Ancient Greek · ~28 min
Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέγων· «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος·»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-26
Not analysed yet
Καὶ πολὺ μέγα ἦν, ἄνθρωπον ἐκτὸς ὄντα τοῦ Ἰουδαϊκοῦ καταλόγου τοσαύτην λαβεῖν ἔννοιαν. Καὶ γὰρ ἐφαντάσθη, ὡς ἔμοιγε δοκεῖ, τὰς ἐν οὐρανῷ στρατιάς· ἢ ὅτι αὐτῷ τὰ πάθη οὕτως ἐστὶν ὑποτεταγμένα, καὶ θάνατος, καὶ τὰ ἄλλα πάντα, ὡς αὐτῷ οἱ στρατιῶται. Διὸ καὶ ἔλεγε· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος· τουτέστι, Σὺ Θεὸς, ἐγὼ ἄνθρωπος· ἐγὼ ὑπ' ἐξουσίαν, σὺ δὲ οὐχ ὑπ' ἐξουσίαν. Εἰ τοίνυν ἐγὼ, ἄνθρωπος καὶ ὑπ' ἐξουσίαν ὢν, τοσαῦτα δύναμαι· πολλῷ μᾶλλον αὐτὸς, καὶ Θεὸς ὢν, καὶ οὐχ ὑπ' ἐξουσίαν. Μετὰ γὰρ ὑπερβολῆς αὐτὸν θέλει πεῖσαι, ὅτι οὐχ ὡς ὅμοιον διδοὺς ὑπόδειγμα ταῦτα λέγει, ἀλλ' ὡς σφόδρα ὑπερέχον. Εἰ γὰρ ἐγὼ ὁμότιμος ὢν τοῖς ἐπιταττομένοις, φησὶ, καὶ ὑπ' ἐξουσίαν ὢν, ὅμως διὰ τὴν μικρὰν τῆς ἀρχῆς ὑπεροχὴν τοσαῦτα δύναμαι, καὶ οὐδεὶς ἀντερεῖ, ἀλλ' ἅπερ ἐπιτάσσω, ταῦτα γίνεται, κἂν διάφορα ᾖ τὰ ἐπιτάγματα (Λέγω γὰρ τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται)· πολλῷ μᾶλλον αὐτὸς δυνήσῃ. Τινὲς δὲ καὶ οὕτως ἀναγινώσκουσι τοῦτο τὸ χωρίον· Εἰ γὰρ ἐγὼ ἄνθρωπος ὢν, καὶ μεταξὺ στίξαντες ἐπάγουσιν, Ὑπὸ ἐξουσίαν ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας. Σὺ δέ μοι σκόπει, πῶς ἔδειξεν ὅτι καὶ θανάτου κρατεῖν δύναται ὡς δούλου, καὶ ἐπιτάττειν ὡς δεσπότης. Ὅταν γὰρ εἴπῃ, ὅτι Ἔρχου, καὶ ἔρχεται, καὶ Πορεύου, καὶ πορεύεται, τοῦτο λέγει, ὅτι Ἂν κελεύσῃς μὴ ἐλθεῖν τὴν τελευτὴν ἐπ' αὐτὸν, οὐχ ἥξει. Εἶδες πῶς ἦν πιστός; Ὃ γὰρ ἔμελλεν ἅπασιν φανερὸν ὕστερον ἔσεσθαι, τοῦτο οὗτος ἤδη κατάδηλον κατέστησεν, ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ κατάγει εἰς πύλας ᾅδου καὶ ἀνάγει. Καὶ οὐ περὶ στρατιωτῶν εἶπε μόνον, ἀλλὰ καὶ περὶ δούλων· ὅπερ ἦν μείζονος ὑπακοῆς. Ἀλλ' ὅμως καὶ τοσαύτην πίστιν ἔχων, ἔτι ἀνάξιον ἑαυτὸν εἶναι ἐνόμιζεν. Ὁ δὲ Χριστὸς δεικνὺς, ὅτι ἄξιός ἐστι τοῦ εἰσελθεῖν εἰς τὴν οἰκίαν αὐτοῦ, πολλῷ μείζονα ἐποίησε, θαυμάζων αὐτὸν, καὶ ἀνακηρύττων, καὶ πλείονα διδοὺς ὧν ᾔτησε. Καὶ γὰρ ἦλθεν ὑγίειαν ζητῶν τῷ παιδὶ σωματικὴν, καὶ βασιλείαν λαβὼν ἀπῆλθεν. Εἶδες πῶς ἤδη ἐπεπλήρωτο τὸ, Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν; Ἐπειδὴ γὰρ πολλὴν πίστιν ἐπεδείξατο καὶ ταπεινοφροσύνην, καὶ τὸν οὐρανὸν ἔδωκε, καὶ τὴν ὑγίειαν αὐτῷ προσέθηκε· καὶ οὐ τούτῳ μόνον ἐτίμησεν, ἀλλὰ καὶ τῷ δεῖξαι, τίνων ἐκβαλλομένων αὐτὸς εἰσάγεται. Καὶ γὰρ ἐντεῦθεν ἤδη λοιπὸν πᾶσι ποιεῖ γνώριμον, ὅτι ἀπὸ πίστεως ἡ σωτηρία, οὐκ ἀπὸ ἔργων τῶν κατὰ νόμον. Διόπερ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ ἔθνεσι τὸ τῆς δωρεᾶς ταύτης προκείσεται· καὶ ἐκείνοις μᾶλλον ἢ τούτοις. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπὶ τούτου γέγονε τοῦτο μόνον· καὶ γὰρ ἐπὶ τῆς οἰκουμένης ἁπάσης τοῦτο ἔσται. Τοῦτο δὲ ἔλεγε, περὶ τῶν ἐθνῶν προφητεύων, καὶ χρηστὰς αὐτοῖς ὑποτείνων ἐλπίδας. Καὶ γὰρ ἦσαν καὶ ἀπὸ Γαλιλαίας ἀκολουθοῦντες τῆς τῶν ἐθνῶν. Ταῦτα δὲ ἔλεγε, τούς τε ἐθνικοὺς οὐκ ἀφιεὶς ἀπογνῶναι, τῶν τε Ἰουδαίων καθαιρῶν τὰ φρονήματα. Ὥστε δὲ μὴ προσστῆναι τὸ λεγόμενον τοῖς ἀκούουσι, μηδὲ παρασχεῖν αὐτοῖς λαβὴν μηδεμίαν, οὔτε προηγουμένως τὸν περὶ τῶν ἐθνῶν εἰσάγει λόγον, ἀλλ' ἀφορμὴν λαβὼν ἀπὸ τοῦ ἑκατοντάρχου, οὔτε γυμνὸν τὸ ὄνομα τῶν ἐθνῶν τίθησιν. Οὐ γὰρ εἶπε, Πολλοὶ τῶν ἐθνῶν, ἀλλὰ, Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν· ὅπερ ἦν δηλοῦντος τὰ ἔθνη, οὐ προσίστατο δὲ οὕτω τοῖς ἀκούουσι· συνεσκιασμένον γὰρ ἦν τὸ λεχθέν. Οὐ ταύτῃ δὲ μόνον παραμυθεῖται τὴν δοκοῦσαν εἶναι τῆς διδασκαλίας καινοτομίαν, ἀλλὰ καὶ τῷ τοὺς κόλπους Ἀβραὰμ ἀντὶ τῆς βασιλείας εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνο γνώριμον αὐτοῖς τὸ ὄνομα ἦν, καὶ μειζόνως αὐτοὺς ἔδακνεν ὁ Ἀβραὰμ εἰς τὸ μέσον τεθείς. Διὸ καὶ ὁ Ἰωάννης οὐδὲν εὐθέως περὶ γεέννης εἶπεν, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐλύπει φησίν· Μὴ δόξητε λέγειν, ὅτι παῖδές ἐσμεν τοῦ Ἀβραάμ. Μετὰ δὲ τούτων καὶ ἕτερον κατασκευάζει, τὸ μὴ δόξαι ἐναντίος τις εἶναι τῇ παλαιᾷ πολιτείᾳ. Ὁ γὰρ τοὺς πατριάρχας θαυμάζων, καὶ λῆξιν ἀγαθῶν τοὺς ἐκείνων κόλπους καλῶν, ἐκ πολλῆς τῆς περιουσίας καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Μηδεὶς οὖν μίαν εἶναι νομιζέτω τὴν ἀπειλήν· διπλῆ γάρ ἐστι καὶ τούτοις ἡ κόλασις, κἀκείνοις ἡ εὐφροσύνη· τούτοις μὲν, οὐχ ὅτι ἐξέπεσον, ἀλλ' ὅτι τῶν ἰδίων ἐξέπεσον· ἐκείνοις δὲ, οὐχ ὅτι ἐπέτυχον, ἀλλ' ὅτι ὧν οὐ προσεδόκων ἐπέτυχον· καὶ τρίτη μετὰ τούτων, ὅτι τὰ ἐκείνων ἔλαβον οὗτοι. Υἱοὺς δὲ βασιλείας φησὶν, οἷς ἡ βασιλεία ἦν ἡτοιμασμένη· ὃ καὶ μάλιστα αὐτοὺς ἔδακνε. Δείξας γὰρ εἰς κόλπους ὄντας τῇ ἐπαγγελίᾳ καὶ τῇ ὑποσχέσει, τότε ἐξάγει. Εἶτα, ἐπειδὴ ἀπόφασις ἦν τὸ εἰρημένον, πιστοῦται αὐτὸ τῷ σημείῳ· ὥσπερ οὖν καὶ τὰ σημεῖα ἀπὸ τῆς προῤῥήσεως τῆς μετὰ ταῦτα γεγενημένης δείκνυσιν. Ὁ τοίνυν ἀπιστῶν τῇ ὑγιείᾳ τῇ γενομένῃ τῷ παιδὶ τότε, ἀπὸ τῆς προφητείας τῆς ἐξελθούσης σήμερον πιστευέτω κἀκεῖνο. Καὶ γὰρ καὶ ἡ προφητεία καὶ πρὸ τῆς ἐκβάσεως ἀπὸ τοῦ σημείου τοῦ τότε δήλη πᾶσιν ἐγένετο. Διά τοι τοῦτο πρότερον ταῦτα προαναφωνήσας, τότε τὸν παραλελυμένον ἀνέστησεν, ἵνα τὰ μέλλοντα ἀπὸ τῶν παρόντων πιστώσηται, καὶ τὸ ἔλαττον ἀπὸ τοῦ μείζονος. Τὸ μὲν γὰρ ἐναρέτους ἀπολαύειν τῶν ἀγαθῶν, καὶ τοὺς ἐναντίους τὰ λυπηρὰ ὑπομένειν, οὐδὲν ἀπεικὸς, ἀλλὰ κατὰ λόγον καὶ κατὰ ἀκολουθίαν νόμων ἐγίνετο· τὸ δὲ παρειμένον σφίγξαι, καὶ νεκρὸν ἀναστῆσαι, μεῖζον ἢ κατὰ φύσιν ἦν. Ἀλλ' ὅμως εἰς τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὐ μικρὸν καὶ ὁ ἑκατοντάρχης συνεισήνεγκεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Εἶδες πῶς ἀνεκήρυξεν ἡ τοῦ παιδὸς ὑγίεια καὶ τὴν τοῦ Χριστοῦ δύναμιν, καὶ τὴν τοῦ ἑκατοντάρχου πίστιν, καὶ τὸ μέλλον ἐπιστώσατο; Μᾶλλον δὲ πάντα τὴν τοῦ Χριστοῦ δύναμιν ἀνεκήρυττεν. Οὐδὲ γὰρ τὸ σῶμα διωρθώσατο μόνον τοῦ παιδὸς, ἀλλὰ καὶ τὴν τοῦ ἑκατοντάρχου ψυχὴν εἰς τὴν πίστιν διὰ τῶν θαυμάτων αὐτὸς ἐφειλκύσατο. Σὺ δὲ μὴ τοῦτο σκόπει μόνον, ὅτι οὗτος ἐπίστευσε, καὶ ὅτι ἐκεῖνος ἰάθη, ἀλλὰ καὶ τὸ τάχος θαύμασον. Καὶ γὰρ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ λεπροῦ εἶπεν, ὅτι Εὐθέως ἐκαθαρίσθη. Οὐδὲ γὰρ τῷ θεραπεύειν, ἀλλὰ καὶ τῷ παραδόξως τοῦτο ποιεῖν, καὶ ἐν ἀκαρεῖ ῥοπῇ, τὴν δύναμιν ἐπεδείκνυτο. Καὶ οὐ ταύτῃ μόνον ὠφέλει, ἀλλὰ καὶ τῷ συνεχῶς ἐν τῇ τῶν θαυμάτων ἐπιδείξει τοὺς περὶ τῆς βασιλείας παρανοίγειν λόγους, καὶ πάντας ἐφέλκεσθαι πρὸς αὐτήν. Καὶ γὰρ οὓς ἐκβάλλειν ἠπείλει, οὐχ ἵνα ἐκβάλῃ ἠπείλει, ἀλλ' ἵνα τῷ φόβῳ πρὸς αὐτὴν διὰ τῶν ῥημάτων ἐπισπάσηται. Εἰ δὲ μηδὲ ἐντεῦθεν ἐκέρδαναν, αὐτῶν τὸ ἔγκλημα ἅπαν, καὶ πάντων τῶν τὰ τοιαῦτα νοσούντων. Οὐδὲ γὰρ ἐπὶ Ἰουδαίων μόνον τοῦτο συμβὰν ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπὶ τῶν πιστευσάντων. Καὶ γὰρ ὁ Ἰούδας υἱὸς βασιλείας ἦν, καὶ ἤκουσε μετὰ τῶν μαθητῶν, Ἐπὶ δώδεκα θρόνους καθιεῖσθε ἀλλὰ γέγονεν υἱὸς γεέννης· ὁ δὲ Αἰθίοψ, βάρβαρος ἄνθρωπος ὢν, καὶ τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπολαύσεται τῶν στεφάνων. Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται νῦν. Πολλοὶ γὰρ ἔσονται, φησὶ, πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. Τοῦτο δὲ λέγει, ἵνα μήτε ἐκεῖνοι ῥᾳθυμῶσιν, ὡς οὐ δυνάμενοι ἐπανελθεῖν, μήτε οὗτοι θαῤῥῶσιν, ὡς ἑστῶτες. Τοῦτο καὶ ὁ Ἰωάννης ἄνωθεν προαναφωνῶν ἔλεγε· Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἐπειδὴ γὰρ τοῦτο ἔμελλε γίνεσθαι, προανακηρύττεται πόῤῥωθεν, ὥστε μηδένα τῷ ξένῳ τοῦ πράγματος θορυβηθῆναι. Ἀλλ' ἐκεῖνος μὲν ὡς ἐνδεχόμενον αὐτὸ λέγει· πρῶτος γὰρ ἦν· ὁ δὲ Χριστὸς ὡς πάντως ἐσόμενον, τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν παρέχων.