Ancient Greek
Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-41
Not analysed yet
Ὅταν δὲ ταῦτα ἐξετάζῃς, μηδεὶς παρέστω. μηδεὶς θορυβείτω· ἀλλ' ὥσπερ οἱ δικασταὶ ὑπὸ παραπετάσματα καθεζόμενοι κρίνουσιν, οὕτω καὶ σὺ ἀντὶ παραπετασμάτων καιρὸν ζήτησον ἡσυχίας καὶ τόπον. Καὶ ὅταν δειπνήσας ἀναστῇς καὶ μέλλῃς κατακλίνεσθαι, τότε ταῦτα δίκαζε· οὗτος ὁ καιρὸς ἐπιτήδειός σοι· τόπος δὲ ἡ κλίνη καὶ ὁ θάλαμος. Τοῦτο καὶ ὁ προφήτης ἐκέλευσεν, εἰπών· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Καὶ τῶν μικρῶν μεγάλας εὐθύνας ἀπαίτει, ἵνα τῶν μεγάλων μηδὲ ἐγγὺς γένῃ ποτέ. Ἂν τοῦτο ποιῇς καθ' ἑκάστην ἡμέραν, μετὰ παῤῥησίας στήσῃ παρὰ τὸ βῆμα ἐκεῖνο τὸ φοβερόν. Οὕτως ὁ Παῦλος ἐγένετο καθαρός· διὰ τοῦτο καὶ ἔλεγεν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Οὕτω τοὺς παῖδας ἐξεκάθαρεν ὁ Ἰώβ. Ὁ γὰρ ὑπὲρ ἀδήλων θυσίας ἀναφέρων, πολλῷ μᾶλλον τῶν δήλων εὐθύνας ἀπῄτει. Ἀλλ' ἡμεῖς οὐχ οὕτω ποιοῦμεν, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁμοῦ τε γὰρ κατεκλίθημεν, καὶ τὰ βιωτικὰ στρέφομεν ἅπαντα· καὶ οἱ μὲν ἀκαθάρτους εἰσάγουσι λογισμοὺς, οἱ δὲ δανείσματα καὶ συμβόλαια καὶ φροντίδας ἐπικήρους. Καὶ θυγατέρα μὲν ἔχοντες παρθενευομένην, ἀκριβῶς φυλάττομεν ὃ δὲ θυγατρὸς ἡμῖν τιμιώτερον, ἡ ψυχὴ, ταύτην ἐῶμεν πορνεύεσθαι καὶ μολύνεσθαι, μυρίας ἐπεισάγοντες ἐννοίας πονηράς· κἂν ὁ τῆς πλεονεξίας ἔρως, κἂν ὁ τῆς τρυφῆς, κἂν ὁ τῶν λαμπρῶν σωμάτων, κἂν ὁ τοῦ θυμοῦ. κἂν ὁστισοῦν ἕτερος ἐπεισελθεῖν βούληται, τὰς θύρας ἀναπετάσαντες ἕλκομεν καὶ καλοῦμεν, καὶ μετὰ ἀδείας αὐτῇ παρέχομεν μίγνυσθαι. Οὗ τί γένοιτ' ἂν βαρβαρικώτερον, τὴν πάντων ἡμῖν τιμιωτέραν ψυχὴν ὑπὸ τοσούτων μοιχῶν ὑβριζομένην περιορᾷν, καὶ μέχρι τοσούτου συγγινομένην, ἕως ἂν κορεσθῶσιν ἐκεῖνοι; Ὅπερ οὐδέποτε ἔσται. Διὰ δὴ τοῦτο ὅταν ὕπνος καταλάβῃ, τότε μόνον ἀφίστανται· μᾶλλον δὲ οὐδὲ τότε· καὶ γὰρ τὰ ὀνείρατα καὶ αἱ φαντασίαι τὰ αὐτὰ αὐτῇ φέρουσιν εἴδωλα. Ὅθεν καὶ ἡμέρας γενομένης, ἡ τοιαῦτα φανταζομένη ψυχὴ καὶ εἰς τὸ ἔργον τῶν φαντασιῶν ἐκείνων πολλάκις ἐξέπεσε. Σὺ δὲ τῇ μὲν κόρῃ τῶν ὀφθαλμῶν οὐδὲ μικρὰν κόνιν ἐπεισελθεῖν ἐᾷς, τὴν δὲ ψυχὴν φορυτὸν τοσούτων κακῶν ἐπισυρομένην περιορᾷς; Πότε οὖν τὴν κόπρον ταύτην ἐξαντλῆσαι δυνησόμεθα, ἢν καθ' ἑκάστην ἡμέραν ἀποτιθέμεθα; πότε τὰς ἀκάνθας ἐκτεμεῖν; πότε τὰ σπέρματα καταβαλεῖν; Οὐκ οἶσθα, ὅτι τοῦ ἀμήτου λοιπὸν ἐφέστηκεν ὁ καιρός; Ἡμεῖς δὲ οὐδὲ ἐνεώσαμεν οὐδέπω τὰς ἀρούρας. Ἂν οὖν παραγένηται ὁ γεωργὸς καὶ ἐγκαλῇ, τί ἐροῦμεν; τί δὲ ἀποκρινούμεθα; Ὅτι τὰ σπέρματα οὐδεὶς ἔδωκε; Καὶ μὴν καθ' ἑκάστην καταβάλλεται ταῦτα τὴν ἡμέραν. Ἀλλ' ὅτι τὰς ἀκάνθας οὐδεὶς ἐξέτεμε; Καὶ μὴν καθ' ἑκάστην ἡμέραν τὴν δρεπάνην θήγομεν. Ἀλλ' αἱ βιωτικαὶ περιέλκουσιν ἀνάγκαι; Καὶ διατί μὴ ἐσταύρωσας σαυτὸν τῷ κόσμῳ; Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς μόνον πονηρὸς, ἐπειδὴ μὴ ἐδιπλασίασεν· ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ ἐκεῖνος δεθεὶς ἐξηνέχθη ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τί πεισόμεθα, μυρίων ἡμᾶς ἑλκόντων ἐπ' ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες; Τί γὰρ οὐχ ἱκανόν σε προτρέψαι; Οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου; τὸ ἄδηλον τῆς ζωῆς; τὸν πόνον τὸν ἐν τοῖς παροῦσι; τὸν ἱδρῶτα; Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνου ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διατί μὴ ταύτην εἵλου τὴν πολὺ τὸ κέρδος ἔχουσαν; Μᾶλλον δὲ ἔστι τινὰ τῆς ἀρετῆς, ἃ μηδὲ πόνον ἔχει. Ποῖος γὰρ πόνος τὸ μὴ κακηγορεῖν, μηδὲ ψεύδεσθαι, τὸ μὴ ὀμνύναι, τὸ τὴν ὀργὴν ἀφιέναι τῷ πλησίον; Τοὐναντίον μὲν οὖν τὸ ταῦτα ποιεῖν ἐπίπονον, καὶ πολλὴν φέρει τὴν φροντίδα. Τίς οὖν ἡμῖν ἔσται ἀπολογία, ποία συγγνώμη, μηδὲ ταῦτα κατορθοῦσιν; Ἀπὸ γὰρ τούτων δῆλον, ὅτι καὶ τὰ ἐπιπονώτερα ἀπὸ ῥᾳθυμίας ἡμᾶς διαφεύγει καὶ ὄκνου. Ἅπερ ἅπαντα ἐννοήσαντες, φύγωμεν κακίαν, ἑλώμεθα ἀρετήν· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.