶ τῶν τυχόντων τινὸς, ἀλλ' ἐπὶ τοῦ μακαρίου Παύλου δείκνυμί σοι τοῦτο συμβάν. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος πολλὰ κινδυνεύων καὶ θλιβόμενος, πολλάκις παρεκάλει τὸν Θεὸν, ἀποστῆναι αὐτοῦ τοὺς πειρασμούς· ἀλλ' ὅμως οὐ τῇ αἰτήσει αὐτοῦ, ἀλλὰ τῇ λυσιτελείᾳ προσεῖχεν ὁ Θεός· καὶ τοῦτο δεικνὺς ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε πρὶν εἰπεῖν αὐτῷ τὴν αἰτίαν, ἄκοντα εὐεργετεῖ καὶ οὐκ εἰδότα. Τί οὖν μέγα αἰτεῖ, ἀντὶ τῆς τοσαύτης κηδεμονίας εὐχαρίστους κελεύων εἶναι; Πειθώμεθα τοίνυν, καὶ πανταχοῦ τοῦτο διατηρῶμεν. Καὶ γὰρ τοὺς Ἰουδαίους οὐδὲν οὕτως ἀπώλεσεν, ὡς τὸ ἀχαρίστους εἶναι, καὶ τὰς πολλὰς καὶ ἐπαλλήλους ἐκείνας πληγὰς οὐδὲν ἕτερον ἢ τοῦτο ἐπήγαγε· μᾶλλον δὲ καὶ πρὸ τῶν πληγῶν τὴν ψυχὴν αὐτῶν τοῦτο ἀπώλεσε καὶ διέφθειρεν. Ἀχαρίστου γὰρ ἐλπὶς ὡς πάχνη χειμέριος, φησίν· οὕτω ναρκᾷν καὶ νεκροῦσθαι τὴν ψυχὴν ποιεῖ, ὥσπερ ἐκείνη τὰ σώματα. Τοῦτο δὲ γίνεται ἐξ ἀπονοίας, καὶ τοῦ νομίζειν ἑαυτὸν ἄξιον εἶναί τινος. Ὁ δὲ συντετριμμένος, οὐχ ὑπὲρ ἀγαθῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐναντίων δοκούντων εἶναι, εὐχαριστίας εἴσεται τῷ Θεῷ, καὶ ὅσα ἂν πάθῃ, οὐδὲν ἡγήσεται ἀνάξιον πεπονθέναι. Καὶ ἡμεῖς τοίνυν, ὅσῳ ἂν πρὸς ἀρετὴν ἐπιδῶμεν, τοσούτῳ μᾶλλον ἑαυτοὺς συντρίψωμεν· ἐπεὶ καὶ τοῦτο μάλιστα ἀρετή. Ὥσπερ γὰρ ὅσῳπερ ἂν ὀξύτερον ἴδωμεν, τοσούτῳ μᾶλλον μανθάνομεν ὅσον διεστήκαμεν τοῦ οὐρανοῦ· οὕτως ὅσῳ ἂν ἐπιδῶμεν πρὸς ἀρετὴν, τοσούτῳ μᾶλλον παιδευόμεθα εἰδέναι τοῦ Θεοῦ τὸ μέσον τὸ πρὸς ἡμᾶς. Οὐ μικρὸν δὲ τοῦτο μέρος φιλοσοφίας, δυνηθῆναι συνιδεῖν τὴν ἀξίαν τὴν ἡμετέραν. Οὗτος γὰρ μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν εἶναι ἑαυτὸν νομίζων. Διὰ δὴ τοῦτο καὶ ὁ Δαυῒδ καὶ ὁ Ἀβραὰμ, ὅτε πρὸς τὴν ἄκραν ἀνέβησαν τῆς ἀρετῆς κορυφὴν, τότε μάλιστα τοῦτο κατώρθωσαν· καὶ ὁ μὲν γῆν καὶ σποδὸν, ὁ δὲ σκώληκα ἑαυτὸν ἐκάλει· καὶ πάντες δὲ οἱ ἅγιοι ὁμοίως τούτοις ἑαυτοὺς ταλανίζουσιν· ὡς ὅ γε πρὸς ἀλαζονείαν αἰρόμενος, ἐκεῖνός ἐστιν ὁ μάλιστα πάντων ἑαυτὸν ἀγνοῶν. Διὸ καὶ κατὰ τὴν κοινὴν συνήθειαν ἔθος ἡμῖν λέγειν περὶ τῶν ὑπερηφάνων· Οὐκ οἶδεν ἑαυτὸν, ἀγνοεῖ ἑαυτόν. Ὁ δὲ ἑαυτὸν ἀγνοῶν, τίνα γνώσεται; Ὥσπερ γὰρ ὁ ἑαυτὸν εἰδὼς, ἅπαντα εἴσεται· οὕτως ὁ τοῦτο μὴ εἰδὼς, οὐδὲ τὰ ἄλλα εἴσεται. Τοιοῦτος ἦν ἐκεῖνος ὁ λέγων· Ἐπάνω τῶν οὐρανῶν θήσω τὸν θρόνον μου. Ἐπειδὴ γὰρ ἠγνόησεν ἑαυτὸν, καὶ τὰ ἄλλα πάντα ἠγνόησεν. Ἀλλ' οὐχ ὁ Παῦλος· ἀλλ' ἔκτρωμα ἑαυτὸν καὶ τῶν ἁγίων ἔσχατον ἐκάλει, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον ἑαυτὸν εἶναι ἐνόμιζε τῶν ἀποστόλων, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα. Τοῦτον τοίνυν ζηλώσωμεν καὶ μιμησώμεθα. Μιμησόμεθα δὲ, ἂν τῆς γῆς καὶ τῶν ἐν τῇ γῇ ἀπαλλαγῶμεν πραγμάτων. Οὐδὲν γὰρ οὕτως ἀγνοεῖν ἑαυτὸν ποιεῖ, ὡς τὸ τοῖς βιωτικοῖς προσηλῶσθαι· οὐδὲν οὕτω πάλιν τοῖς βιωτικοῖς προσηλῶσθαι πράγμασι παρασκευάζει, ὡς τὸ ἀγνοεῖν ἑαυτόν· ἀλλήλων γὰρ ταῦτα ἐξήρτηται. Ὥσπερ γὰρ ὁ τῆς δόξης ἐρῶν τῆς ἔξωθεν, καὶ μεγάλα τὰ παρόντα ἡγούμενος, κἂν μυρία φιλονεικῇ, οὐ συγχωρεῖται ἑαυτὸν κατιδεῖν· οὕτως ὁ τούτων ὑπερορῶν ῥᾳδίως ἑαυτὸν εἴσεται· ἑαυτὸν δὲ μαθὼν ὁδῷ καὶ ἐπὶ τὰ ἄλλα πάντα βαδιεῖται μέρη τῆς ἀρετῆς. Ἵν' οὖν τὴν καλὴν ταύτην μάθωμεν ἐπιστήμην, ἀπαλλαγέντες τῶν ἐπικήρων ἁπάντων τῶν πολλὴν ἐν ἡμῖν ποιούντων τὴν φλόγα, καὶ μαθόντες ἑαυτῶν τὴν εὐτέλειαν, πᾶσαν ἐπιδειξώμεθα ταπεινοφροσύνην καὶ φιλοσοφίαν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.