Ancient Greek · ~19 min
Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· καὶ ἰδοὺ ἄνθρωπος τὴν χεῖρα ἔχων ξηράν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-39
Not analysed yet
Μετὰ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐ τὸν φθονούμενον ἀδικεῖς, ἀλλὰ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς. Τί γὰρ τὸν Ἄβελ ἠδίκησεν ὁ Κάϊν; Οὐκ ἐκεῖνον μὲν ταχύτερον καὶ ἄκων εἰς βασιλείαν παρέπεμψεν, ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς. Τί τὸν Ἰακὼβ ἔβλαψεν ὁ Ἡσαῦ; οὐχὶ ὁ μὲν ἐπλούτει καὶ μυρίων ἀπέλαυεν ἀγαθῶν, αὐτὸς δὲ καὶ τῆς πατρῴας οἰκίας ἐξέπιπτε, καὶ ἐν ἀλλοτρίᾳ ἐπλανᾶτο μετὰ τὴν ἐπιβουλὴν ἐκείνην; Τί δὲ οἱ παῖδες τούτου τὸν Ἰωσὴφ ἐποίησαν χείρω, καὶ ταῦτα μέχρις αἵματος ἐλθόντες; οὐχὶ οὗτοι μὲν καὶ λιμὸν ὑπέμειναν καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, ἐκεῖνος δὲ βασιλεὺς γέγονε τῆς Αἰγύπτου ἁπάσης; Ὅσῳ γὰρ ἂν φθονῇς, τοσούτῳ γίνῃ μειζόνων πρόξενος ἀγαθῶν τῷ φθονουμένῳ. Θεὸς γάρ ἐστιν ὁ ταῦτα ἐφορῶν· καὶ ὅταν ἴδῃ τὸν οὐδὲν ἀδικοῦντα ἀδικούμενον, αὐτὸν μὲν ἐπαίρει μᾶλλον καὶ ποιεῖ λαμπρὸν ταύτῃ, σὲ δὲ κολάζει. Εἰ γὰρ τοὺς ἐφηδομένους τοῖς ἐχθροῖς οὐκ ἀφίησιν ἀτιμωρητὶ παρελθεῖν, Μὴ ἐπίχαιρε γὰρ, φησὶν, ἐπὶ πτώματι ἐχθρῶν σου, μή ποτε ἴδῃ ὁ Θεὸς, καὶ οὐ μὴ ἀρέσῃ αὐτῷ· πολλῷ μᾶλλον τοὺς βασκαίνοντας τοῖς οὐδὲν ἠδικηκόσιν. Ἐκκόψωμεν τοίνυν τὸ πολυκέφαλον θηρίον. Καὶ γὰρ πολλὰ τὰ εἴδη τῆς βασκανίας. Εἰ γὰρ ὁ τὸν φιλοῦντα ἀγαπῶν οὐδὲν πλέον ἔχει τοῦ τελώνου, ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν ποῦ στήσεται; πῶς δὲ ἐκφεύξεται τὴν γέενναν, τῶν ἐθνικῶν χείρων γινόμενος; Διὸ καὶ σφόδρα ὀδυνῶμαι, ὅτι οἱ τοὺς ἀγγέλους, μᾶλλον δὲ τῶν ἀγγέλων τὸν Δεσπότην μιμεῖσθαι κελευόμενοι, τὸν διάβολον ζηλοῦμεν. Καὶ γὰρ πολλὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ ἡ βασκανία μᾶλλον δὲ ἐν ἡμῖν ἢ ἐν τοῖς ἀρχομένοις. Διὸ καὶ ἡμῖν αὐτοῖς διαλεκτέον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, βασκαίνεις τῷ πλησίον; Ὅτι τιμῆς ἀπολαύοντα βλέπεις καὶ χρηστῶν ῥημάτων; Εἶτα οὐκ ἐννοεῖς πόσον φέρουσι κακὸν αἱ τιμαὶ τοῖς μὴ προσέχουσιν; εἰς κενοδοξίαν αἴρουσαι, εἰς τῦφον, εἰς ἀπόνοιαν, εἰς ὑπεροψίαν, ῥᾳθυμοτέρους ποιοῦσαι· καὶ μετὰ τούτων τῶν κακῶν καὶ μαραίνονται ῥᾳδίως. Τὸ γὰρ δὴ χαλεπώτατον τοῦτο, ὅτι τὰ μὲν ἐξ αὐτοῦ κακὰ ἀθάνατα μένει· ἡ δὲ ἡδονὴ ὁμοῦ τε ἐφάνη καὶ ἀπέπτη. Διὰ ταῦτα οὖν βασκαίνεις; εἰπέ μοι. Ἀλλ' ἐξουσίαν ἔχει παρὰ τῷ κρατοῦντι πολλὴν, καὶ ἄγει καὶ φέρει πάντα ὅποι θέλει, καὶ τοὺς προσκρούοντας λυπεῖ, καὶ τοὺς κολακεύοντας εὐεργετεῖ, καὶ πολλὴν ἔχει δύναμιν. Βιωτικῶν ταῦτα τὰ ῥήματα, καὶ τῶν τῇ γῇ προσηλωμένων ἀνθρώπων ἐστί. Τὸν γὰρ πνευματικὸν οὐδὲν λυπῆσαι δυνήσεται. Τί γὰρ αὐτῷ ἐργάσεται δεινόν; ἀποχειροτονήσει τῆς ἀξίας; Καὶ τί τοῦτο; Ἂν μὲν γὰρ δικαίως, καὶ ὠφελεῖται· οὐδὲν γὰρ οὕτω παροξύνει Θεὸν, ὡς τὸ παρ' ἀξίαν ἱερᾶσθαι· ἂν δὲ ἀδίκως, τὸ ἔγκλημα πάλιν ἐπὶ ἐκεῖνον, οὐκ ἐπὶ τοῦτον χωρεῖ· ὁ γὰρ ἀδίκως τι παθὼν, καὶ γενναίως ἐνεγκὼν, πλείονα ταύτῃ κτᾶται πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως ὦμεν ἐν δυναστείαις, καὶ ἐν τιμαῖς, καὶ ἐν ἐξουσίαις, ἀλλ' ὅπως ὦμεν ἐν ἀρετῇ καὶ φιλοσοφίᾳ. Ὡς αἵ γε ἐξουσίαι πολλὰ τῶν τῷ Θεῷ μὴ δοκούντων ποιεῖν πείθουσι, καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς, ὥστε τῇ ἐξουσίᾳ εἰς δέον χρήσασθαι. Ὁ μὲν γὰρ ἀπεστερημένος αὐτῆς, καὶ ἑκὼν καὶ ἄκων φιλοσοφεῖ· ὁ δὲ ἀπολαύων αὐτῆς, τοιοῦτόν τι πάσχει, οἷον ἂν εἴ τις κόρῃ συνοικῶν εὐειδεῖ καὶ καλῇ, νόμους δέξαιτο μηδέποτε εἰς αὐτὴν ἰδεῖν ἀκολάστως. Τοιοῦτον γὰρ ἡ ἐξουσία. Διὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε, καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν ἀνέσπασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν καταποντίζουσα τὸ σκάφος. Τὸν οὖν ἐν τοσούτῳ κινδύνῳ θαυμάζεις, καὶ ζηλωτὸν εἶναι φῄς; καὶ πόσης ταῦτα ἀνοίας; Ἐννόησον γοῦν μετὰ τῶν εἰρημένων, πόσους ἐχθροὺς καὶ κατηγόρους, πόσους δὲ κόλακας οὗτος ἔχει πολιορκοῦντας αὐτόν. Ταῦτ' οὖν, εἰπέ μοι, μακαρισμῶν ἄξια; Καὶ τίς ἂν τοῦτο εἴποι; Ἀλλὰ παρὰ τῷ λαῷ, φησὶν, εὐδοκιμεῖ. Καὶ τί τοῦτο; Οὐ γὰρ δὴ ὁ λαός ἐστιν ὁ Θεὸς, ᾧ μέλλει τὰς εὐθύνας ὑπέχειν. Ὥστε ὅταν λαὸν εἴπῃς, οὐδὲν ἄλλο λέγεις, ἢ προβόλους ἑτέρους, καὶ σκοπέλους, καὶ ὑφάλους, καὶ σπιλάδας. Τὸ γὰρ εὐδοκιμεῖν ἐν δήμῳ, ὅσῳ λαμπρότερον ποιεῖ, τοσούτῳ μείζους ἔχει τοὺς κινδύνους, τὰς φροντίδας, τὰς ἀθυμίας. Ἀναπνεῦσαι γὰρ ὁ τοιοῦτος ἢ στῆναι οὐ δύναται ὅλως, οὕτω πικρὸν ἔχων δεσπότην. Καὶ τί λέγω στῆναι καὶ ἀναπνεῦσαι; Κἂν μυρία κατορθώματα ἔχῃ ὁ τοιοῦτος, δυσκόλως εἰς βασιλείαν εἰσέρχεται. Οὐδὲν γὰρ οὕτως ἐκτραχηλιάζειν εἴωθεν, ὡς ἡ παρὰ τῶν πολλῶν δόξα, δειλοὺς, ἀγεννεῖς, κόλακας, ὑποκριτὰς ποιοῦσα. Τίνος γοῦν ἕνεκεν οἱ Φαρισαῖοι τὸν Χριστὸν ἔλεγον δαιμονᾷν; οὐκ ἐπειδὴ τῆς παρὰ τῶν πολλῶν ἐπεθύμουν δόξης; Πόθεν δὲ οἱ πολλοὶ τὴν ὀρθὴν περὶ αὐτοῦ ἔφερον ψῆφον; Οὐκ ἐπειδὴ τούτῳ οὐ κατείχοντο τῷ νοσήματι; Οὐδὲν γὰρ, οὐδὲν οὕτω ποιεῖ παρανόμους καὶ ἀνοήτους, ὡς τὸ πρὸς τὴν τῶν πολλῶν κεχηνέναι δόξαν· οὐδὲν εὐδοκίμους καὶ ἀδαμαντίνους, ὡς τὸ ταύτης ὑπερορᾷν. Διὸ καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς τῷ μέλλοντι πρὸς τοσαύτην ἀντέχειν ῥύμην καὶ βίαν πνεύματος. Καὶ γὰρ ὅταν εὐημερῇ, πάντων ἑαυτὸν προτίθησι· καὶ ὅταν τἀναντία ὑπομείνῃ, κατορύξαι ἑαυτὸν βούλεται· καὶ τοῦτο αὐτῷ καὶ γέεννα καὶ βασιλεία, ὅταν ὑποβρύχιος ὑπὸ τοῦ πάθους γένηται τούτου.