# In Matthaeum (homiliae 1-90) 4.1-34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-34

Ταῦτα δὲ λέγω, οὐχὶ νομοθετῶν ἀργεῖν· μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα βουλόμενος πάντας ἐν ἔργοις εἶναι· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία· παρακαλῶ δὲ μὴ ἀνηλεεῖς εἶναι, μηδὲ ὠμούς. Ἐπεὶ καὶ Παῦλος μυρία μεμψάμενος καὶ εἰπών· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω· οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν· Ὑμεῖς δὲ μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες. Καὶ μὴν ταῦτα ἐναντία ἐστίν. Εἰ γὰρ ἐκέλευσας αὐτοὺς μὴ ἐσθίειν, πῶς ἡμῖν παραινεῖς διδόναι; Ναὶ, φησί· καὶ γὰρ ἐκέλευσα αὐτοὺς ἀποστρέφεσθαι, καὶ μὴ ἀναμίγνυσθαι, καὶ πάλιν εἶπον· Μὴ ἐχθροὺς ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε· οὐκ ἐναντία νομοθετῶν, ἀλλὰ καὶ πάνυ συνᾴδοντα. Ἂν γὰρ σὺ πρὸς ἔλεον ἕτοιμος ᾖς, κἀκεῖνος ταχέως ὁ πένης τῆς ἀργίας ἀπαλλαγήσεται, καὶ σὺ τῆς ὠμότητος. Ἀλλὰ ψεύδεται πολλὰ καὶ πλάττεται, φησίν. Ἀλλὰ καὶ ἐντεῦθεν ἄξιος ἐλεεῖσθαι, ὅτι εἰς τοιαύτην κατέπεσεν ἀνάγκην, ὡς καὶ τοιαῦτα ἀναισχυντεῖν. Ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐλεοῦμεν, ἀλλὰ καὶ τὰ ὠμὰ ἐκεῖνα προστίθεμεν ῥήματα, Οὐκ ἔλαβες ἅπαξ καὶ δίς; λέγοντες. Τί οὖν; οὐ δεῖται τραφῆναι πάλιν, ἐπειδὴ ἅπαξ ἐτράφη; Διατί μὴ καὶ τῇ σαυτοῦ γαστρὶ τούτους τιθεῖς τοὺς νόμους, καὶ λέγεις καὶ πρὸς αὐτήν· Ἐνεπλήσθης χθὲς καὶ πρὸ τῆς χθὲς, μὴ ζήτει νῦν; Ἀλλ' ἐκείνην μὲν καὶ ὑπὲρ τὸ μέτρον διαῤῥηγνύεις, τοῦτον δὲ καὶ τὰ σύμμετρα αἰτοῦντα ἀποστρέφῃ, ὀφείλων διὰ τοῦτο αὐτὸν ἐλεεῖν, ὅτι καθ' ἑκάστην ἀναγκάζεταί σοι προσιέναι τὴν ἡμέραν. Εἰ γὰρ καὶ μηδαμόθεν ἑτέρωθεν ἐπικάμπτῃ, διὰ τοῦτο αὐτὸν ἔδει σε ἐλεεῖν· τῇ γὰρ τῆς πενίας ἀνάγκῃ ταῦτα βιάζεται καὶ ποιεῖ. Καὶ οὐκ ἐλεεῖς αὐτὸν, ὅτι τοιαῦτα ἀκούων οὐκ αἰσχύνεται· ἡ γὰρ ἀνάγκη δυνατωτέρα. Σὺ δὲ οὐ μόνον οὐκ ἐλεεῖς, ἀλλὰ καὶ ἐκπομπεύεις· καὶ τοῦ Θεοῦ κελεύσαντος λάθρα διδόναι, ἕστηκας δημοσιεύων τὸν προσελθόντα, καὶ ὀνειδίζων, ὑπὲρ ὧν ἐλεεῖν ἐχρῆν. Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ ἐγκαλεῖς, καὶ συντρίβεις τὴν ταλαίπωρον καὶ ἀθλίαν ψυχήν; Ἦλθεν ὡς εἰς λιμένα τὰς σὰς χεῖρας ἐπιζητῶν· τί κύματα ἐγείρεις, καὶ χαλεπώτερον τὸν χειμῶνα ἐργάζῃ; Τί καταγινώσκεις ἀνελευθερίαν; Μὴ γὰρ, εἰ προσεδόκησε τοιαῦτα ἀκούσεσθαι, προσῆλθεν ἄν; Εἰ δὲ καὶ ταῦτα προειδὼς προσῆλθε, διὰ τοῦτο ἄξιον κἀκεῖνον ἐλεεῖν, καὶ τὴν σὴν φρίττειν ὠμότητα, ὅτι οὐδὲ οὕτως, ἀπαραίτητον ἐπικειμένην ὁρῶν ἀνάγκην, ἡμερώτερος γίνῃ, οὐδὲ ἀρκεῖν αὐτῷ νομίζεις εἰς ἀπολογίαν τῆς ἀναισχυντίας τὸ τοῦ λιμοῦ δέος, ἀλλ' ἀναισχυντίαν ἐγκαλεῖς· καίτοι μείζονα αὐτὸς ἠναισχύντησας πολλάκις, καὶ ὑπὲρ χαλεπῶν πραγμάτων. Ἐνταῦθα μὲν γὰρ καὶ συγγνώμην ἡ ἀναισχυντίᾳ φέρει, ἡμεῖς δὲ πολλάκις κολάσεως ἄξια πράττοντες ἀναιδευόμεθα· καὶ δέον ἐννοοῦντας ἐκεῖνα ταπεινοὺς γίνεσθαι, καὶ ἐπεμβαίνομεν τοῖς ταλαιπώροις τούτοις, καὶ φάρμακα αἰτοῦσι τραύματα προστίθεμεν. Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ πλήττεις; εἰ μὴ βούλει χαρίσασθαι, τίνος ἕνεκεν καὶ ὑβρίζεις; Ἀλλ' οὐκ ἀνέχεται ἀποστῆναι ἑτέρως. Οὐκοῦν ὡς ἐκέλευσεν ὁ σοφὸς ἐκεῖνος, οὕτω ποίησον· Ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. Οὐδὲ γὰρ ἑκὼν τοσαῦτα ἀναισχυντεῖ. Οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνθρωπος βουλόμενος ἁπλῶς καταισχύνεσθαι· κἂν μυρία τινὲς φιλονεικήσωσιν, οὐκ ἂν ἀνασχοίμην ἐγὼ πεισθῆναί ποτε, ὅτι ἄνθρωπος ἐν ἀφθονίᾳ ζῶν ἕλοιτο ἂν ἐπαιτεῖν. Μηδεὶς τοίνυν ἡμᾶς παραλογιζέσθω. Ἀλλὰ κἂν λέγῃ Παῦλος· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, πρὸς ἐκείνους λέγει· πρὸς δὲ ἡμᾶς οὐ τοῦτο λέγει, ἀλλὰ τοὐναντίον· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Οὕτω καὶ ἐν οἰκίᾳ ποιοῦμεν ἡμεῖς· ὅταν δύο τινὲς μάχωνται πρὸς ἀλλήλους, κατ' ἰδίαν ἕκαστον λαβόντες τἀναντία παραινοῦμεν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε, καὶ Μωϋσῆς. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἔλεγεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον· αὐτοῖς δὲ ἐκέλευε κατασφάττειν ἀλλήλους καὶ τοὺς προσήκοντας ἅπαντας. Καίτοι ταῦτα ἐναντία ἐστὶν, ἀλλ' ὅμως εἰς ἓν ἀμφότερα ἔβλεπε τέλος. Πάλιν ὁ Θεὸς τῷ μὲν Μωϋσεῖ, Ἰουδαίων ἀκουόντων, ἔλεγεν· Ἄφες με, καὶ ἐκτρίψω τὸν λαὸν (εἰ γὰρ καὶ μὴ παρῆσαν, ταῦτα λέγοντος τοῦ Θεοῦ, ἀλλ' ἔμελλον αὐτὰ ἀκούσεσθαι ὕστερον)· κατ' ἰδίαν δὲ τἀναντία τούτων αὐτῷ παραινεῖ. Καὶ ταῦτα Μωϋσῆς ἀναγκασθεὶς ὕστερον ἐξελάλησεν, οὕτω λέγων· Μὴ γὰρ ἐγὼ αὐτοὺς ἐν γαστρὶ ἔλαβον, ὅτι λέγεις μοι, Ἆρον αὐτοὺς, ὡς ἂν ἄρῃ τιθηνὸς τὸν θηλάζοντα εἰς τὸν κόλπον αὐτῆς; Ταῦτα καὶ ἐν οἰκίαις γίνεται· καὶ πολλάκις πατὴρ τῷ μὲν παιδαγωγῷ τὸν παῖδα ὑβρίσαντι κατ' ἰδίαν ἐπιτιμᾷ λέγων· Μὴ ἔσο τραχὺς, μηδὲ σκληρός· τῷ δὲ νέῳ τὰ ἐναντία λέγει· Κἂν ἀδίκως ὑβρίζῃ, φέρε· ἀπὸ τῶν ἐναντίων ἕν τι χρήσιμον συνάγων. Οὕτω καὶ Παῦλος, τοῖς μὲν ὑγιαίνουσι καὶ προσαιτοῦσιν ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἵνα αὐτοὺς εἰς ἔργον ἐμβάλῃ· τοῖς δὲ ἐλεεῖν δυναμένοις· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε, ἵνα αὐτοὺς εἰς ἐλεημοσύνην ἀγάγῃ. Οὕτω καὶ ἡνίκα τοῖς ἐξ ἐθνῶν παρῄνει ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μὴ ὑψηλοφρονεῖν κατὰ τῶν Ἰουδαίων, καὶ τὴν ἀγριελαίαν παρήγαγεν εἰς μέσον, καὶ ἄλλα μὲν τούτοις, ἄλλα δὲ ἐκείνοις φαίνεται λέγων. Μὴ τοίνυν εἰς ὠμότητα ἐκπέσωμεν, ἀλλ' ἀκούσωμεν Παύλου λέγοντος· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε· ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος· Παντὶ τῷ αἰτοῦντί σε δίδου· καὶ, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν. Καίτοι πολλὰ εἰπὼν, οὐδαμοῦ τοῦτο τέθεικεν, ἀλλ' ἐπὶ τῶν οἰκτιρμῶν μόνον. Οὐδὲν γὰρ ἡμᾶς ἴσους Θεῷ ποιεῖ, ὡς τὸ εὐεργετεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
