# In Matthaeum (homiliae 1-90) 4.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-33

Ἀλείψας τοίνυν τὸν ἀκροατὴν διὰ πάντων (καὶ γὰρ τοὺς οὐρανοὺς ἀνέῳξεν αὐτῷ, καὶ τὸ δικαστήριον ἐκεῖνο ἐπέστησε τὸ φοβερὸν, καὶ τὸ θέατρον ἔδειξε τῶν ἀγγέλων, καὶ τὴν ἐν τούτοις ἀνακήρυξιν τῶν στεφάνων, πολλὴν ἐντεῦθεν προοδοποιοῦσαν τῷ λόγῳ τῆς εὐσεβείας τὴν εὐκολίαν), λοιπὸν ἵνα μὴ δειλῶν γενομένων ἐμποδισθῇ τὸ κήρυγμα, καὶ πρὸς αὐτὰς τὰς σφαγὰς αὐτοὺς παρασκευάζεσθαι κελεύει· ἵνα μάθωσιν ὅτι οἱ ἐν τῇ πλάνῃ μένοντες, καὶ τῆς τούτων ἐπιβουλῆς δώσουσι δίκην. Καταφρονῶμεν τοίνυν θανάτου, κἂν μὴ παρῇ καιρὸς ὁ τοῦτον ἀπαιτῶν· καὶ γὰρ εἰς πολλῷ βελτίονα μεταστησόμεθα ζωήν. Ἀλλὰ φθείρεται τὸ σῶμα; Καὶ διὰ τοῦτο μάλιστα χαίρειν δεῖ, ὅτι ὁ θάνατος φθείρεται, καὶ ἡ θνητότης ἀπόλλυται, οὐχ ἡ οὐσία τοῦ σώματος. Οὐδὲ γὰρ εἰ ἀνδριάντα ἴδοις χωνευόμενον, ἀπώλειαν προσερεῖς τὸ γινόμενον, ἀλλὰ βελτίω κατασκευήν. Τοῦτο δὴ καὶ ἐπὶ τοῦ σώματος λογίζου, καὶ μὴ θρήνει. Τότε γὰρ ἔδει θρηνεῖν, εἰ ἔμενεν ἐν τῇ κολάσει. Ἀλλ' ἔδει, φησὶ, χωρὶς τοῦ φθείρεσθαι τὰ σώματα τοῦτο γίνεσθαι, καὶ ὁλόκληρα μένειν αὐτά. Καὶ τί τοῦτο ἢ τοὺς ζῶντας ἢ τοὺς ἀπελθόντας ὤνησεν ἄν; Μέχρι πότε φιλοσώματοι; μέχρι πότε τῇ γῇ προσηλωμένοι πρὸς τὰς σκιὰς κεχήνατε; Τί γὰρ τοῦτο ὠφέλησεν ἄν; μᾶλλον δὲ τί οὐκ ἂν ἔβλαψεν; Εἰ γὰρ μὴ ἐφθείρετο τὰ σώματα, πρῶτον τὸ πάντων μεῖζον τῶν κακῶν ὁ τῦφος παρὰ πολλοῖς ἔμενεν ἄν. Εἰ γὰρ καὶ τούτου γινομένου, καὶ σκωλήκων πηγαζόντων, πολλοὶ θεοὶ εἶναι ἐφιλονείκησαν· τί οὐκ ἂν ἐγένετο, τούτου μένοντος; Δεύτερον, οὐκ ἂν ἐπιστεύθη ἀπὸ γῆς εἶναι· εἰ γὰρ τοῦ τέλους μαρτυροῦντος ἀμφισβητοῦσιν ἔτι τινὲς, τί οὐκ ἂν ὑπώπτευσαν, εἰ μὴ τοῦτο ἑώρων; Τρίτον, σφόδρα ἂν ἐφιλήθη τὰ σώματα, καὶ οἱ πλείους σαρκικώτεροι καὶ παχύτεροι ἐγένοντο ἄν· εἰ δὲ καὶ νῦν τινες τοῖς τάφοις συμπλέκονται καὶ ταῖς σοροῖς, ἀφανισθέντων ἐκείνων, τί οὐκ ἂν ἐποίησαν, εἰ καὶ τὴν εἰκόνα εἶχον διατηρουμένην; Τέταρτον, οὐκ ἂν σφόδρα ἐπόθησαν τὰ μέλλοντα. Πέμπτον, οἱ τὸν κόσμον ἀθάνατον εἶναι λέγοντες, μᾶλλον ἂν ἐβεβαιώθησαν, καὶ οὐκ ἂν ἔφησαν Θεὸν εἶναι Δημιουργόν. Ἔκτον, οὐκ ἂν ἔγνωσαν τῆς ψυχῆς τὴν ἀρετὴν, καὶ πόσον ἐστὶ παροῦσα σώματι ψυχή. Ἕβδομον, πολλοὶ τῶν ἀποβαλλόντων τοὺς οἰκείους, τὰς πόλεις ἀφέντες, τὰ μνήματα ἔμελλον οἰκεῖν, καὶ παραπλῆγες γίνεσθαι, τοῖς νεκροῖς τοῖς αὐτῶν διηνεκῶς διαλεγόμενοι. Εἰ γὰρ καὶ νῦν εἰκόνας διαπλάττοντες ἄνθρωποι, ἐπειδὴ τὸ σῶμα κατασχεῖν οὐκ ἔχουσιν (οὐδὲ γὰρ δυνατὸν, ἀλλὰ καὶ ἀκόντων αὐτῶν ῥεῖ καὶ ἀποπηδᾷ), προσηλωμένοι ταῖς σανίσιν εἰσὶ, τί οὐκ ἂν τότε ἐπενόησαν ἄτοπον; Ἐμοὶ δοκεῖν καὶ ναοὺς ἂν τοῖς τοιούτοις σώμασιν οἰκοδομῆσαι οἱ πολλοὶ, καὶ πεῖσαι δαίμονας φθέγγεσθαι δι' αὐτῶν οἱ τὰ τοιαῦτα μαγγανεύειν δεινοὶ, ὅπου γε καὶ νῦν οἱ τὰς νεκρομαντείας τολμῶντες πολλὰ τούτων ἀτοπώτερα ἐπιχειροῦσι. Πόσαι δὲ οὐκ ἂν εἰδωλολατρεῖαι ἐντεῦθεν ἐγένοντο; οἵ γε μετὰ τὴν κόνιν καὶ τὴν τέφραν ταῦτα ποιεῖν ἔτι φιλονεικοῦσι. Πάντα τοίνυν ἀναιρῶν ὁ Θεὸς τὰ ἄτοπα, καὶ παιδεύων ἡμᾶς ἀφίστασθαι τῶν γηΐνων ἁπάντων, ἀφανίζει τὰ σώματα πρὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων. Καὶ γὰρ ὁ φιλοσώματος, καὶ πρὸς κόρην ἐπτοημένος εὔμορφον, εἰ μὴ βούλοιτο μαθεῖν τῷ λόγῳ τὸ εἰδεχθὲς τῆς οὐσίας, δι' αὐτῆς αὐτὸ τῆς ὄψεως εἴσεται. Καὶ γὰρ πολλαὶ τῆς ἐρωμένης ὁμήλικες, πολλάκις δὲ καὶ λαμπρότεραι, ἀποθανοῦσαι μετὰ μίαν καὶ δευτέραν ἡμέραν δυσωδίαν παρέσχον, καὶ ἰχῶρα, καὶ σηπεδόνα σκωλήκων. Ἐννόησον τοίνυν οἶον κάλλος φιλεῖς, καὶ πρὸς ποίαν ἐπτόησαι εὐμορφίαν. Εἰ δὲ μὴ ἐφθείρετο τὰ σώματα, οὐκ ἂν τοῦτο ἐγνώσθη καλῶς· ἀλλ' ὥσπερ οἱ δαίμονες παρὰ τοὺς τάφους τρέχουσιν, οὕτω καὶ πολλοὶ τῶν ἐρώντων τοῖς μνήμασι παρακαθήμενοι διηνεκῶς, δαίμονας ἂν ἐδέξαντο τῇ ψυχῇ, καὶ τῇ χαλεπῇ ταύτῃ ταχέως ἂν ἐναπέθανον μανίᾳ. Νῦν δὲ μετὰ τῶν ἄλλων ἁπάντων καὶ τοῦτο παραμυθεῖται τὴν ψυχὴν, τὸ μὴ φαίνεσθαι τὴν εἰκόνα, καὶ εἰς λήθην ἐμβάλλει τοῦ πάθους.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
