Ancient Greek
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-35
Not analysed yet
Μὴ δὴ τοιαῦτα λοιπὸν εἰσάγωμεν δόγματα γραώδη, καὶ μύθους Ἰουδαϊκούς. Ἄκουσον γοῦν τί περὶ τούτων ὁ Παῦλός φησιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· περὶ τῶν ἐν τῷ πρὸ τοῦ νόμου χρόνῳ διαλεγόμενος· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· περὶ τῶν μετὰ Μωϋσέα πάντων λέγων· καὶ, Ὅτι ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων· καὶ, Θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καίτοι μυρία ἔπαθον ἐνταῦθα Ἕλληνες κακά· καὶ τοῦτο καὶ αἱ τῶν ἔξωθεν ἱστορίαι δηλοῦσι, καὶ αἱ Γραφαὶ αἱ παρ' ἡμῖν. Τίς γὰρ ἂν διηγήσαιτο τὰς τῶν Βαβυλωνίων τραγῳδίας, ἢ τὰς τῶν Αἰγυπτίων; Ὅτι δὲ καὶ οἱ τὸν Χριστὸν οὐκ ἐγνωκότες πρὸ τῆς ἐνσάρκου παρουσίας, εἰδωλολατρείας δὲ ἀποστάντες, καὶ τὸν Θεὸν προσκυνήσαντες μόνον, καὶ πολιτείαν ἀρίστην ἐπιδειξάμενοι, ἁπάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ἄκουσον τί φησιν· Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ὁρᾷς ὅτι ἀγαθῶν ἀμοιβαὶ πολλαὶ τούτοις εἰσὶ, καὶ κολάσεις καὶ τιμωρίαι πάλιν τοῖς τὰ ἐναντία πεποιηκόσι; Ποῦ τοίνυν εἰσὶν οἱ τῇ γεέννῃ διαπιστοῦντες; Εἰ γὰρ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ, οἱ μηδὲ ὄνομα γεέννης ἀκούσαντες, μηδὲ ἀναστάσεως, καὶ ἐνταῦθα κολασθέντες, κἀκεῖ δώσουσι δίκην· πόσῳ μᾶλλον ἡμεῖς οἱ τοσούτοις τραφέντες λόγοις φιλοσοφίας; Καὶ πῶς εὔλογον, φησὶ, τοὺς μηδὲν περὶ γεέννης ἀκούσαντας, εἰς γέενναν ἐμπεσεῖν; Ἐροῦσι γὰρ, ὅτι Εἰ ἠπείλησας γέενναν, μᾶλλον ἂν ἐφοβήθημεν καὶ ἐσωφρονήσαμεν. Πάνυ γε, (οὐ γάρ;) ὡς ἡμεῖς βιοῦμεν νῦν, καθ' ἑκάστην ἡμέραν ἀκούοντες τοὺς περὶ γεέννης λόγους, καὶ οὐδὲ ὅλως προσέχοντες. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ὁ ταῖς παρὰ πόδας μὴ κατεχόμενος τιμωρίαις, πολλῷ μᾶλλον ἐκείναις οὐ κατασχεθήσεται. Τοὺς γὰρ ἀλογωτέρους καὶ παχύτερον διακειμένους τὰ ἐν χερσὶ μᾶλλον καὶ εὐθέως συμβησόμενα εἴωθε σωφρονίζειν, ἢ τὰ μακροῖς ὕστερον ἐκβησόμενα χρόνοις. Ἀλλ' ἡμῖν, φησὶ, μείζων ἐπεκρεμάσθη ὁ φόβος, καὶ τοῦτο ἐκεῖνοι ἠδίκηνται. Οὐδαμῶς. Πρῶτον μὲν γὰρ οὐ τὰ αὐτὰ πρόκειται σκάμματα ἡμῖν κἀκείνοις, ἀλλὰ πολλῷ μείζονα ἡμῖν. Τοὺς δὲ μείζονας ἀναδεξαμένους πόνους, μείζονος ἔδει βοηθείας ἀπολαῦσαι. Βοήθεια δὲ οὐ μικρὰ, τὸ αὐξηθῆναι τὸν φόβον. Εἰ δὲ πλεονεκτοῦμεν αὐτῶν τῷ τὰ μέλλοντα εἰδέναι, πλεονεκτοῦσιν ἡμῶν κἀκεῖνοι τῷ παραυτίκα σφοδρὰς ἐπιφέρεσθαι τὰς τιμωρίας αὐτοῖς. Ἀλλ' ἕτερόν τι καὶ πρὸς ταῦτα λέγουσιν οἱ πολλοί. Ποῦ γὰρ τὸ δίκαιον, φησὶ, τοῦ Θεοῦ, ὅταν τις ἐνταῦθα ἁμαρτὼν, καὶ ἐνταῦθα κἀκεῖ κολάζηται; Βούλεσθε οὖν ὑμᾶς ἀναμνήσω τῶν ὑμετέρων λόγων, ἵνα μηκέτι κόπους ἡμῖν παρέχητε, ἀλλ' οἴκοθεν φέρητε τὴν λύσιν; Ἐγὼ πολλῶν ἤκουσα ἀνθρώπων ἡμετέρων, εἴ ποτε μάθοιεν ἀνδροφόνον ἀποτμηθέντα ἐν δικαστηρίῳ, δυσχεραινόντων καὶ ταῦτα λεγόντων τὰ ῥήματα· Τριάκοντα φόνους ὁ μιαρὸς οὗτος καὶ ἐναγὴς τολμήσας, ἢ καὶ πολλῷ πλείους, ἕνα μόνον αὐτὸς ὑπέμεινε θάνατον· καὶ ποῦ τὸ δίκαιον; Ὥστε ὑμεῖς αὐτοὶ ὁμολογεῖτε, ὅτι οὐκ ἀρκεῖ θάνατος εἷς εἰς τιμωρίαν. Πῶς οὖν τὰ ἐναντία ψηφίζεσθε νῦν; Ὅτι οὐχ ἑτέροις, ἀλλ' ὑμῖν αὐτοῖς δικάζετε. Τοσοῦτον ἡ φιλαυτία γίνεται κώλυμα εἰς τὸ μὴ συνορᾷν τὸ δίκαιον. Διὰ τοῦτο ὅταν μὲν ἑτέροις κρίνωμεν, μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν· ὅταν δὲ ἡμῖν αὐτοῖς δικάζωμεν, ἐσκοτώμεθα· ὡς ἐὰν καὶ ἐφ' ἡμῶν αὐτῶν ταῦτα ἐξετάζωμεν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἀδέκαστον τὴν ψῆφον οἴσομεν. Ἔστι γὰρ καὶ ἡμῖν ἁμαρτήματα, οὐ δύο καὶ τριῶν, ἀλλὰ μυρίων θανάτων ἄξια. Καὶ ἵνα τὰ ἄλλα παρῶ, ἀναμνήσωμεν ἑαυτοὺς ὅσοι τῶν μυστηρίων μετέχομεν ἀναξίως· οἱ δὲ τοιοῦτοι ἔνοχοί εἰσι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ὥστε ὅταν τὸν ἀνδροφόνον λέγῃς, καὶ σεαυτὸν λογίζου. Ἐκεῖνος μὲν γὰρ ἄνθρωπον ἐφόνευσε, σὺ δὲ τῆς σφαγῆς ὑπεύθυνος εἶ τοῦ Δεσπότου· κἀκεῖνος μὲν, οὐ μετασχὼν μυστηρίων· ἡμεῖς δὲ, τραπέζης ἀπολαύοντες ἱερᾶς. Τί δὲ οἱ τοὺς ἀδελφοὺς δάκνοντες καὶ κατεσθίοντες, καὶ πολὺν ἀφιέντες τὸν ἰόν; τί δὲ ὁ τὴν τροφὴν τῶν πενήτων ἀφαιρούμενος; Εἰ γὰρ ὁ μὴ μεταδιδοὺς τοιοῦτός ἐστι, [πολλῷ μᾶλλον ὁ τὰ ἀλλότρια λαμβάνων.] Πόσων λῃστῶν οἱ πλεονέκται χείρους εἰσί; πόσων ἀνδροφόνων οἱ ἅρπαγες; πόσων τυμβωρύχων; πόσοι δὲ μετὰ τὸ ἀποδῦσαι καὶ αἱμάτων εἰσὶν ἐπιθυμηταί; Ἄπαγε μὴ γένοιτο, φησί. Νῦν λέγεις, Μὴ γένοιτο· ὅταν ἐχθρὸν ἔχῃς, τότε εἰπὲ, Μὴ γένοιτο, καὶ μέμνησο τῶν εἰρημένων, καὶ βίον ἐπιδείκνυσο πολλῆς γέμοντα ἀκριβείας, ἵνα μὴ καὶ ἡμᾶς τὰ Σοδόμων μείνῃ, ἵνα μὴ τὰ Γομόῤῥων πάθωμεν, ἵνα μὴ τὰ Τυρίων ὑπομείνωμεν καὶ τὰ Σιδωνίων κακά· μᾶλλον δὲ ἵνα μὴ τῷ Χριστῷ προσκρούσωμεν, ὅπερ ἁπάντων ἐστὶ χαλεπώτερον [καὶ φοβερώτερον]. Εἰ γὰρ καὶ πολλοῖς ἡ γέεννα φοβερὸν εἶναι δοκεῖ, ἀλλ' ἔγωγε οὐ παύσομαι συνεχῶς βοῶν, ὅτι τοῦτο γεέννης ἁπάσης χαλεπώτερον καὶ φοβερώτερον· καὶ ὑμᾶς οὕτω διακεῖσθαι παρακαλῶ. Οὕτω γὰρ καὶ γεέννης ἀπαλλαγησόμεθα, καὶ τῆς παρὰ τοῦ Χριστοῦ ἀπολαύσομεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.