Ancient Greek · ~20 min
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-27
Not analysed yet
Εἰ δὲ τὸ τοὺς προσήκοντας πενθῆσαι καὶ συντριβῆναι τὴν διάνοιαν κακὸν, πολλῷ μᾶλλον τὸ τῶν πνευματικῶν ἀπάγεσθαι λόγων. Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν· Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ γὰρ πολλῷ βέλτιον βασιλείαν ἀνακηρύττειν, καὶ ἑτέρους ἀνασπᾷν ἀπὸ θανάτου, ἢ τὸν οὐδὲν ὠφελούμενον νεκρὸν θάπτειν· καὶ μάλιστα ὅταν ὦσιν οἱ ταῦτα πληρώσοντες ἅπαντα. Οὐδὲν οὖν ἕτερον ἐντεῦθεν μανθάνομεν, ἀλλ' ἢ ὅτι οὐδὲ τὸν τυχόντα καιρὸν παραπολλύναι χρὴ, κἂν μυρία τὰ κατεπείγοντα ᾖ, ἀλλὰ πάντων καὶ τῶν ἀναγκαιοτάτων τὰ πνευματικὰ προτιθέναι, καὶ εἰδέναι, τί μὲν ζωὴ, τί δὲ θάνατος. Πολλοὶ γὰρ καὶ τῶν ζῇν δοκούντων νεκρῶν οὐδὲν διαφέρουσιν, ὅταν ἐν κακίᾳ ζῶσι· μᾶλλον δὲ καὶ ἐκείνων οὗτοι χείρους. Ὁ μὲν γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· οὗτος δὲ δουλεύει τῇ ἁμαρτίᾳ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι Ὑπὸ σκωλήκων οὐ κατεσθίεται, οὐδὲ ἐν λάρνακι κεῖται, οὐδὲ ἀπέκλεισε τοὺς ὀφθαλμοὺς, οὐδὲ κειρίαις δέδεται. Καὶ γὰρ ταῦτα χαλεπώτερα ὑπομένει τοῦ τετελευτηκότος, οὐ σκωλήκων αὐτὸν κατεσθιόντων, ἀλλὰ θηρίων σφοδρότερον τῶν παθῶν τῆς ψυχῆς αὐτὸν σπαραττόντων. Εἰ δὲ ἀνεῴγασιν οἱ ὀφθαλμοὶ, καὶ τοῦτο πολὺ χεῖρον πάλιν τοῦ μεμυκέναι. Οἱ μὲν γὰρ τοῦ νεκροῦ οὐδὲν ὁρῶσι πονηρόν· οὗτος δὲ μυρίας ἑαυτῷ συνάγει νόσους, ἀνεῳγμένων αὐτοῦ τῶν ὀφθαλμῶν. Καὶ ὁ μὲν ἐν λάρνακι κεῖται, πρὸς πάντα ἀκίνητος ὤν· οὗτος δὲ ἐν τῷ τάφῳ τῶν μυρίων κατορώρυκται νοσημάτων. Ἀλλὰ τὸ σῶμα αὐτοῦ σηπόμενον οὐχ ὁρᾷς; Καὶ τί τοῦτο; Πρὸ γὰρ τοῦ σώματος αὐτοῦ ἡ ψυχὴ διέφθαρται καὶ ἀπόλωλε, καὶ πλείονα ὑπομένει τὴν σηπεδόνα. Ὁ μὲν γὰρ δέκα ὄδωδεν ἡμέρας· οὗτος δὲ ἅπαντα τὸν βίον δυσωδίας ἀποπνεῖ, στόμα ἔχων ὀχετῶν ἀκαθαρτότερον. Ὥστε τοσοῦτον αὐτοῦ διενήνοχεν ἐκεῖνος, ὅσον ὁ μὲν τὴν ἀπὸ τῆς φύσεως ὑπομένει μόνον φθορὰν, οὗτος δὲ μετ' ἐκείνης καὶ τὴν ἀπὸ τῆς ἀσωτίας ἐπεισάγει σηπεδόνα, μυρίας καθ' ἑκάστην ἡμέραν ἐπινοῶν ὑποθέσεις διαφθορᾶς. Ἀλλ' ἐφ' ἵππου φέρεται; Καὶ τί τοῦτο; Καὶ γὰρ ἐκεῖνος ἐπὶ κλίνης· καὶ τὸ δὴ χαλεπὸν, λυόμενον μὲν ἐκεῖνον καὶ σηπόμενον οὐδεὶς ὁρᾷ, ἀλλ' ἔχει τὴν λάρνακα παραπέτασμα· οὗτος δὲ ὀδωδὼς πανταχοῦ περίεισι, καθάπερ ἐν τάφῳ τῷ σώματι νενεκρωμένην ψυχὴν περιφέρων. Καὶ εἴγε ἦν ψυχὴν ἀνδρὸς ἰδεῖν τρυφῇ καὶ κακίᾳ συζῶντος, εἶδες ἂν ὅτι πολὺ βέλτιον ἐν τάφῳ κεῖσθαι δεδεμένον, ἢ ταῖς τῶν ἁμαρτιῶν σφίγγεσθαι σειραῖς· καὶ λίθον ἔχειν ἐπικείμενον, ἢ τὸ βαρὺ τῆς ἀναισθησίας πῶμα. Διὸ δὴ μάλιστα τοὺς τούτοις προσήκοντας τοῖς νεκροῖς, ἐπειδὴ οὗτοι ἀναλγήτως διάκεινται, προσιέναι δεῖ περὶ αὐτῶν τῷ Ἰησοῦ, καθάπερ ἡ Μαρία τότε ἐποίησεν ἐπὶ τοῦ Λαζάρου. Κἂν ὀδωδὼς ᾖ, κἂν τεταρταῖος ᾖ, μὴ ἀπογνῷς, ἀλλὰ πρόσελθε, καὶ τὸν λίθον ἄνελε πρῶτον. Καὶ γὰρ τότε ὄψει κείμενον, ὥσπερ ἐν τάφῳ, καὶ ταῖς κειρίαις δεδεμένον. Καὶ εἰ βούλεσθε, τῶν μεγάλων τινὰ καὶ περιφανῶν εἰς μέσον ἀγάγωμεν. Ἀλλὰ μὴ δείσητε· ἀνωνύμως γὰρ ἐρῶ τὸ ὑπόδειγμα· μᾶλλον δὲ, εἰ καὶ τὴν προσηγορίαν ἔλεγον, οὐδὲ οὕτω δεδοικέναι ἐχρῆν. Τίς γάρ ποτε νεκρὸν δέδοικε; Καὶ γὰρ ὅσα ἂν πράξῃ, μένει νεκρὸς ὤν· νεκρὸς δὲ ζῶντα οὐ μικρὸν, οὐ μέγα ἀδικῆσαι δύναται. Ἴδωμεν τοίνυν τὴν κεφαλὴν αὐτῶν δεδεμένην. Καὶ γὰρ ὅταν μεθύωσι διηνεκῶς, καθάπερ οἱ νεκροὶ τοῖς πολλοῖς ἐπιβλήμασιν ἐκείνοις καὶ ταῖς κειρίαις, οὕτω πάντα τὰ αἰσθητήρια ἀποκλείεται καὶ δεσμεῖται. Εἰ δὲ βούλει καὶ τὰς χεῖρας ἰδεῖν, ὄψει καὶ ταύτας τῇ γαστρὶ προσδεδεμένας, καθάπερ τῶν οἰχομένων, καὶ περιεσφιγμένας, οὐ κειρίαις, ἀλλ' ὃ πολλῷ χαλεπώτερόν ἐστι, τοῖς τῆς πλεονεξίας δεσμοῖς. Οὐ γὰρ ἀφίησιν αὐτὰς ἐκταθῆναι πρὸς ἐλεημοσύνην ἐκείνη, οὐδὲ πρὸς ἄλλο τι τῶν τοιούτων κατορθωμάτων, ἀλλὰ τῶν νενεκρωμένων ἀχρηστοτέρας ἐργάζεται. Βούλει καὶ τοὺς πόδας ἰδεῖν συνδεδεμένους; Ὅρα αὐτοὺς πάλιν περιεσφιγμένους φροντίσι, καὶ διὰ τοῦτο οὐδέποτε δυναμένους εἰς οἶκον Θεοῦ δραμεῖν. Εἶδες τὸν νεκρόν; βλέπε καὶ τὸν ἐνταφιαστήν. Τίς οὖν ἐστιν ὁ ἐνταφιαστὴς τούτων; Ὁ διάβολος, ὁ ἀκριβῶς αὐτοὺς περισφίγγων, καὶ οὐκ ἀφιεὶς λοιπὸν τὸν ἄνθρωπον ἄνθρωπον φαίνεσθαι, ἀλλὰ ξύλον ξηρόν. Ὅπου γὰρ οὐκ ὀφθαλμὸς, οὐ χεῖρες, οὐ πόδες, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, πῶς ἂν ὁ τοιοῦτος ἄνθρωπος φανείη; Οὕτω καὶ τὴν ψυχὴν αὐτῶν ἐσπαργανωμένην ἔστιν ἰδεῖν, καὶ εἴδωλον μᾶλλον ἢ ψυχὴν οὖσαν. Ἐπεὶ οὖν ἀναισθήτως αὐτοὶ διάκεινταί πως νεκροὶ γεγενημένοι, προσέλθωμεν ὑπὲρ αὐτῶν τῷ Ἰησοῦ, παρακαλέσωμεν ἀναστῆσαι, ἀνέλωμεν τὸν λίθον, λύσωμεν τὰς κειρίας. Ἂν γὰρ τὸν λίθον ἀνέλῃς, τουτέστι, τὴν ἀναισθησίαν τὴν ἐπὶ τοῖς κακοῖς, ταχέως καὶ ἐξαγαγεῖν αὐτοὺς δυνήσῃ τοῦ μνήματος· ἐξαγαγὼν δὲ, εὐκολώτερον τῶν δεσμῶν ἀπαλλάξεις. Τότε σε εἴσεται ὁ Χριστὸς, ὅταν ἀναστῇς, ὅταν λυθῇς· τότε σε καὶ ἐπὶ τὰ δεῖπνα καλέσει τὰ ἑαυτοῦ. Ὅσοι τοίνυν τοῦ Χριστοῦ φίλοι, ὅσοι μαθηταὶ, ὅσοι τὸν ἀπελθόντα φιλεῖτε, προσέλθετε τῷ Ἰησοῦ καὶ δεήθητε. Εἰ γὰρ καὶ μυρίας γέμει τῆς δυσωδίας, ἀλλ' ὅμως τοὺς προσήκοντας οὐδὲ οὕτως αὐτὸν καταλιμπάνειν χρὴ, ἀλλὰ τοσούτῳ μᾶλλον προσιέναι· ὅπερ οὖν καὶ αἱ ἀδελφαὶ τοῦ Λαζάρου τότε ἐποίησαν· καὶ μὴ πρότερον ἀφίστασθαι παρακαλοῦντας, δεομένους, ἱκετεύοντας, ἕως ἂν αὐτὸν ζῶντα λάβωμεν. Ἂν γὰρ οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ τῶν πλησίον διοικῶμεν, καὶ τῆς μελλούσης ταχέως ἐπιτευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.