# In Matthaeum (homiliae 1-90) 4.1-37

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-37

Καὶ τοῦτο καὶ αὐτοὶ μαρτυρήσαιεν ἂν ἡμῖν, οἱ καθ' ἑκάστην ἡμέραν ἐπὶ ταύταις ἀποδυρόμενοι ταῖς φροντίσι, καὶ τὸν βίον ἀβίωτον εἶναι νομίζοντες. Ἀλλ' οὐκ ἐκεῖνοι οὕτως, ἀλλὰ γελῶσι, σκιρτῶσι, καὶ τῶν τὸ διάδημα περικειμένων μᾶλλον ἐπὶ τῇ πενίᾳ καλλωπίζονται. Πάλιν τὸ στρέψαι τὴν σιαγόνα τοῦ πλῆξαι ἕτερον κουφότερον τῷ προσέχοντι· ἐκεῖ μὲν γὰρ ἀρχὴν ὁ πόλεμος λαμβάνει, ἐνταῦθα δὲ λύσιν· καὶ ἐκείνῳ μὲν καὶ τὴν ἑτέρου πυρὰν ἀνῆψας, τούτῳ δὲ καὶ τὴν σαυτοῦ φλόγα ἔσβεσας. Ὅτι δὲ τὸ μὴ καίεσθαι τοῦ καίεσθαι ἥδιον, παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ ψυχῆς. Τί δὲ κουφότερον, ἀγωνίζεσθαι, ἢ στεφανοῦσθαι; πυκτεύειν, ἢ τὸ βραβεῖον ἔχειν; καὶ κυμάτων ἀνέχεσθαι, ἢ εἰς λιμένα καταίρειν; Οὐκοῦν καὶ τὸ ἀποθανεῖν τοῦ ζῇν βέλτιον. Τοῦτο μὲν γὰρ ἐξάγει τῶν κλυδωνίων καὶ τῶν κινδύνων· ἐκεῖνο δὲ προστίθησι, καὶ ὑπεύθυνον ποιεῖ μυρίαις ἐπιβουλαῖς καὶ ἀνάγκαις, δι' ἃς ἀβίωτον εἶναι τὸν βίον ἐνόμισας. Εἰ δὲ ἀπιστεῖς τοῖς λεγομένοις, ἄκουσον τῶν ἑωρακότων τὰ πρόσωπα τῶν μαρτύρων ἐν τῷ καιρῷ τῶν ἀγώνων, πῶς μαστιζόμενοι καὶ ξεόμενοι, περιχαρεῖς ἦσαν καὶ φαιδροὶ, καὶ τῶν ἐπὶ ῥοδωνιᾶς κατακεκλιμένων ἐπὶ τηγάνων προκείμενοι μᾶλλον ἔχαιρον καὶ εὐφραίνοντο. Διὸ καὶ Παῦλος ἔλεγε, μέλλων ἐντεῦθεν ἀπιέναι καὶ καταλύειν βιαίῳ θανάτῳ τὴν ζωήν· Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἶδες μεθ' ὅσης ὑπερβολῆς τὴν οἰκουμένην ἅπασαν ἐπὶ τὴν κοινωνίαν τῆς εὐφροσύνης καλεῖ; Οὕτω μέγα ἀγαθὸν ᾔδει τὴν ἐντεῦθεν ἀποδημίαν οὖσαν· οὕτω ποθεινὸν τὸν οὕτω φοβερὸν θάνατον, καὶ ἐπέραστον καὶ εὐχῆς ἄξιον. Ἀλλ' ὅτι μὲν ἡδὺς καὶ κοῦφος ὁ τῆς ἀρετῆς ζυγὸς, καὶ ἑτέρωθεν πολλαχόθεν δῆλον· λοιπὸν δὲ, εἰ δοκεῖ, καὶ τῆς ἁμαρτίας ἴδωμεν τὰ φορτία. Οὐκοῦν τοὺς πλεονέκτας εἰς μέσον ἀγάγωμεν, τοὺς καπήλους καὶ παλιγκαπήλους τῶν ἀναισχύντων συμβολαίων. Τί οὖν φορτικώτερον τῆς τοιαύτης πραγματείας γένοιτ' ἄν; πόσαι λύπαι, πόσαι φροντίδες, πόσα προσκρούσματα, πόσοι κίνδυνοι, πόσαι ἐπιβουλαὶ καὶ πόλεμοι καθ' ἑκάστην ἡμέραν τούτοις φύονται τοῖς κέρδεσι; πόσοι θόρυβοι καὶ ταραχαί; Ὥσπερ γὰρ τὴν θάλατταν οὐκ ἔστιν ἰδεῖν ποτε κυμάτων χωρὶς, οὕτως οὐδὲ τὴν τοιαύτην ψυχὴν φροντίδος καὶ ἀθυμίας καὶ φόβου καὶ ταραχῆς ἐκτὸς, ἀλλὰ τὰ πρότερα καταλαμβάνει τὰ δεύτερα, καὶ πάλιν ἕτερα ἔπεισι, καὶ τούτων οὐδέπω παυομένων ἕτερα κορυφοῦται. Ἀλλὰ τῶν λοιδόρων βούλει καὶ τῶν ἀκροχόλων τὰς ψυχὰς ἰδεῖν; Καὶ τί τῆς βασάνου ταύτης χεῖρον; τί τῶν τραυμάτων ὧν ἔχουσιν ἔνδον; τί τῆς καμίνου τῆς διηνεκῶς καιομένης, καὶ τῆς φλογὸς τῆς μηδέποτε σβεννυμένης; Ἀλλὰ τῶν φιλοσωμάτων καὶ τῇ παρούσῃ προστετηκότων ζωῇ; Καὶ τί ταύτης τῆς δουλείας χαλεπώτερον; Τὸν τοῦ Κάϊν βίον ζῶσι, τρόμῳ διηνεκεῖ συνόντες καὶ φόβῳ, καθ' ἕκαστον τῶν τελευτώντων, μᾶλλον τῶν ἐκείνοις προσηκόντων, τὴν οἰκείαν θρηνοῦντες τελευτήν. Τί δὲ τῶν πεφυσιωμένων ταραχωδέστερόν τε καὶ μανικώτερον; Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἁπάντων γὰρ ἡ ἀνεξικακία μήτηρ τῶν ἀγαθῶν. Μὴ τοίνυν φοβηθῇς, μηδὲ ἀποπηδήσῃς τὸν πάντων σε τούτων κουφίζοντα ζυγὸν, ἀλλ' ὕπελθε μετὰ προθυμίας ἁπάσης αὐτὸν, καὶ τότε αὐτοῦ εἴσῃ σαφῶς τὴν ἡδονήν. Οὐδὲ γὰρ τρίβει σου τὸν αὐχένα, ἀλλ' εὐταξίας ἕνεκεν ἐπίκειται μόνης, καὶ τοῦ πεῖσαι βαδίζειν εὔρυθμα, καὶ πρὸς τὴν βασιλικήν σε ὁδὸν ἀγαγεῖν, καὶ τῶν ἑκατέρωθεν ἀπαλλάξαι κρημνῶν, καὶ ποιῆσαι μετ' εὐκολίας τὴν στενὴν βαδίσαι ὁδόν. Ἐπεὶ οὖν τοσαῦτα αὐτοῦ τὰ ἀγαθὰ, τοσαύτη ἡ ἀσφάλεια, τοσαύτη ἡ εὐφροσύνη, πάσῃ ψυχῇ, πάσῃ σπουδῇ τοῦτον ἕλκωμεν τὸν ζυγόν· ἵνα καὶ ἐνταῦθα ἀνάπαυσιν εὕρωμεν ταῖς ψυχαῖς ἡμῶν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
